90
παρθένον δάμαλιν, 1.375 μὴ γνοῦσαν ζυγὸν γάμου ἀνδρός. ἀλλὰ τί μοι τὰ πλεῖστα διαλέγεσθαι; ὡς πάλιν Ἠσαΐας ἔφη ἐκ προσώπου κυρίου ὅτι «λάβε σοι τόμον χάρτου καινοῦ μεγάλου», τόμον διὰ τὸ εἶναι μὲν τὴν παρθένον ἐκ σπέρματος ἀνδρός, τετμῆσθαι δὲ ἀπὸ μίξεως ἀνδρῶν καὶ τμηθῆναι ἀπὸ τῆς τῶν ἀνθρώπων κατὰ φύσιν συνηθείας. πάντες γὰρ ἄνθρωποι ἐκ σπέρματος ἀνδρὸς γεννῶνται· ἡ δὲ τοῦ Χριστοῦ γέννησις κατὰ φύσιν μὲν ἐκ γυναικὸς παρθένου Μαρίας τὴν ἐνανθρώπησιν ἔσχηκεν, παρὰ φύσιν δὲ ἐτμήθη ἀπὸ τῆς κατὰ τὴν ἀνθρωπότητα ἀκολουθίας, ὡς καὶ Ἰακὼβ περὶ αὐτοῦ λέγει «ἐκ βλαστοῦ υἱέ μου ἀνέβης», καὶ οὐκ εἶπεν «ἐκ σπέρματος ἀνέβης». καὶ τούτου χάριν φησὶν ὁ ἅγιος Ἠσαΐας ὁ προφήτης, μᾶλλον δὲ ὁ κύριος αὐτῷ λέγει «λάβε σεαυτῷ τόμον χάρτου», τὸ εἶδος τῆς συνηθείας σημαίνων, ἐν ᾧ τὰ πάντα γράφουσιν οἱ υἱοὶ τῶν ἀνθρώπων· ὡς καὶ ἐν τῷ ἑκατοστῷ τριακοστῷ ὀγδόῳ ψαλμῷ λέγει «ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται· ἡμέρας πλασθήσονται, καὶ οὐθεὶς ἐν αὐτοῖς»· βιβλίῳ γὰρ ἀπείκασε τὴν μήτραν. διὰ τοῦτο ὁ ∆αυὶδ λέγει «τὸ ἀκατέργαστόν μου εἴδοσαν οἱ ὀφθαλμοί σου», τουτέστιν σπαρέντα πρὶν ἀπεικονισθῆναί με ἔγνως με καὶ ἔτι πρότερον, πρὶν τοῦ σπαρῆναί με. 31. ὁ δὲ Ἑβραῖος θαυμαστῶς τὸ ῥῆμα σαφηνίζει. τὸ ἀκατέργαστον γὰρ γολμὶ ἐκάλεσεν, ὅπερ ἑρμηνεύεται χόνδρος ἢ σεμιδάλεως κόκκος, δῆθεν τὸ μηδέπω εἰς ἄρτον συνελθὸν καὶ φυραθέν, ἀλλ' ὡς ἀπὸ κόκκου σίτου τμηθὲν χονδρίον ἢ χονδρίτης ἢ λεπτὴ ψηφίς, ἥτις ἐκ σεμιδάλεως γίνεται. οὕτως τὸ ἰσότυπον τοῦ εἴδους τὸ τεμνόμενον ἐξ ἀνθρώπου εἰς τὴν σπορὰν ἀκριβολογῶν ἀπέδειξε καί φησιν, εἰς Ἑλλάδα διάλεκτον ἑρμηνευομένου τοῦ λόγου, «τὸ ἀκατέργαστον» τουτέστιν τὸ ἄπλαστον ἔτι ἐν κοιλίᾳ ἢ πρὸ κοιλίας «εἶδον οἱ ὀφθαλμοί σου» «οἶδεν γὰρ πάντα ὁ θεὸς πρὶν γενέσθαι», ὡς γέγραπται· πλὴν βιβλίον καὶ τόμος μήτρα ἐστὶν ἡ σημαινομένη. καὶ οὐκ εἶπεν «λάβε σεαυτῷ βιβλίον» ἢ «λάβε σεαυτῷ χάρτην», ἀλλὰ «τόμον» παρὰ τὸ ἰδιάζον τῆς τῶν ἀνθρώπων συνηθείας, «χάρτου» διὰ τὸ γραφικὸν τῆς μήτρας. 