79
πυρὶ ἐπιτεταγμένοι φημὶ δὲ ῥῶπας εἴτ' οὖν φρύγανα τῷ Ἰωσήπῳ τὸ πραχθὲν ἐσήμαναν, δηχθεὶς τὴν φρένα ὁ ἀνὴρ καὶ ζήλῳ ἀρθεὶς τῷ πρὸς τὸν κύριον ἔδραμεν ἔξω τῆς πόλεως καὶ ὕδωρ κελεύσας ἐνεχθῆναι ἐν ἀγγείῳ, ἐν καψάκῃ φημί κακούβιον δὲ τοῦτο οἱ ἐπιχώριοι καλοῦσι, λαβών τε τὸ αὐτὸ ἄγγος τοῦ ὕδατος ἐνώπιον πάντων συνηθροίσθη δὲ πλῆθος Ἰουδαίων ἐπὶ τὴν θέαν, καὶ τὸ ἀποβησόμενον ἰδεῖν σπουδάζοντες καὶ ὅ τι ἐπιχειρήσειεν Ἰώσηπος πράττειν μεγάλῃ τῇ φωνῇ ὁ ἀνὴρ σταυροῦ σφραγῖδα ἐπιθεὶς τῷ ἀγγείῳ διὰ τοῦ ἰδίου δακτύλου καὶ ἐπικαλεσάμενος τὸ ὄνομα Ἰησοῦ εἶπεν οὕτως «ἐν ὀνόματι Ἰησοῦ τοῦ Ναζωραίου, οὗ ἐσταύρωσαν οἱ πατέρες μου καὶ τούτων πάντων τῶν περιεστώτων, γένηται δύναμις ἐν τούτῳ τῷ ὕδατι εἰς ἀθέτησιν πάσης φαρμακείας καὶ μαγείας ἧς οὗτοι ἔπραξαν καὶ εἰς ἐνέργειαν δυνάμεως τῷ πυρὶ εἰς τὸ ἐπιτελεσθῆναι τὸν οἶκον κυρίου». καὶ οὕτως λαμβάνει τὸ ὕδωρ ἐν τῇ χειρὶ καὶ ῥαίνει ἑκάστῳ φούρνακι ἐκ τοῦ ὕδατος. καὶ ἀνελύετο μὲν τὰ φάρμακα, τὸ πῦρ δὲ ἐνώπιον πάντων ἀνεβλύστανεν. οἱ δὲ παρόντες ὄχλοι κραυγάσαντες «εἷς θεός, ὁ βοηθῶν τοῖς Χριστιανοῖς» ἀνεχώρησαν. πολλάκις δὲ κακούντων τὸν ἄνδρα ἐκείνων, εἰς ὕστερον μέρος τι τοῦ ναοῦ ἐν Τιβεριάδι οἰκοδομήσας καὶ μικρὰν ἐκκλησίαν ἀποτελέσας οὕτως ἐκεῖθεν ἀνεχώρησεν, ἐν Σκυθοπόλει δὲ ἐλθὼν κατέμεινεν. ἐν ∆ιοκαισαρείᾳ δὲ καὶ ἄλλαις τισὶ τελείως ᾠκοδόμησε. ταῦτα δὲ πραχθέντα καὶ ἐνταῦθά μοι ἐπιμνησθέντα ἕνεκεν τῆς τῶν βίβλων ἑρμηνείας, πῶς ἀπὸ Ἑλληνίδος τὸ εὐαγγέλιον τὸ κατὰ Ἰωάννην εἰς Ἑβραΐδα μετέπεσε καὶ αἱ Πράξεις τῶν ἀποστόλων, ἕως ὧδε τὰ τῆς ἱστορίας καὶ ὑφηγήσεως ἐχέτω. 13. Ἐπάνειμι δὲ τὴν κατὰ Ἐβίωνος ποιούμενος ἀκολουθίαν· διὰ γὰρ τὸ κατὰ Ματθαῖον εὐαγγέλιον προϊὼν ὁ λόγος τὴν ἀκολουθίαν 1.349 τῆς εἰς ἡμᾶς ἐλθούσης γνώσεως παραθέσθαι ἠνάγκασεν. ἐν τῷ γοῦν παρ' αὐτοῖς εὐαγγελίῳ κατὰ Ματθαῖον ὀνομαζομένῳ, οὐχ ὅλῳ δὲ πληρεστάτῳ, ἀλλὰ νενοθευμένῳ καὶ ἠκρωτηριασμένῳ Ἑβραϊκὸν δὲ τοῦτο καλοῦσιν ἐμφέρεται ὅτι «ἐγένετό τις ἀνὴρ ὀνόματι Ἰησοῦς, καὶ αὐτὸς ὡς ἐτῶν τριάκοντα, ὃς ἐξελέξατο ἡμᾶς. καὶ ἐλθὼν εἰς Καφαρναοὺμ εἰσῆλθεν εἰς τὴν οἰκίαν Σίμωνος τοῦ ἐπικληθέντος Πέτρου καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ εἶπεν· παρερχόμενος παρὰ τὴν λίμνην Τιβεριάδος ἐξελεξάμην Ἰωάννην καὶ Ἰάκωβον, υἱοὺς Ζεβεδαίου, καὶ Σίμωνα καὶ Ἀνδρέαν καὶ * Θαδδαῖον καὶ Σίμωνα τὸν ζηλωτὴν καὶ Ἰούδαν τὸν Ἰσκαριώτην, καὶ σὲ τὸν Ματθαῖον καθεζόμενον ἐπὶ τοῦ τελωνίου ἐκάλεσα καὶ 1.350 ἠκολούθησάς μοι. ὑμᾶς οὖν βούλομαι εἶναι δεκαδύο ἀποστόλους εἰς μαρτύριον τοῦ Ἰσραήλ» καί «ἐγένετο Ἰωάννης βαπτίζων, καὶ ἐξῆλθον πρὸς αὐτὸν Φαρισαῖοι καὶ ἐβαπτίσθησαν καὶ πᾶσα Ἱεροσόλυμα. καὶ εἶχεν ὁ Ἰωάννης ἔνδυμα ἀπὸ τριχῶν καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ. καὶ τὸ βρῶμα αὐτοῦ, φησί, μέλι ἄγριον, οὗ ἡ γεῦσις ἡ τοῦ μάννα, ὡς ἐγκρὶς ἐν ἐλαίῳ»· ἵνα δῆθεν μεταστρέψωσι τὸν τῆς ἀληθείας λόγον εἰς ψεῦδος καὶ ἀντὶ ἀκρίδων ποιήσωσιν ἐγκρίδα ἐν μέλιτι. ἡ δὲ ἀρχὴ τοῦ παρ' αὐτοῖς εὐαγγελίου ἔχει ὅτι «ἐγένετο ἐν ταῖς ἡμέραις Ἡρῴδου βασιλέως τῆς Ἰουδαίας ἐπὶ ἀρχιερέως Καϊάφα, ἦλθέν τις Ἰωάννης ὀνόματι βαπτίζων βάπτισμα μετανοίας ἐν τῷ Ἰορδάνῃ ποταμῷ, ὃς ἐλέγετο εἶναι ἐκ γένους Ἀρὼν τοῦ ἱερέως, παῖς Ζαχαρίου καὶ Ἐλισάβετ, καὶ ἐξήρχοντο πρὸς αὐτὸν πάντες». καὶ μετὰ τὸ εἰπεῖν πολλὰ ἐπιφέρει ὅτι «τοῦ λαοῦ βαπτισθέντος ἦλθεν καὶ Ἰησοῦς καὶ ἐβαπτίσθη ὑπὸ τοῦ Ἰωάννου. καὶ ὡς ἀνῆλθεν ἀπὸ τοῦ ὕδατος, ἠνοίγησαν οἱ οὐρανοὶ καὶ εἶδεν τὸ πνεῦμα τὸ ἅγιον ἐν εἴδει περιστερᾶς, κατελθούσης καὶ εἰσελθούσης εἰς αὐτόν. καὶ φωνὴ ἐκ τοῦ οὐρανοῦ λέγουσα· σύ μου εἶ ὁ υἱὸς ὁ ἀγαπητός, ἐν σοὶ ηὐδόκησα, καὶ πάλιν· ἐγὼ σήμερον γεγέννηκά σε. καὶ 1.351 εὐθὺς περιέλαμψε τὸν τόπον φῶς μέγα. ὃ ἰδών, φησίν, ὁ Ἰωάννης λέγει αὐτῷ· σὺ τίς εἶ, κύριε; καὶ πάλιν φωνὴ ἐξ οὐρανοῦ πρὸς αὐτόν· οὗτός