84
αἰῶνα», καὶ τὴν ἀνθυποφορὰν ὑπὸ τοῦ σωτῆρος ἐξενεχθῆναι ὅτι «ἐὰν μὴ νίψω σου τοὺς πόδας, οὐκ ἔχεις μέρος μετ' ἐμοῦ», κἀκείνου πάλιν ἀνταποκρινομένου ὅτι «οὐ μόνον τοὺς πόδας, ἀλλὰ καὶ τὴν κεφαλήν», τοῦ δὲ κυρίου πάλιν λέγοντος ὅτι 1.362 «ὁ λουσάμενος ἅπαξ οὐ χρείαν ἔχει τὴν κεφαλὴν νίψασθαι, εἰ μὴ τοὺς πόδας μόνον· ἔστιν γὰρ καθαρὸς ὅλος». ἔδειξεν οὖν ὅτι οὐ χρὴ βαπτισμοῖς χρῆσθαι καὶ ἔθεσιν ἀνωφελέσι καὶ ἐντάλμασιν ἀνθρώπων καὶ διδασκαλίαις, ὡς καὶ ἐν τῷ εὐαγγελίῳ συνῳδὰ τῷ προφήτῃ λέγει «ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ' ἐμοῦ. μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας, ἐντάλματα ἀνθρώπων». ἐπεὶ κατὰ ποίαν αἰτίαν ἐμέμφετο τοὺς Φαρισαίους καὶ Γραμματεῖς, τοὺς βαπτισμοῖς πυγμῇ χρωμένους ἑαυτῶν τε καὶ ξεστῶν καὶ ποτηρίων καὶ τῶν ἄλλων; καὶ τελείως ἀποφαίνεται ὅτι «τὸ ἀνίπτοις χερσὶν ἐσθίειν οὐ κοινοῖ τὸν ἄνθρωπον»; ὥστε οὐ μόνον τὸ βαπτίζεσθαι τούτων ἀνέτρεψεν, ἀλλὰ καὶ τὸ νίψαι χεῖρας περιττὸν εἶναι ἔδειξε καὶ τῷ μὴ βουλομένῳ τὰς χεῖρας νίπτεσθαι μὴ εἶναι βλάβην. 22. Πῶς δὲ περὶ κρεοφαγίας οὐκ εὐθὺς ἡ αὐτῶν ἄνοια ἐλεγχθήσεται; πρῶτον μὲν τοῦ κυρίου ἐσθίοντος τὸ Πάσχα τῶν Ἰουδαίων. Πάσχα δὲ τῶν Ἰουδαίων πρόβατον ἦν καὶ ἄζυμα, κρέα προβάτου ὀπτὰ πυρὶ ἐσθιόμενα· ὡς καὶ οἱ μαθηταὶ αὐτῷ λέγουσι «ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα;» καὶ αὐτὸς ὁ κύριος λέγει «ἀπέλθετε εἰς τὴν πόλιν καὶ εὑρήσετε ἄνθρωπον βαστάζοντα κεράμιον ὕδατος καὶ ἀκολουθήσατε αὐτῷ ὅπου ὑπάγει καὶ εἴπατε τῷ οἰκοδεσπότῃ, ποῦ ἐστι τὸ κατάλυμα ὅπου ποιήσω τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου; καὶ δείξει ὑμῖν ὑπερῷον ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε». πάλιν δὲ αὐτὸς ὁ κύριος λέγει «ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν μεθ' ὑμῶν»· καὶ οὐκ εἶπεν ἁπλῶς Πάσχα, ἀλλὰ τοῦτο τὸ Πάσχα, ἵνα μή τις μεθοδεύσῃ εἰς τὴν ἑαυτοῦ ὑπόνοιαν. Πάσχα 1.363 δὲ ἦν, ὡς