95
Παράκλητος καὶ Πίστις, Πατρικὸς καὶ Ἐλπίς, Μητρικὸς καὶ Ἀγάπη, Ἀείνους καὶ Σύνεσις, Θελητὸς ὁ καὶ Φῶς καὶ Μακαριότης, Ἐκκλησιαστικὸς καὶ Σοφία, Βύθιος καὶ Μῖξις, Ἀγήρατοςκαὶ Ἕνωσις, Αὐτοφυὴς καὶ Σύγκρασις, Μονογενὴς καὶ Ἑνότης, Ἀκίνητος καὶ Ἡδονή. κατὰ δὲ ἀριθμὸν διαδοχῆς καὶ ἀκολουθίας ἀπὸ τοῦ ἀνωτάτου ἀκατονομάστου Πατρὸς καὶ Βυθοῦ παρ' αὐτοῖς ὀνομαζομένου ἕως τούτου τοῦ καθ' ἡμᾶς οὐρανοῦ ὁ τῶν τριάκοντα ἀριθμὸς οὕτως ἔχει· Βυθὸς Σιγὴ Νοῦς Ἀλήθεια Λόγος Ζωὴ Ἄνθρωπος Ἐκκλησία Παράκλητος Πίστις Πατρικὸς Ἐλπὶς Μητρικὸς Ἀγάπη Ἀείνους Σύνεσις Θελητὸς ὁ καὶ Φῶς Μακαριότης Ἐκκλησιαστικὸς Σοφία Βύθιος Μῖξις Ἀγήρατος Ἕνωσις Αὐτοφυὴς Σύγκρασις Μονογενὴς Ἑνότης Ἀκίνητος Ἡδονή. 3. Καὶ αὕτη μὲν ἡ τῶν τριάκοντα Αἰώνων παρ' αὐτοῖς μυθοποιουμένη τραγῳδία καὶ ἡ κατὰ συζυγίαν πνευματικοῦ δῆθεν Πληρώματος κενοφωνία· ἣν ἐάν τις συγκρίνων τῇ παρὰ Ἡσιόδῳ καὶ Στησιχόρῳ καὶ τοῖς ἄλλοις ποιηταῖς τῶν Ἑλλήνων παραθῆται, εὕροι ἂν ἐκ παραλλήλου τὰ αὐτὰ ὄντα καὶ οὐδὲν ἕτερον, καὶ ἐκ τούτου γνώσεται ὡς οὐδὲν θαυμαστὸν οἱ τῶν δογμάτων αἱρεσιάρχαι μυστηριωδῶς ἐπαγγέλλονται λέγειν. οὐδὲν γὰρ ἄλλο ἢ Ἑλλήνων ἀπεμάξαντο τὴν ἐπίπλαστον ποιητικὴν ἕξιν τῆς ἐθνομύθου πλάνης καὶ διδασκαλίας, 1.387 οὐδὲν ἀλλοιώσαντες πλὴν τῆς παρ' αὐτοῖς μεταπεποιημένης βαρβαρικῆς ὀνοματοποιίας. οὕτω γάρ φασι καὶ οἱ περὶ Ἡσίοδον· πρῶτον πάντων γίνεται Χάος, ἵνα εἴπωσι Βυθόν, εἶτα Νὺξ Ἔρεβος Γῆ Αἰθὴρ Ἡμέρα Ἔρως Μῆτις Μόρος Ὀϊζὺς Πότμος Νέμεσις Μῶμος Φιλότης Θάνατος ∆υσνομία Γήρως Ἄτη Ἵμερος Λήθη Ὕπνος Ὑσμίνη ΛυσιμεληὝβρις Εὐφρόνιος Αἴγλη Παυσιμέριμνος Ἀπάτη Ἡδυμελὴς Ἔρις. καιοὗτος μὲν ὁ ἀριθμὸς κατὰ ἀκολουθίαν ἀρρενοθήλεος οὕτως ἔχει τὴν τριακοντάδα. εἰ δέ τις θελήσειεν ἰδεῖν πῶς πλαττόμενοι οὗτοι συνάπτουσιν ἓν πρὸς τὸ ἕν, εὕροι ἂν οὕτως