87
26. Αὐχοῦσι δὲ πάλιν περιτομὴν ἔχοντες καὶ σεμνύνονται δῆθεν ταύτην εἶναι σφραγῖδα καὶ χαρακτῆρα τῶν τε πατριαρχῶν καὶ δικαίων τῶν κατὰ τὸν νόμον πεπολιτευμένων, δι' ἧς ἐξισοῦσθαι ἐκείνοις νομίζουσι· καὶ δῆτα ἀπ' αὐτοῦ τοῦ Χριστοῦ τὴν σύστασιν ταύτης βούλονται φέρειν, ὡς καὶ οἱ περὶ Κήρινθον. φασὶ γὰρ καὶ οὗτοι κατὰ τὸν ἐκείνων ληρώδη λόγον «ἀρκετὸν τῷ μαθητῇ εἶναι ὡς ὁ διδάσκαλος»· «περιετμήθη, φησίν, ὁ Χριστός, καὶ σὺ περιτμήθητι». * καὶ ἵνα κατὰ πάντα τρόπον καταισχύνηται τῆς πλάνης τὰ σπέρματα· καθάπερ χαλινὸς τῇ θαλάσσῃ ἐκ θεοῦ ὁρισθείς, κλεῖθρα καὶ πύλαι, ψάμμος ὅριον θαλάσσῃ καὶ πρόσταγμα τό «ἕως τούτου 1.369 ἐλεύσῃ, καὶ οὐχ ὑπερβήσῃ, ἀλλὰ ἐν σεαυτῇ συντριβήσονταί σου τὰ κύματα» ὥς φησιν, οὕτω καὶ οὗτοι ἐν ἑαυτοῖς καταδαπανηθήσονται. ἀλλὰ ἐκεῖ μὲν ἐκ θεοῦ προστάγματος εἰς εὐταξίαν θαλάσσης ἐκ θεοῦ εἴρηται ὁ τοῦ ὅρου λόγος, ἐνταῦθα δὲ ἀφ' ἑαυτῆς ἡ κακία καὶ ἡ πλάνη τυφλώττουσα τὸν νοῦν καὶ τὸν εὐσεβῆ λογισμὸν ἀποστρεφομένη προὔλαβε καθ' ἑαυτῆς ὥσπερ κύματα ἐγείρειν, τὰ σχέτλια τῶν προαπαγγελλομένων αὐτῆς ὑπολήψεων ἑτέροις κύμασιν ἑαυτῆς συγκρούουσα καὶ ἐν ἑαυτῇ ἀεὶ συντριβομένη ἑαυτήν τε διαλύουσα, -ἢ καθάπερ ἑρπετὸν δεινὸν ἑαυτὸ λυμαινόμενον καὶ ἀντιστρεφόμενον ἀπὸ τῆς κέρκου καὶ ἑαυτὸ βιβρῶσκον αὐτὸ ἑαυτοῦ ἀναλωτικὸν γινόμενον. τοῦτο γάρ φασι γεγενῆσθαι καιρῷ ὑπὸ ἀσπίδων συγκλεισθεισῶν ἐν πίθοις, καὶ ἑκάστης τὴν ἑτέραν καταναλωσάσης τὴν δὲ ἰταμωτέραν καὶ χαλεπωτέραν εἰς ὕστερον μεμενηκέναι· μόνην δὲ καταλειφθεῖσαν καὶ εἰς πεῖναν ἐλθοῦσαν ἀπὸ τῆς ἰδίας κέρκου ἀρξαμένην ἑαυτὴν καταβεβρωκέναι ἱστοροῦσί τινες φυσιολόγοι κατὰ τὴν Αἰγυπτίων χώραν. ὅθεν καὶ ἁρμοδίως τὸ ὄνομα αὐτῇ ἐπέθεντο, διὰ τὴν κεφαλὴν τῆς Γοργόνος καὶ ταύτην ἀσπιδογοργόνα καλοῦντες. οὕτω καὶ ὁ ματαιόφρων Ἐβίων καὶ οἱ ἀμφ' αὐτὸν προὔλαβον