93
σῴζων τουτέστιν ἄνδρας μόνους, ἀλλὰ καὶ ὅλον λαὸν τὸν τῶν Χριστιανῶν κατὰ ἀλήθειαν ἄνδρας τε καὶ γυναῖκας ὁμοῦ σφραγίζων καὶ εἰς οὐρανῶν βασιλείας κληρονομίαν ἀφθόνως *, καὶ οὐκ ἐλλιπῶς ἑνὶ τάγματι τῶν ἀνδρῶν μόνον κατὰ ἀσθένειαν τὴν σφραγῖδα παρέχων, ἀλλὰ λαῷ ὁλοτελεῖ διὰ τῆς σφραγῖδος καὶ ἐντολῶν καὶ ἀγαθῆς διδασκαλίας τὴν βασιλείαν τῶν οὐρανῶν ἀποκαλύπτων. εἰ δὲ ὡς ὁ κύριος βούλει εἶναι, ὦ Ἐβίων, τουτέστιν ὡς ὁ διδάσκαλος, πολὺ ἠπάτησαι. μὴ ἐν τῇ περιτομῇ ἀπεικάζου, ἀλλὰ κάλεσον τὸν Λάζαρον ἀπὸ μνημείου ἢ ἄλλον νεκρὸν ἔγειρον, λεπροὺς καθάρισον ἢ τυφλοῖς χάρισαι τὸ βλέπειν ἢ ἐκ γενετῆς παραλυτικὸν ἴασαι, εἰ δύνῃ· οὐ δύνῃ δέ, ὅτι ἐναντίως πράττεις, ἀπιστίᾳ κατεχόμενος καὶ δεσμοῖς σαρκὸς καὶ δικαιώμασι νόμου ἀπληρώτοις. εἰ δὲ καὶ ταῦτα ἠδυνήθης ποιῆσαι, ὅπερ οὐ δύνῃ διὰ τὴν κακοπιστίαν σου, οὐ λέγω * ὡς ὁ Χριστός. οὐ γὰρ δύνῃ ἀπεικασθῆναι θεῷ, φθαρτὸς ὢν ἄνθρωπος καὶ ἠπατημένος, ἀλλ' οὔτε Χριστοῦ τὸ ὄνομα ἐπὶ θεοσημείοις δύνασαι ἐπικαλέσασθαι, κἄν τε ἐπικαλέσῃ, οὐκ ἐνεργεῖς. εἰ δὲ καὶ ὅλως ἐνεργεῖς παραλυτικὸν ἀναστῆσαι, εἶχεν ἄν, διὰ τοῦ ὀνόματος τοῦ Ἰησοῦ ἀναστάς, καὶ σύνεσιν παρ' αὐτοῦ λαβεῖν, ἵνα σοῦ μὴ ἀνάσχηται σαββατίζειν, ἀλλὰ παρὰ τοῦ ὀνόματος τοῦ ἰασαμένου * μαθεῖν ὅτι «ἆρον τὸν κράββατόν σου καὶ πορεύου εἰς τὸν οἶκόν σου ἐν σαββάτῳ». ἤδη δέ μοι εἴρηται ὡς διαφόρως ἕκαστος αὐτῶν περὶ Χριστοῦ ὑποβάλλει, ποτὲ μὲν αὐτὸς ὁ Ἐβίων λέγων ἐκ παρατριβῆς ψιλὸν ἄνθρωπον αὐτὸν γεγενῆσθαι, ἄλλοτε δὲ οἱ ἀπ' αὐτοῦ Ἐβιωναῖοι ἄνω δύναμιν ἐκ θεοῦ κεκτῆσθαι τὸν υἱόν, καὶ τοῦτον κατὰ καιρὸν τὸν Ἀδὰμ ἐνδύεσθαί τε καὶ ἐκδύεσθαι, ὧν τὰς διαφόρους γνώμας ἐν δυνάμει θεοῦ ἀνετρέψαμεν. 