74
παλαιὸς ἐκεῖνος, ἀλλ' ὁ ἀπὸ Τιβεριάδος ὁ ἐν χρόνοις τοῦ μακαρίτου Κωνσταντίνου τοῦ βασιλέως τοῦ γέροντος γενόμενος, ὃς καὶ παρ' αὐτοῦ τοῦ βασιλέως ἀξιώματος κομήτων ἔτυχε καὶ ἐξουσίαν εἴληφεν ἐν αὐτῇ τῇ Τιβεριάδι ἐκκλησίαν Χριστῷ ἱδρῦσαι καὶ ἐν ∆ιοκαισαρείᾳ καὶ ἐν Καπερναοὺμ καὶ ἐν ταῖς ἄλλαις, ὃς καὶ πολλὰ πέπονθεν ὑπ' αὐτῶν τῶν Ἰουδαίων πρὶν ἢ τῷ βασιλεῖ ἐμφανισθῆναι. οὗτος γὰρ ὁ Ἰώσηπος τῶν παρ' αὐτοῖς ἀξιωματικῶν ἀνδρῶν ἐναρίθμιος ἦν. εἰσὶ δὲ οὗτοι οἱ μετὰ τὸν πατριάρχην, ἀπόστολοι καλούμενοι. προσεδρεύουσι δὲ τῷ πατριάρχῃ καὶ σὺν αὐτῷ πολλάκις καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ συνεχῶς διάγουσι, διὰ τὸ συμβουλεύειν καὶ ἀναφέρειν αὐτῷ τὰ κατὰ τὸν νόμον. ὁ δὲ πατριάρχης κατ' ἐκεῖνο καιροῦ Ἐλλὴλ τοὔνομα ἦν νομίζω γὰρ ὅτι οὕτως τὸ ὄνομα αὐτοῦ Ἰώσηπος ἔλεγεν, εἰ μὴ ἀπὸ τοῦ χρόνου σφάλλομαι, ἐκ γένους δὲ τοῦ 1.339 Γαμαλιὴλ ἐτύγχανεν τοῦ παρ' αὐτοῖς γενομένου πατριάρχου. ἔστι δὲ διανοηθῆναι, ὡς καὶ ἄλλοι οὕτως ὑπέθεντο, τούτους εἶναι γένους ἐκείνου τοῦ πρώτου Γαμαλιὴλ τοῦ ἐπὶ τοῦ σωτῆρος, τοῦ κατὰ θεὸν συμβουλεύσαντος ἀποσχέσθαι τῆς κατὰ τῶν ἀποστόλων ἐπηρείας. τελευτῶν δὲ ὁ Ἐλλὴλ ἠξίωσε τὸν κατ' ἐκεῖνο καιροῦ ἐπίσκοπον πλησιόχωρον τῆς Τιβεριέων ὄντα καὶ ἐκομίσατο παρ' αὐτοῦ τὸ ἅγιον λουτρὸν ἐπὶ τῇ ἐξόδῳ αὐτοῦ διὰ προφάσεως ἰατρικῆς ὑποθέσεως. μεταστειλάμενος γὰρ αὐτὸν διὰ τοῦ προειρημένου Ἰωσήπου ὡς ἰατρὸν ὄντα καὶ ποιήσας πάντας ἔξω γενέσθαι παρεκάλεσε τὸν ἐπίσκοπον λέγων «δώρησαί μοι τὴν ἐν Χριστῷ σφραγῖδα». ὁ δὲ μετακαλεσάμενος τοὺς ἐξυπηρετουμένους προσέταξεν ὕδωρ ἑτοιμασθῆναι, ὡς τῆς νόσου ἕνεκα βοήθημά τι προσφέρειν μέλλων δι' ὑδάτων νοσοῦντι βαρέως τῷ πατριάρχῃ. οἱ δὲ ἐποίησαν τὰ ἐπιτεταγμένα· οὐ γὰρ ἐγνώκεισαν. αἰδοῦς δὲ χάριν προφασισάμενος τοὺς πάντας ἔξω ποιήσας ὁ πατριάρχης τοῦ λουτροῦ καταξιοῦται καὶ μυστηρίων ἁγίων. 5. Ὁ δὲ Ἰώσηπος ἐμοὶ αὐτῷ τοῦτο διελέχθη. ἐκ στόματος γὰρ αὐτοῦ ἀκήκοα ταῦτα πάντα καὶ οὐκ ἀπὸ ἄλλου τινός, ἐν τῇ γηραλέᾳ αὐτοῦ ἡλικίᾳ, ὡς περί που ἐτῶν ἑβδομήκοντα γεγονότος αὐτοῦ ἢ καὶ πλειόνων. παρ' αὐτῷ γὰρ κατήχθην ἐν Σκυθοπόλει· μεταναστὰς γὰρ τῆς Τιβεριάδος καὶ κτήσεις ἐκεῖ ἐν Σκυθοπόλει διαφανεῖς ἐκτήσατο. ἐν γὰρ τῇ οἰκίᾳ αὐτοῦ ὁ μακαρίτης Εὐσέβιος ὁ τῆς Ἰταλίας ἐπίσκοπος Βριγκέλλας πόλεως, ὡς ἐξωρίσθη ὑπὸ Κωνσταντίου διὰ τὴν πίστιν τῆς ὀρθοδοξίας, ἐξενίζετο καὶ ἐπὶ τὴν ἐπίσκεψιν τούτου ἐγώ τε καὶ οἱ ἄλλοι ἀδελφοὶ ἐκεῖσε γενόμενοι καὶ αὐτοὶ παρ' αὐτῷ 1.340 κατήχθημεν. συντυχόντες δὲ τῷ Ἰωσήπῳ ἐπὶ τῆς αὐτοῦ οἰκίας καὶ τὰ κατ' αὐτὸν ἐρωτῶντες καὶ γνόντες ὅτι τῶν ἐμφανῶν ὑπῆρχεν παρὰ Ἰουδαίοις, ἀνετάζοντες καὶ τὴν κατ' αὐτὸν ὑπόθεσιν καὶ πῶς εἰς τὸν Χριστιανισμὸν μετῆλθεν, ἀκηκόαμεν ταῦτα πάντα σαφῶς καὶ οὐκ ἀπὸ ἐνηχήσεως ἑτέρου τινός. ὅθεν καὶ ἀξιομνημόνευτα εἰς οἰκοδομὴν πιστῶν νομίσαντες τὰ κατὰ τὸν ἄνδρα πραγματευθέντα διὰ τὴν αἰτίαν τῶν ἐν τοῖς γαζοφυλακίοις εἰς Ἑβραΐδα μετατεθέντων *, οὐ παρέργως τὴν πᾶσαν αἰτίαν τοῦ προειρημένου Ἰωσήπου παρεθέμεθα. ἦν γὰρ ὁ ἀνὴρ οὐ μόνον Χριστιανὸς πιστὸς καταξιωθεὶς γενέσθαι, ἀλλὰ καὶ Ἀρειανοὺς σφόδρα στηλιτεύων. ἐν γὰρ τῇ πόλει ἐκείνῃ, Σκυθοπόλει φημί, μόνος οὗτος ὀρθόδοξος ὑπῆρχεν, πάντες δὲ Ἀρειανοί. καὶ εἰ μὴ ὅτι κόμης ἦν καὶ τὸ τοῦ κόμητος ἀξίωμα ἐκώλυεν ἀπ' αὐτοῦ τὸν τῶν Ἀρειανῶν διωγμόν, ἐπεὶ οὐκ ἂν ὑπέστη κἂν ἐν τῇ πόλει διατρίβειν ὁ ἀνήρ, μάλιστα ἐπὶ Πατροφίλου τοῦ Ἀρειανοῦ ἐπισκόπου τοῦ πολλὰ ἰσχύσαντος πλούτῳ τε καὶ αὐστηρίᾳ καὶ τῇ πρὸς τὸν βασιλέα Κωνστάντιον γνώσει τε καὶ παρρησίᾳ. ἦν δὲ καὶ ἄλλος τις νεώτερος ἐν τῇ πόλει ἀπὸ Ἑβραίων ὀρθῶς πιστεύων, ὃς οὔτε ἐτόλμα κατὰ τὸ φανερὸν *, ἀλλὰ κρυφίως ἡμᾶς ἐπεσκέπτετο. πιθανὸν δέ τι ὁ Ἰώσηπος καὶ γελοιῶδες ὑφηγεῖτο, οἶμαι δὲ τάχα ὅτι καὶ ἐν τούτῳ ἠλήθευεν. ἔφασκε γὰρ ὅτι τελευτησάσης τῆς αὐτοῦ