ἑαυτοὺς κατατέμνοντες καὶ ἀναιροῦντες ἀπ' ἀρχῆς ἐκεῖνα ἐφ' οἷς καὶ σεμνύνονται. Χριστὸς γὰρ ἑαυτὸν οὐ περιέτεμεν, παιδίον γεννηθείς· δόξα δὲ τῷ ἐλεήμονι θεῷ, ὅτι ἑαυτὸν προέλαβεν ὁ Ἐβίων, ἵνα τὰ ἀληθινὰ μὴ ὁμολογήσῃ, εἰς τὸ καὶ ἔλεγχον αὐτῷ τοῦτο γενέσθαι. εἰ μὲν γὰρ ἔλεγεν αὐτὸν θεὸν ἄνωθεν ἥκοντα περιτετμῆσθαι τὴν ὀκταήμερον περιτομὴν ὑπὸ τῆς Μαρίας, τὸ τηνικαῦτα θεὸς ὢν καὶ συγχωρῶν κατὰ ἰδίαν εὐδοκίαν παρεῖχεν ἂν τῷ ἀγύρτῃ τὴν περὶ τῆς περιτομῆς πιθανολογίαν. ὁπότε δὲ ψιλὸν ἄνθρωπον αὐτὸν γεγενῆσθαι ἀπὸ ἀνθρώπων παρεισφέρει, οὐκέτι αἴτιός ἐστιν ὁ παῖς, εἰ καὶ τὴν ὀκταήμερον περιτομὴν περιετμήθη. οὐ γὰρ ἑαυτὸν περιέ1.370 τεμεν, ἀλλὰ ὑπὸ ἀνθρώπων περιετμήθη. καὶ γὰρ οἱ παῖδες οὐχ ἑαυτοὺς περιτέμνουσι καὶ οὐδὲ αἴτιοί εἰσι τῆς ἑαυτῶν περιτομῆς, ἀλλ' οἱ αὐτῶν γονεῖς. ἐκεῖνοι γὰρ ἀδαεῖς ὄντες νηπιάζουσιν ἀγνοοῦντες καὶ οὐδὲ οἴδασι τί αὐτοῖς ἀπὸ τῶν γονέων γίνεται. 27. Ἡμεῖς δὲ καὶ θεὸν αὐτὸν λέγομεν ἀπ' οὐρανοῦ ἐλθόντα καὶ ἐν μήτρᾳ παρθένου Μαρίας τὸν χρόνον τῶν ἐγκυμονουμένων παίδων παραμεμενηκότα, ὅπως τελείως ἀπὸ τῆς παρθενικῆς μήτρας τὴν ἔνσαρκον ἐνανθρώπησιν ἑαυτῷ καὶ οἰκονομίαν οἰκονομήσῃ, ἐν ᾗ καὶ περιετμήθη ἀληθινῶς καὶ οὐ δοκήσει ἡμέρᾳ τῇ ὀγδόῃ. «ἦλθεν γὰρ πληρῶσαι τὸν νόμον καὶ τοὺς προφήτας, καὶ οὐ καταλῦσαι», οὐ τὸν νόμον ἀλλότριον ἀποφῆναι, ἀλλὰ ἐξ αὐτοῦ μὲν δεδωρημένον ἕως δὲ αὐτοῦ ἐν τύποις μεμενηκότα, ὅπως ἐν αὐτῷ καὶ δι' αὐτοῦ πάλιν ὅπερ ἐνέλιπεν ἐν τῷ νόμῳ πληρωθῇ, ἵνα οἱ τύποι εἰς πνευματικὴν τελείωσιν ἐλθόντες ἐν ἀληθείᾳ ὑπ' αὐτοῦ τε καὶ τῶν αὐτοῦ ἀποστόλων κηρυχθῶσιν, οὐκέτι ὄντες τύποι ἀλλὰ ἀλήθεια. ἐπὶ τούτῳ γὰρ ἐπληροῦτο τὸ ἐν τῷ νόμῳ εἰρημένον, ἕως αὐτοῦ τοῦ χρόνου διαρκέσαν καὶ ἐν αὐτῷ ἀφιστάμενον, εἰς πλήρωμα δὲ μεθιστάμενον, ὅπερ ἔφη ἡ Σεπφώρα, ὅτι «ἔστη τὸ αἷμα τῆς περιτομῆς τοῦ παιδίου μου».