69
κυρίου κληθέντος διὰ τὴν συνανατροφήν. 4. Ἦν γὰρ ὁ Ἰάκωβος οὗτος υἱὸς τοῦ Ἰωσὴφ ἐκ πρώτης γυναικὸς τοῦ Ἰωσήφ, οὐκ ἀπὸ Μαρίας, ὡς καὶ εἰς πολλοὺς τόπους τοῦτο ἡμῖν εἴρηται καὶ σαφέστερον ἡμῖν πεπραγμάτευται. ἀλλὰ καὶ εὑρίσκομεν αὐτὸν ἐκ τοῦ ∆αυὶδ ὄντα διὰ τὸ υἱὸν εἶναι τοῦ Ἰωσήφ, Ναζιραῖόν τε γενόμενον ἦν γὰρ πρωτότοκος τῷ Ἰωσὴφ καὶ ἡγιασμένος· ἔτι δὲ καὶ ἱερατεύσαντα αὐτὸν κατὰ τὴν παλαιὰν ἱερωσύνην ηὕρομεν. διὸ καὶ ἐφίετο αὐτῷ ἅπαξ τοῦ ἐνιαυτοῦ εἰς τὰ ἅγια τῶν ἁγίων εἰσιέναι, ὡς τοῖς ἀρχιερεῦσιν ἐκέλευσεν ὁ νόμος κατὰ τὸ γεγραμμένον· οὕτως γὰρ ἱστόρησαν πολλοὶ πρὸ ἡμῶν περὶ αὐτοῦ, Εὐσέβιός τε καὶ Κλήμης καὶ ἄλλοι. ἀλλὰ καὶ τὸ πέταλον ἐπὶ τῆς κεφαλῆς ἐξῆν αὐτῷ φορεῖν, καθὼς οἱ προειρημένοι ἀξιόπιστοι ἄνδρες ἐν τοῖς αὐτοῖς ὑπομνηματισμοῖς ἐμαρτύρησαν. «ἱερεύς» τοίνυν, ὡς ἔφην, 1.325 ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός «εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ», βασιλεύς τε ὁμοῦ κατὰ τὴν τάξιν τὴν ἄνωθεν, ἵνα μεταγάγῃ τὴν ἱερωσύνην ἅμα τῇ νομοθεσίᾳ. τοῦ δὲ σπέρματος ∆αυὶδ κατὰ τὴν Μαρίαν καθεζομένου ἐν θρόνῳ, * εἰς τὸν αἰῶνα καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. ἔδει γὰρ αὐτὸν νῦν μεταγαγεῖν τὴν τάξιν τοῦ τότε βασιλείου. καὶ γὰρ ἡ βασιλεία αὐτοῦ οὐκ ἔστιν ἀπὸ τῆς γῆς, ὡς ἔλεγεν ἐν τῷ εὐαγγελίῳ Ποντίῳ Πιλάτῳ «ἡ βασιλεία μου οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου». τοῦ γὰρ Χριστοῦ τὰ πάντα πληροῦντος δι' αἰνιγμάτων, ἕως τινὸς μέτρου αἱ ὑποθέσεις ἔφθανον. οὐ γὰρ ἦλθεν, ἵνα προκοπὴν λάβῃ βασιλείας, ὁ βασιλεύων ἀεί· ἐχαρίσατο δὲ τοῖς ὑπ' αὐτοῦ καθισταμένοις τὸ βασίλειον, ἵνα μὴ νομισθῇ ἀπὸ τῶν μικρῶν ἐπὶ τὰ μείζονα προκόπτειν. μένει γὰρ αὐτοῦ ὁ θρόνος καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος καὶ κάθηται ἐπὶ τὸν θρόνον ∆αυίδ, τὸ βασίλειον τοῦ ∆αυὶδ μεταστήσας καὶ χαρισάμενος τοῖς ἑαυτοῦ δούλοις ἅμα τῇ ἀρχιερωσύνῃ, τουτέστι τοῖς ἀρχιερεῦσι τῆς καθολικῆς ἐκκλησίας. καὶ πολλὰ ἔστι περὶ τούτου λέγειν, ἀλλ' ὅμως ἐπειδὴ εἰς τὸν τόπον ἐλήλυθα δι' ἣν αἰτίαν Ἰεσσαῖοι ἐκαλοῦντο πρὶν τοῦ καλεῖσθαι Χριστιανοὶ οἱ εἰς Χριστὸν πεπιστευκότες, τούτου ἕνεκα ἔφημεν ὅτι ὁ Ἰεσσαὶ πατὴρ γίνεται τοῦ ∆αυίδ, καὶ ἤτοι ἐξ ὑποθέσεως τούτου τοῦ Ἰεσσαὶ ἤτοι ἐκ τοῦ ὀνόματος Ἰησοῦ τοῦ κυρίου ἡμῶν ἐπεκλήθησαν Ἰεσσαῖοι διὰ τὸ ἐξ Ἰησοῦ ὁρμᾶσθαι, μαθηταὶ αὐτοῦ ὄντες, ἢ διὰ τὸ τῆς ἐτυμολογίας τοῦ ὀνόματος τοῦ κυρίου· Ἰησοῦς γὰρ κατὰ τὴν Ἑβραϊκὴν διάλεκτον θεραπευτὴς καλεῖται ἤτοι ἰατρὸς καὶ σωτήρ. ὅμως τούτῳ τῷ ὀνόματι πρὶν τοῦ Χριστιανοὺς αὐτοὺς καλεῖσθαι τὴν ἐπωνυμίαν ἐκέκτηντο. ἐπὶ Ἀντιοχείας δέ, καθάπερ ἄνω ἐπεμνήσθημεν καὶ ὡς ἔχει ἡ τῆς ἀληθείας ὑπόθεσις, ἤρξαντο οἱ μαθηταὶ καὶ πᾶσα ἡ ἐκκλησία τοῦ θεοῦ Χριστιανοὶ καλεῖσθαι. 1.326 5. Εὕροις δ' ἄν, ὦ φιλολόγε, καὶ τούτων τὴν ὑπόθεσιν ἐντυχὼν τοῖς τοῦ Φίλωνος ὑπομνήμασιν ἐν τῇ περὶ Ἰεσσαίων αὐτοῦ ἐπιγραφομένῃ βίβλῳ, ὡς τούτων τὴν πολιτείαν καὶ τὰ ἐγκώμια διεξιὼν καὶ τὰ αὐτῶν μοναστήρια ἐν τῇ κατὰ τὴν Μάρειαν λίμνην ἱστορῶν περιοικίδι οὐ περί τινων ἑτέρων ὁ ἀνὴρ ἱστόρησεν, ἀλλὰ περὶ Χριστιανῶν. οὗτος γὰρ γενόμενος ἐν τῇ χώρᾳ Μαρεῶτιν δὲ τὸν τόπον καλοῦσι καὶ καταχθεὶς παρ' αὐτοῖς ἐν τοῖς κατὰ τὸν χῶρον τοῦτον μοναστηρίοις ὠφέληται. ἐν ἡμέραις γὰρ τῶν Πάσχων ἐκεῖ γενόμενος, τάς τε αὐτῶν πολιτείας ἐθεάσατο καὶ ὥς τινες ἑβδομάδα τὴν ἁγίαν τῶν Πάσχων ὑπερτιθέμενοι διετέλουν, ἄλλοι δὲ διὰ δύο ἐσθίοντες, ἄλλοι δὲ καὶ καθ' ἑσπέραν. ἦν δὲ πάντα ταῦτα τῷ ἀνδρὶ πεπραγματευμένα εἰς τὴν περὶ πίστεώς τε καὶ πολιτείας τῶν Χριστιανῶν ὑπόθεσιν. ὡς οὖν τότε ἐκαλοῦντο Ἰεσσαῖοι ἐπ' ὀλίγῳ χρόνῳ μετὰ τὴν ἀνάληψιν τοῦ σωτῆρος καὶ Μάρκου τῇ τῶν Αἰγυπτίων χώρᾳ κηρύξαντος κατὰ τοὺς χρόνους τούτους τινὲς ἐξεληλύθασι πάλιν, τῶν ἀποστόλων δῆθεν ἀκόλουθοι, λέγω δὲ οἱ ἐνταῦθά μοι δηλούμενοι Ναζωραῖοι, ὄντες μὲν κατὰ τὸ