96
Φῶς διὰ τὸ ἄνω Φῶς καὶ Χριστὸν διὰ τὸν ἄνω Χριστὸν καὶ Λόγον διὰ τὸν ἄνω Λόγον καὶ Νοῦν ὡσαύτως καὶ Σωτῆρα λέγεσθαι. ἀεὶ δὲ ὑπερβαίνειν τὸν αὐτοῦ πατέρα τὸν ∆ημιουργόν, συναναφέρειν δὲ τοὺς αὐτῷ πειθομένους ἅμα αὐτῷ πρὸς τὰς ἄνω συζυγίας τοῦ Πληρώματος. καὶ ὦ τῆς τούτων ληρῳδίας καὶ τοσαύτης ματαιολογίας. παραθήσομαι δὲ ὡς προεῖπον καὶ ὡς αὐτοὶ συνέζευξαν τοῖς ποιητικοῖς καὶ ἐθνομύθοις πλάσμασι τὴν αὐτῶν ληρολογίαν. μετὰ τὴν τριακοντάδα γὰρ * τὸ ἓν ὄνομα μέσον καὶ ἀθήλυντον καὶ μετ' αὐτὸ τὴν κατὰ συζυγίαν πάλιν Ὀγδοάδα εὑρεθεῖσαν ἀπὸ τοῦ ∆ημιουργοῦ, δυναμένην καὶ οὕτως συντίθεσθαι, καὶ ἔστιν τὰ ὀνόματα τάδε· πρῶτος Ἐξέπαφος, Πορφυρίων Κλωθὼ Ῥύακος Λάχεσις Ἐπιφάων Ἄτροπος Ὑπερίων Ἀστεροπή. καὶ αὕμὲν ἡ τῶν ποιητῶν τούτων σκηνή, ἔχουσα καὶ ἄλλας πολλὰς ὀνομασίας θεῶν παρ' αὐτοῖς ὀνομαζομένων, ἀρρένων τε καὶ θηλειῶν, ἄλλως καὶ ἄλλως παρά τισι λεγομένων, δυναμένων ποιῆσαι καὶ τριακοσίων ἑξήκοντα πέντε ἀριθμὸν καὶ ἔτι εἰς πρόφασιν τῶν ἄλλων αἱρέσεων τῶν ταύτην πάλιν τὴν τραγικὴν ὑπόθεσιν ἐνστησαμένων ὀνειρωττομένων. μετὰ γὰρ τὰ προειρημένα ὀνόματά φασιν οἱ περὶ Ἡσίοδον καὶ Ὀρφέα καὶ Στησίχορον γεγενῆσθαι Οὐρανόν τε καὶ Τάρταρον, Κρόνον τε καὶ Ῥέαν, ∆ία τε καὶ Ἥραν καὶ Ἀπόλλωνα, Ποσειδῶνά τε καὶ Πλούτωνα, καὶ μυρίους λοιπὸν τοὺς παρ' αὐτοῖς ὀνομαζομένους θεούς. πολλὴ γὰρ τούτων ἡ ἀπατηλὸς ἐξ ὑπονοίας πλάνη, ἥτις κενοφωνίαν ἐγκισσήσασα καὶ ἐξευραμένη πολλοὺς μύθους ἐποιητεύσατο. Καὶ αὕτη ἐστὶν ἡ δοκοῦσα φαντάζειν τὴν τῶν ἀπατωμένων τούτων διάνοιαν. γελοῖα δὲ εὐθὺς πᾶσιν εὑρίσκεται ταῦτα τοῖς κατὰ 1.390 θεὸν τὸν νοῦν πεφωτισμένοις. παρελθὼν δὲ ταῦτα αὖθις ταῖς ἀπὸ τῶν βιβλίων αὐτῶν ἀκολουθίαις * πρὸς ἔπος καὶ κατὰ λέξιν τὴν παράθεσιν τῆς παρ' αὐτοῖς ἀναγνώσεως, λέγω δὴ τῆς αὐτῶν βίβλου, ἐνταῦθα ποιήσομαι, καὶ ἔστιν τάδε· 