συναπτόμενα καὶ συζευγνύμενα ἀλλήλοις ἃ τοῖς ποιηταῖς ἔδοξεν, ὡς τὸν μὲν Βυθὸν Νυκτί τε καὶ Σιγῇ συνάψαντες ἐποίησαν Γῆν γεννᾶσθαι· ἄλλοι δὲ Οὐρανόν, ὃν δὴ καὶ Ὑπερίονα κεκλήκασι, τὸν δὲ αὐτὸν τῇ Γῇ συναφθέντα φασὶ γεγεννηκέναι ἄρσενάς τε καὶ θηλείας, καὶ τοὺς καθεξῆς ὁμοίως ἕως τῆς πάσης αὐτῶν ποιήσεως, ὡς ἔχει ἡ ἀπέραντος τοῦ μύθου ληρώδης φλυαρία. εὕροι δ' ἂν οὕτως συναπτόμενά τε καὶ συζευγνύμενα καὶ δυνάμενα οὕτως συντίθεσθαι· Χάος Νύξ, Ἔρεβος Γῆ, Αἰθὴρ Ἡμέρα, Ἔρως Μῆτις, Μόρος Ὀϊζύς, Πότμος Νέμεσις, Μῶμο Φιλότης, Θάνατος ∆υσνομία, Γήρως Ἄτη, Ἵμερος Λήθη, ὝπνοὙσμίνη, Λυσιμελὴς Ὕβρις, Εὐφρόνιος Αἴγλη, Παυσιμέριμνος Ἀπάτη,Ἡδυμελὴς Ἔρις. εἰ δὲ προσέχοι τις τῷ αὐτῶν πλάσματι καὶ βουληθείη γνῶναι ὡς ἀπὸ τῶν κοσμικῶν καὶ Ἑλληνικῶν ποιητῶν, ἐξ ὧν οὗτοι ἐνεβροντήθησαν, μάτην ἐνθουσιῶντες εἰς ἃ μὴ δεῖ, εἰς ματαιοπονίαν τε καὶ κάματον ἀνωφελῆ, *, εὕροι ἂν αὐτοὺς τοσούτῳ μᾶλλον πεπλανημένους. 4. Ὅθεν καὶ ἔτι ὑψηλοτέρως δῆθεν ἐξερευνῶντες ᾠήθησαν καὶ Ὑστέρημα τῷ ἰδίῳ αὐτῶν δαιμονισθέντι διανοήματι ἐξευρεῖν, ὅπερ 1.388 Ὑστέρημα καὶ Παντοκράτορα καὶ ∆ημιουργὸν καλοῦσι καὶ κτιστὴν οὐσιῶν· ἀφ' οὗπερ πάλιν καὶ ὑστέραν Ὀγδοάδα μετὰ ἑπτὰ οὐρανῶν, κατὰ τὴν πρώτην Ὀγδοάδα ἀφομοιωθεῖσαν, ἐκτίσθαι λέγουσιν, αὐτοῦ ὄντος ἐν τῇ Ὀγδοάδι καὶ ἑπτὰ οὐρανοὺς μετ' αὐτὴν πεποιηκότος. ᾧπερ Ὑστερήματι βούλονται συνάπτειν μὲν ἀμιγῆ τινα Αἰῶνα καὶ ἀθήλυντον, ἀπὸ Πληρώματος δὲ ἐνταῦθα ἐλθόντα κατ' ἀναζήτησιν τῆς ψυχῆς τῆς ἄνωθεν ἀπὸ τῆς μητρὸς Σοφίας ἐλθούσης, ἧς δὴ καὶ Ἀχαμὼθ βούλονται τὸ ὄνομα ἀνατυποῦν τε καὶ πλάττειν, ὃν δὴ καὶ Σωτῆρα καλεῖν * καὶ Ὅρον καὶ Σταυρὸν καὶ Ὁροθέτην καὶ Μεταγωγέα καὶ Ἰησοῦν τὸν διὰ Μαρίας ὡς διὰ σωλῆνος παρελθόντα. εἶναι δὲ αὐτὸν φῶς ἀπὸ τοῦ ἄνω Χριστοῦ καὶ διὰ τοῦτο 1.389 πατρωνυμικῶς καλεῖσθαι