76
πανταχόθεν οἱ βουλόμενοι λούσασθαι ἡμέρας τινάς, νοσημάτων δῆθεν ἀποβολῆς ἕνεκεν, ὅπερ ἐστὶ διαβολικὸν στρατήγημα. ἔνθα γὰρ τὰ παρὰ τοῦ θεοῦ θαύματα γεγένηται, προὔλαβεν ὁ δι' ἐναντίας θεῖναι αὐτοῦ τὰ ὀλετήρια δίκτυα. ἀνδρόγυνα γὰρ ἐκεῖσε λούονται. κατὰ συγκυρίαν δὲ γυνή τις ἐλευθέρα ἔτυχεν ἐν τῷ λουτρῷ, κάλλει διαπρέπουσα εὐμορφίας. καὶ ὁ νεώτερος θελχθεὶς τῷ ἔθει τῆς αὐτοῦ ἀκολασίας, διιὼν ἐν τῷ ἀέρι παρενέτριψεν αὐτοῦ τὴν πλευρὰν τῇ πλευρᾷ τοῦ γυναίου. ἡ δὲ ἑαυτὴν ἐσφραγίσατο εἰς ὄνομα Χριστοῦ οἷα δὴ Χριστιανὴ οὖσα· ᾗ οὔτε ἀνάγκη ἦν παρανομεῖν καὶ ἀνδρογύνως λούεσθαι. συμβαίνει δὲ ταῦτα τοῖς ἀφελέσι καὶ ἰδιώταις ἀνθρώποις παρὰ τὴν τῶν διδασκάλων ῥᾳθυμίαν μὴ ἀσφαλιζομένων διὰ τῆς διδασκαλίας. 1.343 ὅμως ἵνα δείξῃ ὁ θεὸς τὰ αὐτοῦ θαυμάσια, τοῦ ἐπιχειρήματος τὸ μειράκιον ἀπέτυχεν, φημὶ δὲ ὁ πατριάρχης. διεπέμψατο γὰρ πρὸς τὴν γυναῖκα καὶ δῶρα ἐτάξατο· ἡ δὲ τοὺς διαπεμφθέντας ἐξυβρίσασα οὐκ ἐκάμφθη τῇ τοῦ ἀκολάστου ματαιοεργίᾳ. 8. Ἐντεῦθεν οἱ συνεργοῦντες αὐτῷ γνόντες τὴν τοῦ παιδὸς ὀδύνην, ἣν εἰς τὸ γύναιον ἀπημπόλησεν, ἐπιχειροῦσιν αὐτῷ τινα μείζονα μαγγανείαν κατασκευάσαι, ὡς αὐτὸς Ἰώσηπος ἐμοὶ κατὰ λεπτότητα ὑφηγήσατο. ἀπάγουσι γὰρ τὸν ἄθλιον παῖδα μετὰ δύσιν ἡλίου ἐν τοῖς πλησιαίτερον τύμβοις· πολυάνδρια δέ ἐστιν οὕτως ἐν τῇ πατρίδι καλούμενα σπήλαια ἐν πέτραις ὀρυκτὰ κατεσκευασμένα. ἐκεῖ παραλαβόντες τὸν προειρημένον οἱ ἅμα αὐτῷ γόητες ἐπῳδάς τινας καὶ ἐπιορκισμοὺς καὶ ἐπιτηδεύματα ἀσεβείας ἔμπλεα εἰς αὐτὸν ἐποιοῦντο καὶ εἰς ὄνομα τῆς προειρημένης γυναικός. ἐκ θεοῦ δὲ βουλήσεως εἰς νοῦν ταῦτα ἦλθεν τοῦ ἄλλου πρεσβύτου τοῦ σὺν Ἰωσήπῳ τυγχάνοντος· ὁ δὲ αἰσθόμενος τῶν γινομένων τῷ Ἰωσήπῳ ἀνακοινοῦται. καὶ πρῶτον μὲν ταλανίσας ἑαυτὸν ἔφη «τάλανες ἡμεῖς» φησίν, «ἀδελφέ, καὶ ἀπωλείας σκεύη, τίνι προσεδρεύομεν;» ὁ δὲ Ἰώσηπος τὴν αἰτίαν ἐρωτήσας οὐ πρότερον ἤκουσε παρ' αὐτοῦ διὰ λόγων πρὶν αὐτοῦ λαβόμενος τῆς χειρὸς ὁ πρεσβύτης ἀπήγαγε τὸν Ἰώσηπον, ἔνθα τὸ ἄθροισμα οἱ φθοριμαῖοι μετὰ τοῦ νεωτέρου ἐν τοῖς μνήμασι μαγγανείας ἕνεκα ἐποιοῦντο. καὶ ἔξω μὲν τῆς θύρας στάντες τὰ παρ' ἐκείνων γινόμενα κατηκροάσαντο, ἐκείνων δὲ ἐξιόντων ὑπεχώρησαν. οὔπω γὰρ πολλὴ ἑσπέρα ἦν, ἀλλὰ ὡς πρὸς αὐτὴν τὴν ἡλίου δύσιν, ἔτι δυναμένου ὀφθαλμοῦ ἀμαυρῶς ἰδεῖν. μετὰ οὖν τὴν τῶν ἀσεβεστάτων ἔξοδον ἀπὸ τοῦ μνημείου οἱ περὶ Ἰώσηπον εἰσῆλθον καὶ καταλαμβάνουσιν τινὰ † ἐπιτηδεύματα καὶ ἄλλα τινὰ ἐπιτηδεύματα περιεργίας χαμαὶ ἐρριμμένα, οἷς προσκενώσαντες οὖρα καὶ ἐπαμήσαντες κόνιν, ὡς ἐκεῖνος ἔφη, ἐξῆλθον. ἔγνωσαν δὲ τὴν ἐπιβουλήν, διὰ ποίαν γυναῖκα αὐτοῖς 1.344 ἐκακουργήθη ταῦτα, καὶ παρετηροῦντο εἰ κατισχύσουσιν. ὡς οὖν οὐ κατίσχυσαν οἱ γόητες διὰ γὰρ τῆς σφραγῖδος τοῦ Χριστοῦ καὶ πίστεως ἐβοηθήθη ἡ γυνή, ἔγνωσαν τὸν νεώτερον ἐν τρισὶ νυξὶν διὰ τὴν τοῦ γυναίου ἄφιξιν προσκαρτερήσαντα, εἰς ὕστερον δὲ μαχεσάμενον τοῖς τὴν περιεργίαν ποιησαμένοις, ὅτι οὐκ ἐπέτυχεν. τοῦτο τρίτον τῷ Ἰωσήπῳ κατηχήσεως ἔργον ἐγίνετο, ὅτι οὐκ ἴσχυσεν, ἔνθα ὄνομα Χριστοῦ καὶ σφραγὶς σταυροῦ, φαρμακείας δύναμις. οὐ μὴν δὲ ἤδη ἐπείσθη Χριστιανὸς γενέσθαι. 9. Ἔπειτα φαίνεται αὐτῷ ἐν ὕπνοις ὁ κύριος, φάσκων ὅτι «ἐγώ εἰμι Ἰησοῦς, ὃν οἱ σοὶ γονεῖς ἐσταύρωσαν, ἀλλὰ πίστευε εἰς ἐμέ». ὁ δὲ οὐδ' οὕτως πεισθεὶς ὑπέπεσεν νόσῳ μεγάλῃ καὶ ἀπηγορεύθη. ὁ δὲ κύριος πάλιν ὀπτάνεται αὐτῷ, φήσας αὐτῷ πιστεύειν καὶ ἰαθήσεσθαι· ὁ δὲ ἐπαγγειλάμενος ἀνέσφηλεν καὶ πάλιν ἐνέμενεν τῇ σκληραυχενίᾳ. εἰς δευτέραν δὲ πάλιν ὑποπίπτει νόσον καὶ ὡσαύτως ἀπηγορεύθη. ὑποληφθεὶς δὲ τελευτᾶν ὑπὸ τῶν συγγενῶν αὐτοῦ Ἰουδαίων τὸ παρ' αὐτοῖς ἀεὶ μυστηριωδῶς γινόμενον παρὰ τούτων ἤκουσε. τῶν γὰρ νομομαθῶν ἀνήρ τις πρεσβύτης