83
20. Καὶ πρῶτον μὲν περὶ τοῦ Χριστοῦ ὅτι οὐ ψιλὸς ἄνθρωπος ῥητέον. οὐ δύναται γὰρ ὁ γεννηθεὶς κατὰ πάντα ὡς ἄνθρωπος σημείου 1.360 ἕνεκα τῷ κόσμῳ δοθήσεσθαι, ὡς περὶ αὐτοῦ προεθέσπιζε τὸ ἅγιον πνεῦμα, ὅτε τῷ Ἄχαζ ἔλεγεν «αἴτησαι σεαυτῷ σημεῖον»· κἀκείνου μὴ αἰτήσαντος, τότε φησὶν ὁ προφήτης «αὐτὸς κύριος δώσει ὑμῖν σημεῖον· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει». παρθένος δὲ οὐ καλεῖται ἡ συναφθεῖσα ἀνδρὶ καὶ γαμηθεῖσα γυνή, παρθένος δὲ ἐκείνη κυρίως λέγοιτ' ἂν ἡ ἄνευ ἀνδρὸς τὴν σύλληψιν τοῦ θεοῦ Λόγου κατὰ ἀλήθειαν ἐσχηκυῖα, ὡς καὶ αὐτὸς Ἠσαΐας ἐν ἄλλῳ τόπῳ φησί «φωνὴ κραυγῆς ἐκ πόλεως, φωνὴ ἐκ ναοῦ, φωνὴ κυρίου ἀνταποδόσεως, ἀνταποδιδόντος τοῖς ἀντικειμένοις· πρὶν ἢ τὴν ὠδίνουσαν τεκεῖν, πρὶν ἢ ἐλθεῖν τὸν πόνον τῶν ὠδίνων ἐξέφυγε καὶ ἔτεκεν ἄρσεν. τίς ἤκουσε τοιοῦτο ἢ τίς ἑώρακε τοιαῦτα; εἰ ὤδινεν ἡ γῆ ἐν μιᾷ ἡμέρᾳ καὶ ἔτεκεν ἔθνος εἰς ἅπαξ; ὅτι ὤδινεν καὶ ἔτεκεν Σιὼν τὰ παιδία αὐτῆς· ἐγὼ δὲ ἔδωκα τὴν προσδοκίαν ταύτην καὶ οὐκ ἐμνήσθησαν, λέγει κύριος». ποία δὲ προσδοκία καὶ ποῖα παιδία ἀλλ' ἢ τὸ παρθένον γεννῆσαι ἄνευ ὠδίνων, ὅπερ οὐδαμοῦ γεγένηται, καὶ τὸ τὸν δι' αὐτὸν ἀπὸ Ἐλισάβετ κατὰ ἐπαγγελίαν γεννηθέντα Ἰωάννην παῖδα *, εἰ καὶ ὁ Ἰωάννης δι' ὠδίνων γεγέννηται; πῶς οὖν οὗτοι ἐκ σπέρματος ἀνδρὸς ψιλὸν ἄνθρωπον ὁρίζονται τὸν σωτῆρα; πῶς δὲ οὐ γνωσθήσεται ὡς καὶ Ἰερεμίας περὶ αὐτοῦ φησιν ὅτι «ἄνθρωπός ἐστι, καὶ τίς γνώσεται αὐτόν»; διηγούμενος γὰρ ὁ προφήτης περὶ αὐτοῦ ἔλεγεν «τίς γνώσεται αὐτόν;». εἰ δὲ περὶ ψιλοῦ ἔλεγεν ἀνθρώπου, πάντως ἂν καὶ ὁ πατὴρ αὐτὸν ἐγίνωσκεν καὶ ἡ μήτηρ, συγγενεῖς τε καὶ γείτονες, σύσκηνοί τε καὶ συμπολῖται· ἀλλ' ἐπειδὴ ἐκ Μαρίας μέν ἐστι τὸ γέννημα, ἄνωθεν δὲ ἦλθεν ὁ θεὸς Λόγος, οὐκ ἀπὸ σπέρματος ἀνδρός, ἀλλ' ἐκ πατρὸς μὲν ἄνωθεν γεννηθεὶς ἐν ἀληθείᾳ ἀχρόνως καὶ ἀνάρχως, ἐπ' ἐσχάτων δὲ τῶν ἡμερῶν εὐδοκήσας ἐν