78
ἀπαρχὰς παρὰ τῶν ἐν τῇ ἐπαρχίᾳ Ἰουδαίων εἰσέπραττεν. ἐν τούτῳ δὲ τῷ καιρῷ κατάγεται πλησιαίτερον τῆς ἐκκλησίας, οὐκ οἶδ' εἰπεῖν ἐν ποίᾳ πόλει. φιλιοῦται δὲ τῷ ἐκεῖσε ἐπισκόπῳ, † ὃς λεληθότως ᾔτησε παρ' αὐτοῦ τὰ εὐαγγέλια καὶ ἀνέγνω. ἐπεὶ οὖν οἷα ἀπόστολος οὕτως γὰρ παρ' αὐτοῖς ὡς ἔφην τὸ ἀξίωμα καλεῖται, ἐμβριθέστατός τε ὢν καὶ καθαρεύων δῆθεν, τὰ εἰς κατάστασιν εὐνομίας οὗτος διετέλει προβαλλόμενος, πολλοὺς τῶν κατασταθέντων ἀρχισυναγώγων καὶ ἱερέων καὶ πρεσβυτέρων καὶ ἀζανιτῶν τῶν παρ' αὐτοῖς διακόνων ἑρμηνευομένων ἢ ὑπηρετῶν καθαιρῶν τε καὶ μετακινῶν τοῦ ἀξιώματος, ὑπὸ πολλῶν ἐνεκοτεῖτο, οἵτινες ὥσπερ ἀμύνασθαι αὐτὸν πειρώμενοι πολυπραγμονεῖν τοῦτον καὶ ἰχνηλατεῖν τὰ παρ' αὐτοῦ γινόμενα οὐ μικρὸν ἐσπούδαζον. διὰ τοιαύτην δὲ αἰτίαν πολυπραγμονήσαντες ἀθρόως εἰσέφρησαν οἴκαδε εἰς τὸ αὐτοῦ ἐφέστιον καὶ καταλαμβάνουσιν αὐτὸν τὰ εὐαγγέλια διερχόμενον, τήν τε βίβλον κατέχουσι τὸν δὲ ἄνδρα ἁρπάζουσι, σύροντες χαμαὶ καὶ βοῶντες, καὶ αἰκίας ἐπιφέροντες οὐ τὰς τυχούσας ἀπάγουσι μὲν εἰς τὴν συναγωγὴν καὶ μαστίζουσι τοῦτον κατὰ τὸν νόμον. καὶ οὗτος αὐτῷ πρῶτος ἀγὼν γίνεται· ἐπέστη δὲ ὁ ἐπίσκοπος τῆς πόλεως καὶ ἀφείλετο αὐτόν. ἄλλοτε δὲ καταλαμβάνουσιν αὐτὸν ἐν ὁδοιπορίᾳ τινί, ὡς ἡμῖν ὑφηγήσατο, καὶ ῥίπτουσιν αὐτὸν εἰς Κύδνον τὸν ποταμόν. τῷ δὲ ῥεύματι αὐτὸν ἀφαρπαχθέντα * ἐτόπασαν μή πη ἄρα ὄλωλεν ὑποβρύχιος γενόμενος τοῖς ὕδασι καὶ ἔχαιρον ἐπὶ τούτῳ. ὁ δὲ μικρῷ 1.347 ὕστερον λουτροῦ ἁγίου καταξιοῦται ἐσώθη γάρ, ἄνεισι δὲ ἐπὶ τὸ κομιτάτον καὶ βασιλεῖ Κωνσταντίνῳ φιλιοῦται καὶ ἀνέθετο αὐτῷ τὰ καθ' ἑαυτὸν ἅπαντα, ὡς ἦν τῶν κατ' Ἰουδαίους ἐξοχωτάτης ἀξίας καὶ ὡς αἱ θεοπτίαι αὐτῷ πάντῃ ἐπεφαίνοντο, τοῦ κυρίου αὐτὸν προσκαλουμένου εἰς τὴν ἁγίαν κλῆσιν καὶ σωτηρίαν τῆς κατ' αὐτὸν πίστεώς τε καὶ γνώσεως. ὁ δὲ ἀγαθὸς βασιλεύς, δοῦλος ὢν Χριστοῦ ἐν ἀληθείᾳ καὶ τὸν κατὰ θεὸν ζῆλον ἐν βασιλεῦσι μετὰ ∆αυὶδ καὶ Ἐζεκίαν καὶ Ἰωσίαν κεκτημένος, γέρας αὐτῷ δίδωσιν, ὡς ἤδη προεῖπον, ἀξιώματος ἐν τῇ αὐτοῦ βασιλείᾳ. κόμητα γὰρ αὐτὸν κατέστησε, φήσας αὐτῷ αἰτεῖν πάλιν ὃ βούλεται· ὁ δὲ οὐδὲν ᾐτήσατο πλὴν τοῦτο μέγιστον χάρισμα τυχεῖν παρὰ τοῦ βασιλέως τὸ ἐπιτραπῆναι καὶ διὰ προστάγματος βασιλικοῦ οἰκοδομῆσαι Χριστοῦ ἐκκλησίας ἐν ταῖς πόλεσι καὶ κώμαις τῶν Ἰουδαίων, ἔνθα τις οὐδέποτε ἴσχυσεν προστήσασθαι ἐκκλησίας διὰ τὸ μήτε Ἕλληνα μήτε Σαμαρείτην μήτε Χριστιανὸν μέσον αὐτῶν εἶναι. τοῦτο δὲ μάλιστα ἐν Τιβεριάδι καὶ ἐν ∆ιοκαισαρείᾳ τῇ καὶ Σεπφουρὶν καὶ ἐν Ναζαρὲτ καὶ ἐν Καπερναοὺμ φυλάσσεται τὸ παρ' αὐτοῖς τοῦ μὴ εἶναι ἀλλόεθνον. 12. Λαβὼν δὲ ὁ Ἰώσηπος τὰ γράμματα καὶ τὴν ἐξουσίαν μετὰ τοῦ ἀξιώματος ἐπὶ τὴν Τιβεριάδα ἧκεν, ἔχων καὶ ἐπιστολὰς ἀπὸ τῶν βασιλικῶν ἀναλίσκειν, ἀλλὰ καὶ αὐτὸς ὀψωνίοις παρὰ τοῦ βασιλέως τετιμημένος. ἄρχεται γοῦν ἐν Τιβεριάδι κτίζειν. ναὸς δὲ μέγιστος ἐν τῇ πόλει προϋπῆρχε· τάχα, οἶμαι, Ἀδριανεῖον τοῦτο ἐκάλουν. ἀτελὲς δὲ τοῦτο τὸ Ἀδριανεῖον διαμεῖναν τάχα οἱ πολῖται εἰς δημόσιον λουτρὸν ἐπειρῶντο ἐπισκευάσαι. ὅπερ εὑρὼν ὁ Ἰώσηπος ἐκ τούτου τὴν πρόφασιν ἔσχε, καὶ ὡς ἤδη τετραχῆ τοὺς τοίχους διὰ τετραπόδων λίθων εὗρεν ἕως ὕψους τινὸς ἀνεγηγερμένους, ἐντεῦθεν ἄρχεται ποιεῖσθαι τῆς ἐκκλησίας τὴν ἐπιμέλειαν. ἀσβέστου δὲ ἦν χρεία καὶ τῆς ἄλλης ὕλης. καμίνους τοίνυν ἔξωθεν τῆς πόλεως πολλὰς προσέταξε γενέσθαι, τάχα τὸν ἀριθμὸν ἑπτά φούρνακας δὲ 1.348 ἐπιχωρίως ταύτας καλοῦσιν. οἱ δὲ δεινοὶ καὶ πρὸς πᾶν ἐπιχείρημα εὔτολμοι Ἰουδαῖοι τῆς παρ' αὐτοῖς ἀεὶ γινομένης μαγγανείας οὐκ ἀπέσχοντο. μαγείαις γάρ τισι καὶ περιεργίαις τὸ πῦρ καταδῆσαι οἱ γεννάδαι Ἰουδαῖοι ἐπετρίβησαν, ἀλλ' οὐκ εἰς τέλος ἴσχυσαν. ἤργει γοῦν τὸ πῦρ καὶ οὐκ ἔπραττεν ἀλλὰ τῆς ἰδίας ὡς εἰπεῖν φύσεως ἐκτὸς ἐγένετο. ὡς δὲ οἱ τὴν καυστικὴν ὕλην παραβάλλειν τῷ