εἶπον, κρέα ὀπτὰ πυρὶ καὶ τὰ ἄλλα. αὐτοὶ δὲ ἀφανίσαντες ἀφ' ἑαυτῶν τὴν τῆς ἀληθείας ἀκολουθίαν ἤλλαξαν τὸ ῥητόν, ὅπερ ἐστὶ πᾶσι φανερὸν ἐκ τῶν συνεζευγμένων λέξεων, καὶ ἐποίησαν τοὺς μαθητὰς μὲν λέγοντας «ποῦ θέλεις ἑτοιμάσωμέν σοι τὸ Πάσχα φαγεῖν», καὶ αὐτὸν δῆθεν λέγοντα «μὴ ἐπιθυμίᾳ ἐπεθύμησα κρέας τοῦτο τὸ Πάσχα φαγεῖν μεθ' ὑμῶν». πόθεν δὲ οὐ φωραθήσεται ἡ αὐτῶν ῥᾳδιουργία, τῆς ἀκολουθίας κραζούσης ὅτι τὸ μῦ καὶ τὸ ἦτά ἐστι πρόσθετα; ἀντὶ τοῦ γὰρ εἰπεῖν «ἐπιθυμίᾳ ἐπεθύμησα» αὐτοὶ προσέθεντο τὸ «μή» ἐπίρρημα. αὐτὸς δὲ ἀληθῶς ἔλεγεν «ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν μεθ' ὑμῶν»· αὐτοὶ δὲ ἐπιγράψαντες τὸ κρέας ἑαυτοὺς ἐπλάνησαν, ῥᾳδιουργήσαντες καὶ εἰπόντες «μὴ ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα κρέας φαγεῖν μεθ' ὑμῶν»· σαφῶς δὲ δείκνυται ὅτι καὶ Πάσχα ἐπετέλεσε καὶ κρέα βέβρωκεν, ὡς προεῖπον. ἀλλὰ καὶ ἀπὸ τοῦ ὁράματος ἐλεγχθήσονται τοῦ ἀποκαλυφθέντος τῷ ἁγίῳ Πέτρῳ διὰ τῆς ὀθόνης τῆς ἐχούσης πάντα ἐν αὐτῇ θηρία τε καὶ κτήνη καὶ ἑρπετὰ καὶ πετεινὰ καὶ φωνῆς κυρίου λεγούσης «ἀναστὰς θῦσον καὶ φάγε»· καὶ τοῦ Πέτρου λέγοντος «μηδαμῶς, κύριε· οὐδὲν κοινὸν ἢ ἀκάθαρτον εἰσῆλθεν εἰς τὸ στόμα μου», φησὶν ὁ κύριος «ἃ ὁ θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου». εὑρεθήσεται γὰρ ἐκ δύο τρόπων τῆς ἀληθείας ἡ σύστασις. εἰ μὲν γὰρ ἐροῦσι κατὰ πάντων τῶν βρωμάτων διεξεληλυθέναι τὸν λόγον τοῦ ἁγίου Πέτρου λέγοντος ὅτι οὐδέποτε κοινὸν ἢ ἀκάθαρτον εἰσῆλθεν εἰς τὸ στόμα μου, ὡς καὶ βόας καὶ αἶγας καὶ πρόβατα καὶ ὄρνεις κοινὰ λέγεσθαι παρ' αὐτῷ, εὐθὺς ἐλεγχθήσονται ἐκ τῆς προτέρας αὐτοῦ ἀναστροφῆς. μετὰ γὰρ τὸ γῆμαι καὶ τέκνα κεκτῆσθαι καὶ πενθερὰν ἔχειν συνέτυχε τῷ σωτῆρι, ἐξ Ἰουδαίων ὁρμώμενος. Ἰουδαῖοι δὲ καὶ σάρκας ἐσθίουσι καὶ κρεοφαγία παρ' αὐτοῖς οὐκ ἐβδέ1.364 λυκται οὐδὲ ἀπηγόρευται. ἄρα γοῦν αὐτοῦ βεβρωκότος ἀπ' ἀρχῆς- εἰ καὶ ἕως τοῦ συναντῆσαι τῷ σωτῆρι εἴποιμεν-δειχθήσεται ὅτι