92
ἐνδελεχὴς καὶ καθ' ἡμέραν προσφερομένη. οὐ μόνον δὲ αὐτοὶ προεφήτευον οἱ ἱερεῖς λυθήσεσθαι τὸ σάββατον διὰ τοῦ μὴ ἀργεῖν, ἀλλὰ καὶ αὐτὴ ἡ περιτομὴ ἔλυε τὸ σάββατον. γεννωμένου γὰρ παιδὸς πολλάκις ἐν σαββάτῳ ἀναίρεσις σαββάτου καὶ περιτομῆς ἐγίνετο· οὕτω ταῖς ἀμφοτέραις ἡ λύσις προεθεσπίζετο. δείκνυται γὰρ ὅτι οἱ περιτέμνοντες αὐτὸ τὸ γεννηθὲν ἐν σαββάτῳ, ἐὰν θελήσωσιν ἀκριβολογήσασθαι τὴν ὀγδόην ἡμέραν, εὑρίσκοντες ἐμπίπτουσαν ἐν σαββάτῳ καὶ περιτέμνοντες ἔργον εἰργάσαντο καὶ τὸ σάββατον ἔλυσαν· ἐὰν δὲ ὑπερθῶνται διὰ τὸ μὴ λῦσαι τὸ σάββατον, ἐνάτῃ λοιπὸν περιτέμνουσι τὴν περιτομὴν καὶ ἔλυσαν αὐτὴν τὴν περιτομὴν καὶ τὸν περὶ αὐτῆς τῶν ὀκτὼ ἡμερῶν ὅρον τοῦ προστάγματος. 33. Ἀλλὰ οὔτε ἦν τελεία ἡ πρώτη περιτομή, ἀλλὰ σημείου χάριν ἐδόθη, εἴς τε ὑπόμνησιν τῶν μετὰ ταῦτα καὶ διὰ τὸν δισταγμὸν τοῦ ἁγίου Ἀβραὰμ ὡς προείρηται ἐπιτιμηθέντος καὶ τύπου ἕνεκα τῆς μεγάλης τῆς τὰ πάντα κατ' ἰσότητα πληρούσης ἐν τοῖς καταξιουμένοις. ἐκείνη μὲν γὰρ εἰ ἦν ἁγιαστείας ἕνεκα καὶ κληρονομίας οὐρανῶν βασιλείας χάριν, ἄρα ἐστέρηται Σάρρα τῆς βασιλείας καὶ Ῥεβέκκα καὶ Λεία καὶ Ῥαχὴλ καὶ Ἰωχαβὲτ καὶ Μαρία ἡ ἀδελφὴ Μωυσέως καὶ πᾶσαι αἱ ἅγιαι γυναῖκες, καὶ οὐ δυνήσονται κληρονομεῖν βασιλείαν οὐρανῶν, μὴ δυνηθεῖσαι τὴν περιτομὴν τοῦ Ἀβραὰμ ἔχειν, ἣν θεὸς αὐτῷ δεδώρηται κατὰ τὸν τούτων λόγον. εἰ δὲ οὐκ ἐστέρηνται αὗται τῆς βασιλείας τῶν οὐρανῶν, καίτοι οὐ μετεσχηκυῖαι περιτομῆς, οὐδὲν ἄρα ἰσχύει ἡ νῦν ἔνσαρκος περιτομή. τί δὲ καυχᾶται Ἐβίων περὶ περιτομῆς, ὁπότε καὶ οἱ εἰδωλολάτραι καὶ ἱερεῖς τῶν Αἰγυπτίων περιτομὴν ἔχουσιν; ἀλλὰ καὶ οἱ Σαρακηνοὶ οἱ καὶ Ἰσμα1.380 ηλῖται περιτομὴν ἔχουσι καὶ Σαμαρεῖται καὶ Ἰουδαῖοι καὶ Ἰδουμαῖοι καὶ Ὁμηρῖται. τούτων δὲ οἱ πλείους οὐ διὰ νόμον τοῦτο ποιοῦσιν, ἀλλὰ ἀλόγῳ τινὶ συνηθείᾳ. Καὶ ἁπλῶς πολὺν χρόνον ἀναλώσω κατατριβόμενος εἰς τὴν τούτου ληρῳδίαν, διὰ τὸ ἐπερείδεσθαι αὐτὸν μάτην τῷ ῥητῷ ᾧ εἴρηκεν ὁ σωτήρ «ἀρκετὸν τῷ μαθητῇ εἶναι ὡς ὁ διδάσκαλος», ἵνα καὶ αὐτὸς σεμνύνηται τὴν ἰδίαν περιτομὴν ἀπὸ τῆς τοῦ Χριστοῦ περιτομῆς τῆς ἐν αὐτῷ καλῶς περιτμηθείσης καὶ δι' αὐτοῦ καταλυθείσης. ὅμως ἐπειδὴ βούλεται ὁ κτηνώδης διὰ τὴν πρὸς τὸν Χριστὸν μίμησιν λαμβάνειν τοῦτον τὸν λόγον, οὐκ ὀκνήσω δεῖξαι ὅτι οὐ διὰ τοῦτο εἴρηται. εὐθὺς γὰρ φράζει ὁ κύριος λέγων ὅτι οὐ διὰ τοῦτο εἶπεν, ἀλλὰ διὰ τοὺς διωγμοὺς καὶ τὴν τῶν Ἰουδαίων εἰς αὐτὸν παροινίαν, καί φησιν «εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ ἐμὲ ἐμίσησαν, καὶ ὑμᾶς μισήσουσιν». «οὐκ ἐμὲ λέγετε κύριον καὶ διδάσκαλον; καὶ καλῶς λέγετε, εἰμὶ γάρ»· «εἰ οὖν τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐκάλεσαν, πόσῳ γε μᾶλλον τοὺς οἰκιακοὺς αὐτοῦ;» καί «οὐ δύναται δοῦλος εἶναι ὑπὲρ τὸν κύριον αὐτοῦ οὐδὲ μαθητὴς ὑπὲρ τὸν διδάσκαλον αὐτοῦ· ἤτω δὲ κατηρτισμένος κατὰ πάντα ὁ μαθητής, ὡς ὁ διδάσκαλος» τουτέστιν ἕτοιμος εἰς διωγμὸν καὶ κακολογίαν καὶ πᾶν ὁτιοῦν ἐπιφερόμενον. ὅθεν καὶ ὁ ἅγιος Παῦλος ἔλεγεν «μιμηταί μου γένεσθε καθὼς κἀγὼ Χριστοῦ». καὶ οὐχ ὅτι ἐκεῖνος ἐμιμεῖτο τὸν αὐτοῦ δεσπότην ὡς οὐκ ἔδει· οὐδὲ γὰρ ἔλεγεν ὅτι θεός εἰμι ἢ υἱὸς θεοῦ εἰμι ἢ Λόγος ὁ θεός εἰμι· λέγει γὰρ ὅτι «ἐγώ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων» καὶ «ὡσπερεί τῳ ἐκτρώματι ὤφθη κἀμοί». 34. Εἰ δὲ σύ, Ἐβίων, λαμβάνεις τὸ ῥητὸν τοῦτο ἐπὶ μιμήσει Χριστοῦ καὶ ἀπὸ τῆς περιτομῆς περὶ ἧς ματαιοφρονεῖς θέλεις εἶναι ὡς ὁ διδάσκαλος, μᾶλλον δὲ ὡς ὁ κύριος, μὴ ἐν τῇ περιτομῇ αὐτῷ ὁμοιοῦ· οὐ γάρ σε ὠφελήσει. παρήνεγκε γὰρ ὁ κύριος τὸν ταύτης χρόνον, ὡς διὰ πολλῶν μαρτυριῶν σαφῶς ἀπεδείξαμεν. ἦλθεν γὰρ 1.381 καὶ ἐπλήρωσεν, δοὺς τὴν τελείαν περιτομὴν τῶν αὐτοῦ μυστηρίων 1.381 οὐκ ἐν ἑνὶ μέλει μόνῳ, ἀλλ' ὅλον σῶμα σφραγίσας καὶ περιτεμὼν ἀπὸ ἁμαρτίας, καὶ οὐχ ἓν μέρος λαοῦ