101
τριάκοντα τούτους Αἰῶνας μεμηνῦσθαι. πέμπονται γὰρ οἱ μὲν περὶ πρώτην ὥραν, οἱ δὲ περὶ τρίτην, οἱ δὲ περὶ ἕκτην, οἱ δὲ περὶ ἐνάτην, ἄλλοι δὲ περὶ ἑνδεκάτην· συντιθέμεναι οὖν αἱ προειρημέναι ὧραι εἰς αὑτὰς τὸν τῶν τριάκοντα ἀριθμὸν ἀναπληροῦσι. μία γὰρ καὶ τρεῖς καὶ ἓξ καὶ ἐννέα καὶ ἕνδεκα τριάκοντα γίνονται. διὰ δὲ τῶν ὡρῶν τοὺς Αἰῶνας μεμηνῦσθαι θέλουσι. καὶ ταῦτ' εἶναι τὰ μεγάλα καὶ θαυμαστὰ καὶ ἀπόρρητα μυστήρια, ἃ καρποφοροῦσιν αὐτοί, καὶ εἴ πού τι τῶν ἐν πλήθει εἰρημένων ἐν ταῖς γραφαῖς δυνηθείη προσαρμόσαι καὶ εἰκάσαι τῷ πλάσματι αὐτῶν. 11. Τὸν μὲν οὖν Προπάτορα αὐτῶν γινώσκεσθαι μόνῳ λέγουσι τῷ ἐξ αὐτοῦ γεγονότι Μονογενεῖ τουτέστιν τῷ Νῷ, τοῖς δὲ λοιποῖς πᾶσιν ἀόρατον καὶ ἀκατάληπτον ὑπάρχειν. μόνος δὲ ὁ Νοῦς κατ' αὐτοὺς ἐτέρπετο θεωρῶν τὸν Πατέρα καὶ τὸ μέγεθος τὸ ἀμέτρητον αὐτοῦ κατανοῶν 1.403 ἠγάλλετο. καὶ διενοεῖτο καὶ τοῖς λοιποῖς Αἰῶσιν ