70
γένος Ἰουδαῖοι καὶ τῷ νόμῳ προσανέχοντες καὶ περιτομὴν κεκτημένοι, ἀλλ' ὥσπερ ἀπὸ σκοποῦ τινες θεασάμενοι πῦρ καὶ μὴ νοήσαντες δι' ἣν αἰτίαν οἱ τὴν πυρὰν ταύτην ἐξάψαντες ἢ 1.327 εἰς ἣν χρησιμότητα τοῦτο ποιοῦσιν, ἢ τὰ τῆς ζωῆς ἑαυτῶν ὀψώνια πρὸς ἐδωδὴν διὰ τῆς πυρᾶς κατασκευάζοντες ἢ ἐπὶ ἀφανισμῷ τινων καυστικῶν ξύλων ἢ φρυγάνων τῶν ὑπὸ πυρὸς εἰωθότων ἀναλίσκεσθαι, οὕτω καὶ αὐτοὶ μιμησάμενοι πῦρ ἀνάψαντες ἑαυτοὺς ἐνέπρησαν. ἀκούσαντες γὰρ μόνον ὄνομα Ἰησοῦ καὶ θεασάμενοι τὰ θεοσήμεια τὰ διὰ τῶν χειρῶν τῶν ἀποστόλων γινόμενα καὶ αὐτοὶ εἰς Ἰησοῦν πιστεύουσιν. γνόντες δὲ αὐτὸν ἐν Ναζαρὲτ ἐν γαστρὶ συλληφθέντα καὶ ἐν οἴκῳ Ἰωσὴφ ἀνατραφέντα καὶ διὰ τοῦτο ἐν τῷ εὐαγγελίῳ Ἰησοῦν τὸν Ναζωραῖον καλεῖσθαι, ὡς καὶ οἱ ἀπόστολοί φασιν «Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα ἀποδεδειγμένον ἔν τε σημείοις καὶ τέρασι» καὶ τὰ ἑξῆς, τοῦτο τὸ ὄνομα ἐπιτιθέασιν ἑαυτοῖς τοῦ καλεῖσθαι Ναζωραίους- οὐχὶ Ναζιραίους, τὸ ἑρμηνευόμενον ἡγιασμένους. τοῦτο γὰρ τοῖς τὸ παλαιὸν πρωτοτόκοις καὶ θεῷ ἀφιερωθεῖσιν ὑπῆρχεν τὸ ἀξίωμα, ὧν εἷς ὑπῆρχεν ὁ Σαμψὼν καὶ ἄλλοι μετ' αὐτὸν καὶ πρὸ αὐτοῦ πολλοί, ἀλλὰ καὶ Ἰωάννης ὁ βαπτιστὴς τῶν αὐτῶν ἀφηγιασμένων τῷ θεῷ καὶ αὐτὸς εἷς ὑπῆρχεν· «οἶνον γὰρ καὶ σίκερα οὐκ ἔπινεν»· ὡρίζετο γὰρ τοῖς τοιούτοις αὕτη ἁρμόδιος τῷ ἀξιώματι ἡ πολιτεία. 6. ἀλλὰ οὐδὲ Νασαραίους ἑαυτοὺς ἐκάλεσαν· ἦν γὰρ ἡ αἵρεσις τῶν Νασαραίων πρὸ Χριστοῦ καὶ Χριστὸν οὐκ ᾔδει-· ἀλλὰ καὶ πάντες ἄνθρωποι τοὺς Χριστιανοὺς ἐκάλουν Ναζωραίους ὡς προεῖπον, ὡς λέγουσι κατηγοροῦντες Παύλου τοῦ ἀποστόλου «τοῦτον τὸν ἄνθρωπον ηὕρομεν λοιμὸν καὶ διαστρέφοντα τὸν λαόν, πρωτοστάτην τε ὄντα τῆς τῶν Ναζωραίων αἱρέσεως». ὁ δὲ ἅγιος ἀπόστολος οὐκ ἀρνεῖται μὲν τὸ ὄνομα, οὐχὶ τὴν τούτων αἵρεσιν ὁμολογῶν, ἀλλὰ τὸ ὄνομα τὸ ἀπὸ τῆς τῶν ἀντι1.328 λεγόντων κακονοίας διὰ τὸν Χριστὸν