71
Ἰουδαίων ἔμειναν ἔχοντες τὸ ὄνομα οὔτε Χριστιανοὺς ἑαυτοὺς ἐπωνόμασαν, ἀλλὰ Ναζωραίους, δῆθεν ἀπὸ τῆς τοῦ τόπου τῆς Ναζαρὲτ ἐπωνυμίας, τὰ πάντα δέ εἰσιν Ἰουδαῖοι καὶ οὐδὲν ἕτερον. χρῶνται δὲ οὗτοι οὐ μόνον νέᾳ διαθήκῃ, ἀλλὰ καὶ παλαιᾷ διαθήκῃ, καθάπερ καὶ οἱ Ἰουδαῖοι. οὐ γὰρ ἀπηγόρευται παρ' αὐτοῖς νομοθεσία καὶ προφῆται καὶ γραφεῖα τὰ καλούμενα παρὰ Ἰουδαίοις βιβλία, ὥσπερ παρὰ τοῖς προειρημένοις· οὐδέ τι ἕτερον οὗτοι φρονοῦσιν, ἀλλὰ κατὰ τὸ κήρυγμα τοῦ νόμου καὶ ὡς οἱ Ἰουδαῖοι πάντα καλῶς ὁμολογοῦσι χωρὶς τοῦ εἰς Χριστὸν δῆθεν πεπιστευκέναι. παρ' αὐτοῖς γὰρ καὶ νεκρῶν ἀνάστασις ὁμολογεῖται καὶ ἐκ θεοῦ τὰ πάντα γεγενῆσθαι, ἕνα δὲ θεὸν καταγγέλλουσι καὶ τὸν τούτου παῖδα Ἰησοῦν Χριστόν. Ἑβραϊκῇ δὲ διαλέκτῳ ἀκριβῶς εἰσιν ἠσκημένοι. παρ' αὐτοῖς γὰρ πᾶς ὁ νόμος καὶ οἱ προφῆται καὶ τὰ γραφεῖα λεγόμενα, φημὶ δὲ τὰ στιχηρὰ καὶ αἱ Βασιλεῖαι καὶ Παραλειπόμενα καὶ Ἐσθὴρ καὶ τἄλλα πάντα Ἑβραϊκῶς ἀναγινώσκεται, ὥσπερ ἀμέλει καὶ παρὰ Ἰουδαίοις. ἐν τούτῳ δὲ μόνον πρὸς Ἰουδαίους διαφέρονται καὶ Χριστιανούς, Ἰουδαίοις μὲν μὴ συμφωνοῦντες διὰ τὸ εἰς Χριστὸν πεπιστευκέναι, Χριστιανοῖς δὲ μὴ ὁμογνωμονοῦντες διὰ τὸ ἔτι νόμῳ πεπεδῆσθαι, περιτομῇ τε καὶ σαββάτῳ καὶ τοῖς ἄλλοις. περὶ Χρι1.330 στοῦ δὲ οὐκ οἶδ' εἰπεῖν, εἰ καὶ αὐτοὶ τῇ τῶν προειρημένων περὶ Κήρινθον καὶ Μήρινθον μοχθηρίᾳ ἀχθέντες ψιλὸν ἄνθρωπον νομίζουσιν ἢ καθὼς ἡ ἀλήθεια ἔχει διὰ πνεύματος ἁγίου γεγεννῆσθαι ἐκ Μαρίας διαβεβαιοῦνται. ἔστιν δὲ αὕτη ἡ αἵρεσις ἡ Ναζωραίων ἐν τῇ Βεροιαίων περὶ τὴν Κοίλην Συρίαν καὶ ἐν τῇ ∆εκαπόλει περὶ τὰ τῆς Πέλλης μέρη καὶ ἐν τῇ Βασανίτιδι ἐν τῇ λεγομένῃ Κωκάβῃ, Χωχάβῃ δὲ Ἑβραϊστὶ λεγομένῃ. ἐκεῖθεν γὰρ ἡ ἀρχὴ γέγονε, μετὰ τὴν ἀπὸ τῶν Ἱεροσολύμων μετάστασιν πάντων τῶν μαθητῶν ἐν Πέλλῃ ᾠκηκότων, Χριστοῦ φήσαντος καταλεῖψαι τὰ Ἱεροσόλυμα καὶ ἀναχωρῆσαι δι' ἣν ἤμελλε πάσχειν πολιορκίαν. καὶ ἐκ τῆς τοιαύτης ὑποθέσεως τὴν Περαίαν οἰκήσαντες ἐκεῖσε, ὡς ἔφην, διέτριβον. ἐντεῦθεν ἡ κατὰ τοὺς Ναζωραίους αἵρεσις ἔσχεν τὴν ἀρχήν. 