99
ποίων τὰς προφάσεις εἴληφεν καὶ τίς αὐτοῦ ἡ διδασκαλία, ἅμα τε τίσιν ἐβλάστησε τῷ βίῳ κακόν, ἀπὸ μέρους τε, ὡς ἔφην, τῆς τούτου διδασκαλίας ἐμνημόνευσα. τὰ δὲ λοιπὰ τῆς αὐτοῦ λεπτολογίας οὐκ ἐβουλήθην ἀπ' ἐμαυτοῦ συντάξαι, εὑρὼν παρὰ τῷ ἁγιωτάτῳ Εἰρηναίῳ τῷ ἀρχαίῳ τὴν κατ' αὐτοῦ πραγματείαν γεγενημένην. ἕως δὲ ἐνταῦθα τὰ ὀλίγα ταῦτα διεξελθών, τὰ ἑξῆς ἀπὸ τῶν τοῦ προειρημένου ἀνδρός, δούλου θεοῦ, Εἰρηναίου δέ φημι, τὴν παράθεσιν ὁλοσχερῶς ποιήσομαι. ἔχει δὲ οὕτως·
ΕΚ ΤΩΝ ΤΟΥ ΑΓΙΟΥ ΕΙΡΗΝΑΙΟΥ Ἐπεὶ τὴν ἀλήθειαν παραπεμπόμενοί τινες ἐπεισάγουσι λόγους ψευδεῖς καὶ «γενεαλογίας ἀπεράντους, αἵτινες ζητήσεις μᾶλλον παρέχουσι», καθὼς 1.399 ὁ ἀπόστολός φησιν «ἢ οἰκοδομὴν θεοῦ τὴν ἐν πίστει», καὶ διὰ τῆς πανούργως συγκεκροτημένης πιθανότητος παράγουσι τὸν νοῦν τῶν ἀπειροτέρων καὶ αἰχμαλωτίζουσιν αὐτούς, ῥᾳδιουργοῦντες τὰ λόγια τοῦ κυρίου, ἐξηγηταὶ κακοὶ τῶν καλῶς εἰρημένων γινόμενοι, καὶ πολλοὺς ἀνατρέπουσιν, ἀπάγοντες αὐτοὺς προφάσει γνώσεως ἀπὸ τοῦ τόδε τὸ πᾶν συστησαμένου καὶ κεκοσμηκότος, ὡς ὑψηλότερόν τι καὶ μεῖζον ἔχοντες ἐπιδεῖξαι τοῦ τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς πεποιηκότος θεοῦ, πιθανῶς μὲν ἐπαγόμενοι διὰ λόγων τέχνης τοὺς ἀκεραίους εἰς τὸν τοῦ ζητεῖν τρόπον, ἀπιθάνως δὲ ἀπολλύντες αὐτοὺς ἐν τῷ βλάσφημον καὶ ἀσεβῆ τὴν γνώμην αὐτῶν κατασκευάζειν εἰς τὸν δημιουργόν, μηδὲ ἔν τῳ διακρίνειν δυναμένων τὸ ψεῦδος ἀπὸ τοῦ ἀληθοῦς-ἡ γὰρ πλάνη καθ' ἑαυτὴν μὲν οὐκ ἐπιδείκνυται, ἵνα μὴ γυμνωθεῖσα γένηται κατάφωρος, πιθανῷ δὲ περιβλήματι πανούργως κοσμουμένη καὶ αὐτῆς τῆς ἀληθείας * ἀληθεστέραν ἑαυτὴν παρέχει φαίνεσθαι διὰ τῆς ἔξωθεν φαντασίας τοῖς ἀπειροτέροις, καθὼς ὑπὸ τοῦ κρείττονος ἡμῶν εἴρηται ἐπὶ τῶν τοιούτων, ὅτι λίθον τὸν τίμιον σμάραγδον ὄντα καὶ πολυτίμητόν τισιν ὕαλος ἐνυβρίζει διὰ τέχνης παρομοιουμένη, ὁπόταν μὴ παρῇ ὁ σθένων δοκιμάσαι καὶ τέχνην διελέγξαι τὴν πανούργως γενομένην· ὅταν δὲ ἐπιμιγῇ χαλκὸς εἰς τὸν ἄργυρον, τίς εὐκόλως δυνήσεται τοῦτον ἀκέραιος ὢν δοκιμάσαι; -ἵνα οὖν μὴ καὶ παρὰ τὴν ἡμετέραν αἰτίαν συναρπάζωνταί τινες ὡς πρόβατα ὑπὸ λύκων, ἀγνοοῦντες αὐτοὺς διὰ τὴν ἔξωθεν τῆς προβατίου δορᾶς ἐπιβολήν, οὓς φυλάσσειν παρήγγελκεν ἡμῖν ὁ κύριος, ὅμοια μὲν ἡμῖν λαλοῦντας, ἀνόμοια δὲ φρονοῦντας, ἀναγκαῖον ἡγησάμην, ἐντυχὼν τοῖς ὑπομνήμασι τῶν ὡς αὐτοὶ λέγουσιν Οὐαλεντίνου μαθητῶν, ἐνίοις δ' αὐτῶν καὶ συμβαλὼν καὶ καταλαβόμενος τὴν γνώμην αὐτῶν, μηνῦσαί σοι, ἀγαπητέ, τὰ τερατώδη καὶ βαθέα μυστή1.400 ρια, ἅ «οὐ πάντες χωροῦσιν», ἐπεὶ μὴ πάντες τὸν ἐγκέφαλον ἐξεπτύκασιν, ὅπως καὶ σὺ μαθὼν αὐτὰ πᾶσι τοῖς μετὰ σοῦ φανερὰ ποιήσῃς καὶ παραινέσῃς αὐτοῖς φυλάξασθαι τὸν βυθὸν τῆς ἀνοίας καὶ τῆς εἰς τὸν θεὸν βλασφημίας. καὶ καθὼς δύναμις ἡμῖν, τήν τε γνώμην αὐτῶν τῶν νῦν παραδιδασκόντων λέγω δὴ τῶν περὶ Πτολεμαῖον, ἀπάνθισμα οὖσαν τῆς Οὐαλεντίνου σχολῆς, συντόμως καὶ σαφῶς ἀπαγγελοῦμεν καὶ ἀφορμὰς ἄλλοις δώσομεν κατὰ τὴν ἡμετέραν μετριότητα πρὸς τὸ ἀνατρέπειν αὐτήν, ἀλλόκοτα καὶ ἀσύστατα καὶ ἀνάρμοστα τῇ ἀληθείᾳ ἐπιδεικνύντες τὰ ὑπ' αὐτῶν λεγόμενα, μήτε συγγράφειν εἰθισμένοι μήτε λόγων τέχνην ἠσκηκότες, ἀγάπης δὲ ἡμᾶς προτρεπομένης σοί τε καὶ πᾶσι τοῖς μετὰ σοῦ μηνῦσαι τὰ μέχρι μὲν νῦν κεκρυμμένα, ἤδη δὲ κατὰ τὴν χάριν τοῦ θεοῦ εἰς φανερὸν ἐληλυθότα διδάγματα. «οὐδὲν γάρ ἐστι κεκαλυμμένον, ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτόν, ὃ οὐ γνωσθήσεται». 10. Οὐκ ἐπιζητήσεις δὲ παρ' ἡμῶν, τῶν ἐν Κελτοῖς διατριβόντων καὶ περὶ