97
Σιγὴ Πατὴρ Ἀλήθεια. αὕτη δὲ ἡ ἐκ τοῦ Πατρὸς καὶ τῆς Ἀληθείαςτετράς· Ἄνθρωπος Ἐκκλησία Λόγος Ζωή. τότε τοῦ πάντα περιέχοντος Βυθοῦ θελήματι ὁ Ἄνθρωπος καὶ ἡ Ἐκκλησία πατρικῶν μνησθέντεςλόγων συνῄεσαν ἑαυτοῖς καὶ ἀναδεικνύουσι δωδεκάδα προυνίκων ἀρρενοθηλύντων. οἱ οὖν ἄρρενές εἰσι· Παράκλητος Πατρικὸς Μητρικὸς Ἀείνους Θελητός, ὅ ἐστι Φῶς, Ἐκκλησιαστικός, αἱ δὲ θήλειαι· Πίστις ἘλπὶςἈγάπη Σύνεσις Μακαρία Σοφία. μετέπειτα δὲ Λόγος καὶ Ζωή, καὶ αὐτοὶ τὸ τῆς ἑνώσεως μεταπλάσαντες δώρημα, ἑαυτοῖς ἐκοινώνησαν ἦν δὲ ἡ κοινωνία αὐτῶν τὸ θέλημα καὶ συνελθόντες ἀνεδείξαντο δεκάδα προυνίκων καὶ αὐτῶν ἀρρενοθηλύντων. οἱ μὲν ἄρρενές εἰσι· Βύθιος Ἀγήρατος Αὐτοφυὴς Μονογενὴς Ἀκίνητος οὗτοι τὴν προσωνυμίαν εἰς τὴν δόξαν τοῦ πάντα περιέχοντος περιεποιήσαντο, αἱ δὲ θήλειαι· Μῖξις Ἕνωσις Σύγκρασις Ἑνότης Ἡδονή, καὶ αὗται τὴν προσωνυμίαν εἰς δόξαν τῆς Σιγῆςπεριεποιήσαντο. 6. Τετελειωμένης οὖν τῆς κατὰ Πατέρα Ἀληθείας τριακάδος, ἣν οἱ ἐπίγειοι μὴ ἐπιστάμενοι ἀριθμοῦσι καὶ ὁπόταν ἔλθωσιν ἐπ' αὐτήν, μηκέτι ἀριθμὸν εὑρίσκοντες ἀνακυκλοῦσι, πάλιν ἀριθμοῦντες αὐτήν-ἔστι δὲ Βυθὸς Σιγὴ Πατὴρ Ἀλήθεια Ἄνθρωπος Ἐκκλησία Λόγος Ζωὴ Παράκλητος Πατρκὸς Μητρικὸς Ἀείνους Θελητὸς Ἐκκλησιαστικὸς Πίστις Ἐλπὶς Ἀγάπη 1.393 Σύνεσις Μακαρία Σοφία Βύθιος Ἀγήρατος Αὐτοφυὴς Μονογενὴς Ἀκίνητος Μῖξις Ἕνωσις Σύγκρασις Ἑνότης Ἡδονή-, τότε ὁ τὰ πάντα περιέχωσυνέσει τῇ ἀνυπερβλήτῳ δογματίσας τε κληθῆναι ἑτέραν Ὀγδοάδα ἀντὶ τῆς προούσης αὐθεντικῆς Ὀγδοάδος, ἥτις ἐν τῷ ἀριθμῷ τῆς Τριακάδος μείνῃ οὐ γὰρ ἦν Μεγέθους φρόνημα εἰς ἀριθμὸν πίπτειν, ἀντέστησεν ἀντὶ τῶν ἀρρένων τοὺς ἄρρενας· Μόνον Τρίτον Πέμπτον Ἕβδομον καὶ τὰς θηλείας· ∆υάδα Τετράδα Ἑξάδα Ὀγδοάδα. αὕτη οὖν ἡ Ὀγδοάςἐστιν, ἡ ἀντικληθεῖσα ἀντὶ τῆς προούσης Ὀγδοάδος Βυθοῦ Πατρὸς Ἀνθρώπου Λόγου