μήτρᾳ γενέσθαι παρθένου καὶ ἐξ αὐτῆς ἀναπλάσαι εἰς ἑαυτὸν τὴν σάρκα, διὰ τοῦτό φησι «καὶ ἄνθρωπος μέν ἐστι, τίς δὲ γνώσεται αὐτόν;» ὅτι θεὸς ἄνωθεν ἦλθεν, ὁ μονογενὴς θεὸς Λόγος. πολλὴ δὲ ταλαιπωρία τῶν πεπλανημένων, τῶν καταλειψάντων μὲν προφητῶν μαρτυρίας καὶ ἀγγέλων, καὶ ἀνασχομένων Ἐβίωνος τοῦ πεπλανημένου, 1.361 τοῦ τὴν ἑαυτοῦ ἡδονὴν βουλομένου πληροῦν καὶ τὰ Ἰουδαϊκὰ μεταχειριζομένου καὶ ἀπὸ Ἰουδαίων ἠλλοτριωμένου. ὁ μὲν γὰρ Γαβριὴλ εὐθὺς τῇ παρθένῳ εὐαγγελιζόμενος, αὐτῆς λεγούσης «πῶς ἔσται ταῦτα, ὅτι ἄνδρα οὐ γινώσκω», τὸ ἀσφαλὲς ὑποτιθέμενος ἔφη «πνεῦμα κυρίου ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον κληθήσεται υἱὸς θεοῦ». ἐν τῷ γὰρ εἰπεῖν «τὸ γεννώμενον» ἔδειξε μὲν τὴν σάρκα ἀπ' αὐτῆς εἶναι καὶ τὴν ἄλλην ἐνανθρώπησιν, ἄνωθεν δὲ ἀπ' οὐρανῶν τὴν δύναμιν τοῦ ὑψίστου καὶ τὸ ἅγιον πνεῦμα ἐπισκιάσαι τῇ ἁγίᾳ παρθένῳ καὶ ἄνωθεν καταβεβηκέναι τὸν μονογενῆ υἱὸν θεὸν Λόγον, * καὶ ὡς ἐνηνθρώπησε καὶ ὡς ἀπ' αὐτῆς ἐν ἀληθείᾳ ἐγεννήθη. πόσα δὲ ἄλλα ἐστὶ τοιαῦτα; εἴωθα δέ, ὡς ὑπεσχόμην, μὴ διὰ πλάτους φέρεσθαι, ἵνα μὴ εἰς ὄγκον πολὺν ἀγάγω τὴν πραγματείαν. 21. Περὶ δὲ τῶν ἄλλων ἑξῆς διηγήσομαι, ὧν τε κατὰ Πέτρου καὶ τῶν ἄλλων ἀποστόλων καταψεύδονται· ὅτι, φησίν, ὁ Πέτρος καθ' ἑκάστην ἡμέραν βαπτισμοῖς ἐκέχρητο, πρὶν ἢ καὶ ἄρτου αὐτὸν μεταλαμβάνειν. καὶ ὅρα τὸ πᾶν αὐτῶν συκοφάντημα καὶ τὸ ὕπουλον τῆς ἀγυρτώδους αὐτῶν διδασκαλίας. ἀπὸ τοῦ γὰρ αὐτοὺς μεμιάνθαι καὶ λαγνιστέρως πολλάκις πολλὰ πράττειν ἐπὶ τῆς γῆς, εἰς πεισμονὴν τῆς ἑαυτῶν πληροφορίας τῷ ὕδατι δαψιλῶς χρῶνται, ἵνα δῆθεν ἑαυτοὺς ἀπατήσωσι, διὰ βαπτισμῶν ἔχειν τὴν κάθαρσιν νομίζοντες. καὶ ταῦτα εἰς τοὺς ἀποστόλους ἐμπαροινεῖν οὐκ αἰσχύνονται, καίτοι τοῦ κυρίου ἐλέγχοντος αὐτῶν τὴν κακοτροπίαν ἐν τῷ τὸν Πέτρον εἰρηκέναι, ὅτε ἦλθεν τοὺς πόδας αὐτοῦ νίψαι, ὅτι «οὐ μὴ νίψῃς τοὺς πόδας μου εἰς τὸν