85
οὐδὲν κοινὸν ἡγήσατο τῶν οὐ κοινῶν λεγομένων. καὶ γὰρ οὐ κατὰ πάντων διεξήγαγε τὸ κοινὸν καὶ ἀκάθαρτον, ἀλλὰ περὶ ὧν ἔλεγεν ὁ νόμος κοινῶν καὶ ἀκαθάρτων. πάλιν δὲ τούτου δειχθέντος ὅτι οὐ περὶ πάντων τῶν κρεῶν αὐτῷ ἤγετο ὡς κοινῶν πάντων ὄντων, ἀλλὰ περὶ τῶν ἐν τῷ νόμῳ κοινῶν τε καὶ ἀκαθάρτων, ὁ θεὸς τῆς ἁγίας Χριστοῦ ἐκκλησίας τὸν χαρακτῆρα παραδιδοὺς ἔλεγεν αὐτῷ μηδὲν κοινὸν ἡγεῖσθαι· «πάντα γάρ ἐστι καθαρὰ μετὰ εὐχαριστίας καὶ εὐλογίας θεοῦ λαμβανόμενα.» ἀλλ' εἰ καὶ περὶ τῆς κλήσεως τῶν ἐθνῶν τὸ αἴνιγμα εἶχεν, ἵνα μὴ ἡγήσηται τοὺς ἐν ἀκροβυστίᾳ κοινοὺς ἢ ἀκαθάρτους, ὅμως ἡ ἔμφασις τοῦ Πέτρου οὐ περὶ ἀνθρώπων εἶχε τὴν ὑπόνοιαν, ἀλλὰ περὶ τῶν ἐν τῷ νόμῳ ἀπηγορευμένων, ὡς καὶ παντί τῳ σαφὲς ἂν εἴη· καὶ ἐξέπεσεν αὐτῶν πανταχόθεν ὁ ληρώδης λόγος. 23. Τῶν δὲ ἀποστόλων τὰ ὀνόματα εἰς τὴν τῶν ἠπατημένων ὑπ' αὐτῶν πειθὼ προσποιητῶς δέχονται βίβλους τε ἐξ ὀνόματος αὐτῶν πλασάμενοι ἀνεγράψαντο, δῆθεν ἀπὸ προσώπου Ἰακώβου καὶ Ματθαίου καὶ ἄλλων μαθητῶν. ἐν οἷς ὀνόμασι καὶ τὸ ὄνομα Ἰωάννου τοῦ ἀποστόλου ἐγκαταλέγουσιν, ἵνα πανταχόθεν φωρατὴ γένηται ἡ αὐτῶν ἄνοια. οὐ μόνον γὰρ ἐλέγχει αὐτοὺς κατὰ πάντα τρόπον, λέγων ὅτι «ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ Λόγος», ἀλλὰ καὶ ὅτι τὰς τῶν ἁγίων προφητῶν μαρτυρίας *, ἐν ᾧ ἐκ πνεύματος ἁγίου ὁρμώμενος καὶ τὰ ὑπὸ τοῦ σωτῆρος εἰρημένα καλῶς ἀκριβολογήσας περὶ ἑκάστης ὑποθέσεως τῆς εἰς Χριστὸν πληρωθείσης, ὡς εἶπον, τὰς μαρτυρίας ἐξέθετο, ἀφ' ὧν προφητῶν οὗτοι ἑαυτοὺς ἀπηλλοτρίωσαν. καὶ εὐθὺς ἔδειξεν ὡς τοῖς πρὸς Ἰωάννην τὸν βαπτιστὴν ὑπὸ τῶν Φαρισαίων πεμφ1.365 θεῖσιν αὐτὸς Ἰωάννης ἀποκρίνεται λέγων «ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, εὐθύνατε τὴν ὁδὸν κυρίου, καθὼς εἶπεν Ἠσαΐας ὁ προφήτης». καὶ πάλιν αὐτὸς Ἰωάννης λέγει, ἀπὸ τῶν προφητῶν λαβὼν τὴν μαρτυρίαν φημὶ δὲ ἀπὸ τοῦ ∆αυίδ, ὅτε ὁ κύριος τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψε καὶ εἶπεν· μὴ ποιῆτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου, «ἐμνήσθησαν ὅτι ἦν γεγραμμένον ὅτι ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέν με». καὶ πάλιν αὐτὸς Ἰωάννης εἶπεν ὅτι «Ἠσαΐας εἶδεν ὢν ἐν πνεύματι ἁγίῳ». 24. Πάλιν δὲ ὁ αὐτὸς ἅγιος Ἰωάννης κηρύττων ἐν τῇ Ἀσίᾳ ἱστορεῖται παράδοξον ἔργον τι πεποιηκὼς εἰς ὑπογραμμὸν τῆς ἀληθείας. πολιτείαν γὰρ ἔχων θαυμασιωτάτην καὶ συμπρέπουσαν αὐτοῦ τῷ ἀξιώματι τῆς ἀποστολῆς καὶ μηδ' ὅλως λουόμενος, ἠναγκάσθη ὑπὸ τοῦ ἁγίου πνεύματος προελθεῖν ἕως τοῦ βαλανείου, εἰπὼν ὅτι «λάβετέ μοι τὰ πρὸς βαλανεῖον». καὶ τῶν συνεπομένων θαυμαζόντων ἦλθεν εἰς αὐτὸ τὸ λουτρὸν καὶ γεγονὼς πρὸς τὸν εἰωθότα ὑποδέχεσθαι τῶν λουομένων τὰ ἱμάτια ἤρετο τίς ἔνδον ἐστὶν ἐν τῷ βαλανείῳ· ὁ δὲ ὀλεάριος ὁ ἐπὶ τῷ φυλάττειν τὰ ἱμάτια προσκαρτερῶν ἐν τοῖς γὰρ γυμνασίοις ἔργον τοῦτό τισιν ὑπάρχει πορισμοῦ ἕνεκα τῆς ἐφημέρου τροφῆς ἔφη τῷ ἁγίῳ Ἰωάννῃ ὅτι Ἐβίων ἔνδον ἐστίν. Ἰωάννης δὲ εὐθὺς συνεὶς τὴν τοῦ ἁγίου πνεύματος ὁδηγίαν, δι' ἣν αἰτίαν προὐτρέψατο αὐτὸν ἕως τοῦ βαλανείου ἥκειν, ὡς ἔφην, μνήμης ἕνεκα τοῦ καταλιπεῖν ἡμῖν τὴν τῆς ἀληθείας ὑπόθεσιν, ὅτι τίνες εἰσὶν οἱ δοῦλοι Χριστοῦ καὶ ἀπόστολοι καὶ υἱοὶ τῆς αὐτῆς ἀληθείας, τίνα δέ ἐστι τὰ σκεύη τοῦ πονηροῦ καὶ πύλαι Ἅιδου, μὴ κατισχύουσαι τῆς πέτρας καὶ τῆς ἐπ' αὐτῇ οἰκοδομηθείσης ἁγίας θεοῦ ἐκκλησίας, εὐθὺς ταράξας ἑαυτὸν καὶ οἰμώξας, ἠρέμα εἰς τὸ πάντας ἀκοῦσαι εἰς μαρτύριον παραστάσεως ἀχράντου διδασκαλίας «σπεύσατε, ἀδελφοί» ἔφη «ἐξέλθωμεν ἐντεῦθεν, μὴ πέσῃ τὸ βαλανεῖον καὶ κατορύξῃ ἡμᾶς μετὰ Ἐβίωνος τοῦ ἔνδον ἐν τῷ βαλανείῳ διὰ τὴν αὐτοῦ 1.366 ἀσέβειαν». καὶ μηδεὶς θαυμαζέτω ἐπὶ τῷ ἀκοῦσαι Ἐβίωνα Ἰωάννῃ συντετυχηκέναι. πολυχρόνιος γὰρ καταμείνας τῷ βίῳ ὁ μακάριος Ἰωάννης διήρκεσεν ἄχρι τῆς τοῦ Τραϊανοῦ βασιλείας.