καὶ Σιγῆς Ἀληθείας Ἐκκλησίας Ζωῆς, ἡνώθητοῖς φωσὶ καὶ ἐγένετο Τριακὰς ἀπηρτισμένη. καὶ ἦν ἡ προοῦσα Ὀγδοὰς ἀναπαυομένη. ὁ δὲ Βυθὸς ἐξῆλθεν Μεγέθους στηρίγματι ἑνωθῆναι τῇ Τριακάδι· συνῄει γὰρ τῇ Ἀληθείᾳ καὶ ὁ Πατὴρ τῆς Ἀληθείας συνήρχετοτῇ Ἐκκλησίᾳ καὶ ὁ Μητρικὸς εἶχε τὴν Ζωὴν καὶ ὁ Παράκλητος τὴν Ἑνάδα καὶ ἡ Ἑνὰς ἡνοῦτο τῷ Πατρὶ τῆς Ἀληθείας καὶ ὁ Πατὴρ τῆς Ἀληθείαςἦν μετὰ τῆς Σιγῆς, ὁ Λόγος δὲ ὁ πνευματικὸς ἐκοινώνει * πνευματικῇ μίξει 1.394 καὶ ἀφθάρτῳ συγκράσει, ποιοῦντος τὸ τέλος τοῦ Αὐτοπάτορος ἀδιχοτόμητον τὴν ἑαυτοῦ ἀνάπαυσιν. ἡ οὖν Τριακὰς ἀπαρτίσασα βύθια μυστήρια, τελειώσασα γάμον ἐν ἀφθάρτοις ἀνέδειξε φῶτα ἄφθαρτα, ἅτινα Μεσότητος ὠνομάσθησαν τέκνα καὶ ἀχαρακτήριστα ἦσαν, τοῦ νοϊκοῦ μὴ παρακειμένου, ἐκτὸς φρονήσεως ἀναπαυόμενα χωρὶς Ἐννοίας. περὶ γὰρ οὗ τις πράσσει, ἐὰν μὴ νοῇ καθολικῶς, οὐ πράσσει. τότε γενομένων τῶν φώτων, ὧν τὴν πολυπληθίαν πρὸς ἀριθμὸν ἐξειπεῖν οὐκ ἀναγκαῖον, περινοεῖν δέ ἕκαστον γὰρ τὸ ἴδιον ὄνομα κεκλήρωται δι' ἐπίγνωσιν ἀρρήτων μυστηρίων, ἡ οὖν Σιγὴ βουληθεῖσα εἰς ἐκλογὴν γνώσεως ἅπαντα σῶσαι συνῆγε τῇ δευτέρᾳ ἀντιτεθείσῃ Ὀγδοάδι ἀφθάρτῳ μίξει, νοϊκῇ δὲ βουλήσει· ἦν δὲ αὐτῆς ἡ νοϊκὴ βούλησις Πνεῦμα τὸ ἅγιον, τὸ ἐν μέσῳ τῶν ἁγίων ἐκκλησιῶν. τοῦτο οὖν εἰς τὴν δευτέραν Ὀγδοάδα πέμψασα ἔπεισε καὶ αὐτὴν ἑνωθῆναι αὐτῇ. 1.395 γάμος οὖν ἐτελειοῦτο ἐν τοῖς τῆς Ὀγδοάδος μέρεσιν, ἑνουμένου τοῦ ἁγίου Πνεύματος τῷ Μόνῳ καὶ τῆς ∆υάδος τῷ Τρίτῳ καὶ τοῦ Τρίτου τῇ Ἑξάδι καὶ τῆς Ὀγδοάδος τῷ Ἑβδόμῳ καὶ τοῦ Ἑβδόμου τῇ ∆υάδι καὶ τῆς Ἑξαδος τῷ Πέμπτῳ. ὅλη δὲ ἡ Ὀγδοὰς συνῆλθε μετὰ ἡδονῆς ἀγηράτου καὶ ἀφθάρτου μίξεως οὐ γὰρ ἦν χωρισμὸς ἀλλήλων· ἦν δὲ σύγκρασις μεθ' ἡδονῆς ἀμώμου καὶ ἀνέδειξε πεντάδα προυνίκων ἀθηλύντων, ὧν τὰ ὀνόματά ἐστι ταῦτα· Καρπιστὴς Ὁροθέτης Χαριστήριος Ἄφετος