1.382 Καὶ τί μοι ἔτι διατρίβειν ἐν ἁλίμοις καὶ ἀμπώτεσι τόποις, πῆ μὲν ἐπικλυζομένοις πῆ δὲ καταξηραινομένοις, ἐξ ὧνπερ ἰχθύων ἐκβράσματα πολλάκις γίνεται καὶ τοῖς ποσὶ τῶν τὰς ὄχθας τούτων μετιόντων τῶν τόπων ἐκ τοῦ ἀνὰ μέσον τῶν ἰχθύων τινὰ ἰοβόλα εἶναι, τρυγόνας δέ φημι καὶ δρακαίνας καὶ καρχαρίας καὶ σμυραίνας, ὡς καὶ ἤδη προείρηται βλάβην ἐμποιεῖ. παρελεύσομαι τοίνυν τὸν τόπον αὖθις, θεῷ εὐχαριστῶν ὅτι καὶ ταύτην τὴν αἵρεσιν εἰς τοὐπίσω ἐτρέψαμεν, οὐ παρέργως ἀλλὰ καὶ ἐπιμελῶς ἐλέγξαντες. ἐπ' ἄλλας δὲ καθεξῆς ἑαυτοὺς ἐπιδῶμεν, ἀγαπητοί, θεὸν αἰτούμενοι βοηθόν, ὅπως τῆς ἐπαγγελίας τὸ πλήρωμα αὐτὸς δι' ἡμῶν τελειώσῃ. Κατὰ Οὐαλεντίνων τῶν καὶ Γνωστικῶν ˉιˉα, τῆς δὲ ἀκολουθίας ˉλˉα.
1. Μετὰ τούτους τοὺς Ἐβιωναίους καλουμένους, αὐτῶν τὴν μοχθηρίαν διοδεύσαντες τάς τε ἄλλας ἐπαγγειλάμενοι θεοῦ δυνάμει * τὰς ἑξῆς, ἑτέρων θηρῶν μορφὰς καὶ ἰοὺς ἑρπετῶν δήγματά τε καὶ δηλητήρια ἐχούσας, ὅσαπερ ἐν ταῖς αὐτῶν διδασκαλίαις ὡς ἀπὸ χάσματος ἰδεῖν ἔνεστι, πυρβόλου ἢ ἑρπετοῦ δεινοῦ καὶ βασιλίσκου † κεκυημένας, ἐπὶ τὴν τῶν Οὐαλεντίνων αἵρεσιν διέξειμι, τὸν ἔλεγχον αὐτῶν κατὰ δύναμιν ποιούμενος, τῶν δὴ καὶ Γνωστικῶν ἑαυτοῖς ἐπιθέντων ὄνομα, ὧν διαφοραὶ μέν εἰσι δέκα ἐν μιᾷ πληγῇ τῆς αὐτῶν ὀνειρο1.383 πολίας συζυγιῶν τε καὶ ὀγδοάδων καὶ ἀρρενοθηλείων αἰώνων κατ' ἄλλην ἄλλης ἰσορρόπως πεπληγμένων, οὐκέτι μὲν κατὰ χρόνους τάττων διαδοχῆς τὴν σύνταξιν, ἀλλὰ κατὰ πρόβασιν ἀφ' ἑτέρας εἰς ἑτέραν διερχόμενος. ἐν ἑνὶ γὰρ χρόνῳ οὗτοι πάντες ὡς μύκητες ἐκ γῆς ἐβλάστησαν καὶ ὥσπερ κακόρρεκτα καὶ δυσώδη βοτανῶν βλαστήματα καὶ χόρτος ἀκανθώδης καὶ ὡς φωλεὸς πολλῶν σκορπίων ἐξ ἑνὸς πάντες καιροῦ τῷ βίῳ ἐβλάστησαν καί, ὡς προεῖπον, δίκην μυκήτων ἀμορφίας ὑπὸ μίαν θῆξιν πεφήνασιν, ὡς καὶ ἤδη τῷ ἁγιωτάτῳ Εἰρηναίῳ περὶ αὐτῶν προείρηται. σύγχρονοι γὰρ γεγόνασιν οὗτοι πάντες, ἕκαστος δὲ ἀπὸ τοῦ ἑτέρου