89
«ἀπὸ διετοῦς καὶ κατωτέρω» ἐλθόντες εἰς Ἱερουσαλὴμ καὶ ἐρωτήσαντες οἱ αὐτοὶ μάγοι καὶ γνόντες ὅτι ἐν Βηθλεὲμ ὁ Χριστὸς γεννᾶται, ἐξῆλθον πάλιν τοῦ ἀστέρος ὁδηγοῦντος αὐτοὺς καὶ ἦλθον ἀπὸ Ἱεροσολύμων εἰς Βηθλεέμ. καὶ εἰσελθόντες εὗρον αὐτὸν μετὰ τῆς μητρὸς αὐτοῦ Μαρίας καὶ πεσόντες 1.373 προσεκύνησαν αὐτῷ καὶ προσήνεγκαν τὰ δῶρα. εἰ τοίνυν εὐθὺς προσκυνεῖται, οὐ ψιλὸς ἄνθρωπος ὁ γεννηθείς, ἀλλὰ θεὸς καὶ οὐ μετὰ τριάκοντα ἔτη καὶ οὐ μετὰ τὸ βάπτισμα Χριστὸς γίνεται, ἀλλὰ εὐθὺς Χριστὸς ἐγεννήθη ἀπὸ παρθένου θεὸς καὶ ἄνθρωπος. διὸ καὶ οἱ ἄγγελοι εὐθὺς ὑμνοῦσι λέγοντες «δόξα ἐν ὑψίστοις θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία» καὶ εὐαγγελίζονται τοὺς ποιμένας λέγοντες «ἐγεννήθη ὑμῖν Χριστὸς κύριος σήμερον ἐν πόλει ∆αυίδ». καὶ οὐ μόνον τοῦτο, ὦ ἠπατημένε Ἐβίων, δείκνυται, ἀλλὰ καὶ ἀπὸ δωδεκαετοῦς εὑρίσκεται «καθήμενος ἀνὰ μέσον τῶν ἱερέων καὶ πρεσβυτέρων, ἐρωτῶν τε αὐτοὺς καὶ ζητῶν μετ' αὐτῶν», καὶ «ἐξεπλήττοντο ἐπὶ τῷ λόγῳ τῆς χάριτος τῷ ἐκπορευομένῳ ἐκ τοῦ στόματος αὐτοῦ». καὶ οὐχὶ μετὰ τὸ τριακοστὸν ἔτος ἐποίει τοῦτο, ἵνα εἴπῃς ὅτι ὅτε ἦλθεν τὸ πνεῦμα εἰς αὐτὸν Χριστὸς ἐγένετο, ἀλλὰ εὐθὺς ἀπὸ δωδεκαετοῦς ὡς προεῖπον, ὡς γέγραπται ἐν τῷ κατὰ Λουκᾶν εὐαγγελίῳ. ἀλλὰ καὶ ἔτι ἀνωτέρω, ὅτε νηπιάζοντος αὐτοῦ ἀνῆλθον φησὶν οἱ περὶ Ἰωσὴφ καὶ Μαριὰμ εἰς Ἱερουσαλὴμ προσκυνῆσαι ἐν τῇ ἑορτῇ καὶ ἀνέκαμπτον, ἔμεινεν Ἰησοῦς καὶ ἐζήτουν αὐτὸν ἐν τῇ ὁδοιπορίᾳ καὶ ἐν τοῖς συγγενέσιν αὐτῶν καὶ οὐχ ηὕρισκον εἶχεν γὰρ ἡ Μαρία συγγένειαν· ἀνακάμψασα δὲ καὶ εὑροῦσα αὐτὸν ἔφη αὐτῷ «τί ἡμῖν ἐποίησας, τέκνον; ἰδοὺ ἐγὼ καὶ ὁ πατήρ σου ὀδυνώμενοι ἐζητοῦμέν σε» ἐν τάξει γὰρ πατρὸς ὁ Ἰωσὴφ αὐτῷ ὑπῆρχεν, οὐ γὰρ ἦν αὐτοῦ πατὴρ κατὰ φύσιν. εἶτα ὁ κύριος πρὸς αὐτήν «τί ὅτι ἐζητεῖτέ με; οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με;» σημαίνων ὅτι ὁ ναὸς εἰς ὄνομα θεοῦ τουτέστιν πατρὸς τοῦ ἰδίου ᾠκοδομήθη. εἰ τοίνυν ἀπὸ νηπίου οἶδε τὸν ναὸν καὶ τὸν πατέρα, οὐκ ἄρα ψιλὸς ἄνθρωπος ὁ γεννηθεὶς Ἰησοῦς οὐδὲ μετὰ τὸ τριακοστὸν ἔτος, μετὰ τὸ ἐλθεῖν εἰς αὐτὸν τὸ 1.374 εἶδος τῆς περιστερᾶς, υἱὸς καὶ Χριστὸς ἐκαλεῖτο, ἀλλὰ καὶ εὐθὺς καὶ θαρραλεωτέρως ἐν τοῖς τοῦ πατρὸς αὐτοῦ δεῖν αὐτὸν εἶναι ἐδίδασκεν. καὶ ὅτι δὲ ὁ Ἰωσὴφ οὐχὶ πατὴρ αὐτοῦ ἦν, ἀλλὰ ἐν τάξει πατρὸς ὑπῆρχεν, ἄκουε τοῦ αὐτοῦ εὐαγγελιστοῦ λέγοντος, τοῦ γράψαντος ἀπὸ προσώπου Μαρίας ὅτι «ἐγὼ καὶ ὁ πατήρ σου ὀδυνώμενοι ἐζητοῦμέν σε»· πάλιν πῶς γράφει λέγων «ἦν δὲ Ἰησοῦς ἀρχόμενος εἶναι ὡς ἐτῶν τριάκοντα, ὢν υἱός, ὡς ἐνομίζετο, Ἰωσήφ». ἐν δὲ τῷ εἰπεῖν «ὡς ἐνομίζετο» ἔδειξεν αὐτὸν μὴ εἶναι αὐτοῦ υἱόν, ἀλλὰ νομίζεσθαι. 30. Ἐπιλείψει δέ μοι ὁ καιρὸς διηγουμένῳ εἰς παράστασιν ἀληθείας καὶ εἰς ἔλεγχον τῆς ματαιοφροσύνης Ἐβίωνος καὶ τοῦ αὐτοῦ παραπεποιημένου ματαιοφροσύνης διδασκαλείου. πόθεν γὰρ οὐ σαφὲς ἂν εἴη ὅτι οὐ πατὴρ ἦν Ἰωσήφ, ἀλλ' ἐν τάξει πατρὸς ἐνομίζετο; «ἰδού» φησίν «ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν»· καὶ οὐκ εἶπεν «ἰδού, ἡ γυνή». καὶ πάλιν ἐν ἑτέρῳ τόπῳ λέγει «καὶ τέξεται ἡ δάμαλις καὶ ἐροῦσιν, οὐ τέτοκεν». ἐπειδὴ γάρ τινες τῶν Μανιχαίων καὶ Μαρκιωνιστῶν λέγουσιν αὐτὸν μὴ τετέχθαι, διὰ τοῦτο τό «τέξεται καὶ ἐροῦσιν, οὐ τέτοκεν»· ἐπειδὴ οὐ τέτοκεν ἡ Μαρία ἐκ σπέρματος ἀνδρὸς καὶ οὗτοι μανέντες λέγουσι ψευδῶς ἐκ σπέρματος ἀνδρὸς αὐτὴν γεγεννηκέναι. γεγέννηκεν οὖν ἡ δάμαλις ἐν ἀληθείᾳ θεόν, ἄνθρωπον ἐν ἀληθείᾳ. καὶ ὅτι μὲν δάμαλις ἡ παρθένος καλεῖται καὶ τὸ ταύτης λείψανον καθαρισμὸς ἦν τῶν κεκοινωμένων, ἄκουε τοῦ νόμου λέγοντος «λάβε σοι δάμαλιν πυρράν», ἵνα δείξῃ τὸ ἐκλεκτὸν σκεῦος τῆς Μαρίας * διὰ τὸ πυροειδὲς τῆς τοῦ σωτῆρος θεότητος χωρηθὲν ἐν τῇ παρθένῳ· «πῦρ γὰρ ὁ θεός» φησί «καταναλίσκον». καί φησιν ὁ νόμος «δάμαλιν πυρράν, ἐφ' ἧς ζυγὸς οὐκ ἀναβέβηκεν ἐπὶ τὸν τράχηλον», ἵνα δείξῃ τὴν