ἐπενεχθὲν αὐτῷ ἀσμένως καταδεχόμενος. φησὶ γὰρ ἐπὶ τοῦ βήματος «οὔτε ἐν τῷ ἱερῷ ηὗρόν με πρός τινα διαλεγόμενον ἢ ἐπίστασίν τινα ὄχλου ποιοῦντα οὐδὲ ὧν μου κατηγοροῦσιν οὐδὲν πεποίηκα. ὁμολογῶ δέ σοι τοῦτο, ὅτι κατὰ τὴν ὁδὸν ἣν αἵρεσιν οὗτοι φάσκουσιν οὕτω λατρεύω, πιστεύων πᾶσι τοῖς ἐν τῷ νόμῳ καὶ ἐν τοῖς προφήταις». καὶ οὐ θαῦμα ὅτι ὁ ἀπόστολος ὡμολόγει ἑαυτὸν Ναζωραῖον, πάντων καλούντων τοὺς Χριστιανοὺς τότε τούτῳ τῷ ὀνόματι διὰ Ναζαρὲτ τὴν πόλιν, ἄλλης μὴ οὔσης χρήσεως τῷ ὀνόματι πρὸς τὸν καιρόν, ὥστε τοὺς ἀνθρώπους Ναζωραίους καλεῖν τοὺς τῷ Χριστῷ πεπιστευκότας, περὶ οὗ καὶ γέγραπται «ὅτι Ναζωραῖος κληθήσεται». καὶ γὰρ καὶ νῦν ὁμωνύμως οἱ ἄνθρωποι πάσας τὰς αἱρέσεις, Μανιχαίους τέ φημι καὶ Μαρκιωνιστὰς Γνωστικούς τε καὶ ἄλλους, Χριστιανοὺς τοὺς μὴ ὄντας Χριστιανοὺς καλοῦσι καὶ ὅμως ἑκάστη αἵρεσις, καίπερ ἄλλως λεγομένη, καταδέχεται τοῦτο χαίρουσα, ὅτι διὰ τοῦ ὀνόματος κοσμεῖται· δοκοῦσι γὰρ ἐπὶ τῷ τοῦ Χριστοῦ σεμνύνεσθαι ὀνόματι, οὐ μὴν τῇ πίστει καὶ τοῖς ἔργοις. οὕτω καὶ οἱ ἅγιοι τοῦ Χριστοῦ μαθηταὶ τότε μαθητὰς Ἰησοῦ ἑαυτοὺς ἐκάλουν, ὥσπερ οὖν καὶ ἦσαν· ἀκούοντες δὲ παρὰ ἄλλων Ναζωραῖοι οὐκ ἀπηναίνοντο, τὸν σκοπὸν θεωροῦντες τῶν τοῦτο αὐτοὺς καλούντων, ὅτι διὰ Χριστὸν αὐτοὺς ἐκάλουν, ἐπειδὴ καὶ αὐτὸς ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Ναζωραῖος ἐκαλεῖτο, ὥσπερ ἔχει τὰ εὐαγγέλια καὶ αἱ Πράξεις τῶν ἀποστόλων, διὰ τὸ ἐν τῇ πόλει αὐτὸν Ναζαρὲτ κώμῃ δὲ τὰ νῦν οὔσῃ ἀνατετράφθαι ἐν οἴκῳ Ἰωσήφ, γεννηθέντα κατὰ σάρκα ἐν Βηθλεὲμ ἀπὸ Μαρίας τῆς ἀειπαρθένου τῆς μεμνηστευμένης Ἰωσήφ, τῷ ἐν τῇ αὐτῇ Ναζαρὲτ μετῳκηκότι μετὰ τὸ ἀπὸ Βηθλεὲμ αὐτὸν μεταναστάντα ἐν τῇ Γαλιλαίᾳ κατοικισθῆναι. 1.329 7. Οὗτοι δὲ οἱ προειρημένοι αἱρεσιῶται, περὶ ὧν ἐνταῦθα τὴν ὑφήγησιν ποιούμεθα, παρέντες τὸ ὄνομα τοῦ Ἰησοῦ οὔτε Ἰεσσαίους ἑαυτοὺς κεκλήκασιν οὔτε τῶν