5. Παρὰ φρονίμοις, παρὰ δὲ ψυχικοῖς, παρὰ δὲ σαρκικοῖς, παρὰ δὲ κοσμικοῖς, παρὰ δὲ τῷ Μεγέθει * νοῦς ἀκατάργητος τοῖς ἀκαταργήτοις χαίρειν. Ἀνονομάστων ἐγὼ καὶ ἀρρήτων καὶ ὑπερουρανίων μνείαν ποιοῦμαι μυστηρίων πρὸς ὑμᾶς, οὔτε ἀρχαῖς οὔτε ἐξουσίαις οὔτε ὑποταγαῖς οὔτε πάσῃ συγχύσει περινοηθῆναι δυναμένων, μόνῃ δὲ τῇ τοῦ Ἀτρέπτου Ἐννοίᾳ πεφανερωμένων. ὅτε γὰρ ἐπ' ἀρχῆς ὁ Αὐτοπάτωρ αὐτὸς ἐν ἑαυτῷ περιεῖχε τὰ πάντα, ὅντα ἐν ἑαυτῷ ἐν ἀγνωσίᾳ, ὃν καλοῦσί τινες Αἰῶνα ἀγήρατον, ἀεὶ νεάζοντα, ἀρρενόθηλυν, ὃς πάντοτε περιέχει τὰ πάντα καὶ οὐκ ἐνπεριέχεται, τότε ἡ ἐν αὐτῷ Ἔννοια ἠθέλησεν-ἐκείνη, ἥν τινες Ἔν1.391 νοιαν ἔφασαν, ἕτεροι Χάριν· οἰκείως, διὰ τὸ ἐπικεχορηγηκέναι αὐτὴν θησαυρίσματα τοῦ Μεγέθους τοῖς ἐκ τοῦ Μεγέθους, οἱ δὲ ἀληθεύσαντες Σιγὴν προσηγόρευσαν, ὅτι δι' ἐνθυμήσεως χωρὶς λόγου τὰ ἅπαντα τὸ Μέγεθος ἐτελείωσεν-ὡς οὖν προεῖπον, ἡ ἄφθαρτος Ἔννοια αἰώνια βουληθεῖσα δεσμὰ ῥῆξαι ἐθήλυνε τὸ Μέγεθος ἐπ' ὀρέξει ἀναπαύσεως αὐτοῦ. καὶ αὕτη αὐτῷ μιγεῖσα ἀνέδειξε τὸν Πατέρα τῆς ἀληθείας, ὃν οἰκείως οἱ τέλειοι Ἄνθρωπον ὠνόμασαν, ὅτι ἦν ἀντίτυπος τοῦ προόντος Ἀγεννήτου. μετὰ τοῦτο δὲ ἡ Σιγή, φυσικὴν ἑνότητα Φωτὸς προενεγκαμένη σὺν τῷ Ἀνθρώπῳ ἦν δὲ αὐτῶν ἡ συνέλευσις τὸ θέλειν, καὶ ἀναδείκνυσι τὴν Ἀλήθειαν. Ἀλήθεια δὲ ὑπὸ τῶν τελείων οἰκείως ὠνομάσθη, ὅτι ἀληθῶς ὁμοία ἦν τῇ ἑαυτῆς μητρὶ Σιγῇ, τῆς Σιγῆς τοῦτο βουληθείσης, ἀπομερισμὸν φώτων τοῦ τε ἄρρενος καὶ τῆς θηλείας ἴσον εἶναι, ὅπως δι' ἑαυτῶν καὶ ἡ ἐν αὐτοῖς * φανερωθῇ τοῖς ἐξ αὐτῶν ἐν αὐτῷ εἰς αἰσθη1.392 τικὰ φῶτα μερισθεῖσι. μετὰ τοῦτο ἡ Ἀλήθεια μητρικὴν προενεγκαμένη προυνικίαν ἐθήλυνε τὸν Πατέρα ἑαυτῆς εἰς ἑαυτὴν καὶ συνῄεσαν ἑαυτοῖς, ἀφθάρτῳ μίξει καὶ ἀγηράτῳ συγκράσει καὶ ἀναδεικνύουσι τετράδα πνευματικὴν ἀρρενόθηλυν, ἀντίτυπον τῆς προούσης τετράδος ἥτις ἦν Βυθὸς