1.376 «καινοῦ» διὰ τὸ καινὸν τῆς παρθένου καὶ ἄχραντον, «μεγάλου»· μεγάλη γὰρ ὡς ἀληθῶς Μαριὰμ ἡ ἁγία παρθένος ἐνώπιον θεοῦ καὶ ἀνθρώπων. πῶς γὰρ οὐκ ἂν εἴποιμεν ταύτην μεγάλην, χωρήσασαν τὸν ἀχώρητον, ὃν οὐρανὸς καὶ γῆ χωρεῖν οὐ δύνανται; αὐτὸς δὲ ἀχώρητος ὢν κατὰ ἰδίαν προαίρεσιν καὶ εὐδοκίαν ἐχωρήθη, βουλόμενος καὶ οὐ κατὰ ἀνάγκην. διὸ μέγας ὁ τόμος καὶ καινός· μέγας διὰ τὸ θαῦμα, καινὸς ὅτι παρθένος. «καὶ γράψον», φησίν, «ἐν αὐτῷ γραφίδι ἀνθρώπου», καὶ οὐκ εἶπεν· γράψει ἐν αὐτῷ τις γραφίδι ἀνθρώπου, οὐδὲ εἶπεν· γράψει ἐν αὐτῷ ἄνθρωπος, ἵνα μὴ εὕρῃ πρόφασιν ὁ Ἐβίων. εἰ γὰρ εἶπε· γράψει ἐν αὐτῷ ἄνθρωπος, εἶχεν εἰπεῖν ὅτι ἄνθρωπος Ἰωσὴφ ἔσπειρεν καὶ ἐκ σπέρματος ἀνδρὸς ἐγεννήθη Χριστός. τῷ δὲ Ἠσαΐᾳ πρὸ ἑπτακοσίων πεντήκοντα τριῶν ἐτῶν πλείω ἐλάσσω ἔλεγε «γράψον», ἵνα ἀπὸ τοῦ καιροῦ τοῦ διαστήματος ὀφθῇ πᾶσιν ἡ ἀλήθεια, ὅτι οὐδεὶς ἠδύνατο πρὸ ἑπτακοσίων πεντήκοντα τριῶν ἐτῶν σπεῖραι τὸν μέλλοντα γεννᾶσθαι. ἆρα οὖν μάτην λέγει τῷ προφήτῃ «γράψον»; οὐχί, ἀλλὰ ἵνα δείξῃ τὸ πνεῦμα τὸ ἅγιον τὸ ἐν τῷ προφήτῃ, αὐτὸ ἐνεργητικὸν γινόμενον τῆς συλλήψεως τῆς ἐνσάρκου Χριστοῦ παρουσίας ἐν ἀληθείᾳ· «πνεῦμα γὰρ ἅγιον ἐπελεύσεται ἐπὶ σέ» φησὶν ὁ ἄγγελος Γαβριὴλ τῇ Μαρίᾳ καὶ τὰ ἑξῆς. τὸ δέ «γραφίδι ἀνθρώπου» τουτέστιν εἰκόνι ἀνθρώπου· «ἄνθρωπος γὰρ Χριστὸς Ἰησοῦς, μεσίτης δὲ θεοῦ καὶ ἀνθρώπων», ἐπειδὴ ἄνωθεν ἦλθεν θεὸς Λόγος, ἐκ Μαρίας δὲ ἄνθρωπος, οὐκ ἀπὸ σπέρματος ἀνδρὸς γεγεννημένος. καὶ διὰ τοῦτο εὐθύς φησιν ὁ προφήτης «καὶ εἰσῆλθεν πρὸς τὴν προφῆτιν», ἵνα δείξῃ προφῆτιν τὴν Μαρίαν, καὶ οὐχὶ τὴν γυναῖκα Ἄχαζ, ὥς τινες πλανῶνται φάσκοντες διὰ τὸν Ἐζεκίαν εἰρῆσθαι. ἤδη γὰρ ὁ Ἐζεκίας ἕνδεκα ἔτη εἶχεν