8. Πεπλάνηνται δὲ καὶ οὗτοι περιτομὴν αὐχοῦντες, καὶ ἔτι οἱ τοιοῦτοι «ὑπὸ κατάραν εἰσί», μὴ δυνάμενοι τὸν νόμον πληρῶσαι. πῶς γὰρ δυνήσονται πληροῦν τὰ ἐν τῷ νόμῳ εἰρημένα, ὅτι «τρὶς τοῦ 1.331 ἔτους ὀφθήσῃ ἐνώπιον κυρίου τοῦ θεοῦ σου, κατά τε τὰ Ἄζυμα καὶ Σκηνοπηγίαν καὶ τὴν Πεντηκοστήν», ἐν τῷ τόπῳ Ἱεροσολύμων. ἀποκλεισθέντος γὰρ τοῦ τόπου καὶ τῶν ἐν τῷ νόμῳ μὴ δυναμένων πληροῦσθαι, παντὶ τῷ νοῦν ἔχοντι σαφὲς ἂν εἴη ὅτι Χριστὸς ἦλθεν πληρωτὴς τοῦ νόμου, οὐ τὸν νόμον καταλύσων, ἀλλὰ τὸν νόμον πληρώσων, καὶ ἀφελεῖν τὴν κατάραν τὴν κατὰ τῆς παραβάσεως τοῦ νόμου ὁρισθεῖσαν. μετὰ γὰρ τὸ ἐντείλασθαι τὸν Μωυσέα πᾶσαν ἐντολὴν ἦλθεν ἐπὶ τὸ τέρμα τῆς βίβλου καὶ «συνέκλεισε τὸ πᾶν εἰς κατάραν» λέγων «ἐπικατάρατος ὃς οὐκ ἐμμένει πᾶσι τοῖς γεγραμμένοις λόγοις ἐν τῷ βιβλίῳ τούτῳ τοῦ ποιῆσαι αὐτούς». ἦλθεν οὖν λύων μὲν τὰ πεπεδημένα δεσμοῖς τῆς κατάρας, χαριζόμενος δὲ ἡμῖν ἀντὶ τῶν μικρῶν τῶν μὴ δυναμένων πληροῦσθαι τὰ μείζονα καὶ οὐ μαχόμενα θάτερον θατέρῳ πρὸς τὴν τοῦ ἔργου πλήρωσιν ὡς τὰ πρότερα· οὕτως γὰρ κατὰ πᾶσαν αἵρεσιν φθάνοντες ἐν τῇ περὶ σαββατισμοῦ καὶ περιτομῆς καὶ τῶν ἄλλων σχέσει πολλάκις ἐπειργασάμεθα, πῶς ὁ κύριος ἡμῖν τὰ ἐντελέστερα κεχάρισται. πῶς δὲ οἱ τοιοῦτοι δυνήσονται ἀπολογίαν ἔχειν, μὴ τῷ πνεύματι τῷ ἁγίῳ ὑπακούσαντες τῷ διὰ τῶν ἀποστόλων εἰρηκότι τοῖς ἐξ ἐθνῶν πεπιστευκόσι «μὴ βάρος ἐπιτίθεσθαι πλὴν τῶν ἐπάναγκες, ἀπέχεσθαι αἵματος καὶ πνικτοῦ καὶ πορνείας καὶ εἰδωλοθύτου;» πῶς δὲ οὐκ ἐκπεσοῦνται τῆς τοῦ θεοῦ χάριτος, λέγοντος Παύλου τοῦ ἁγίου ἀποστόλου ὅτι «ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει», «οἵτινες ἐν νόμῳ καυχᾶσθε, τῆς χάριτος ἐξεπέσατε»;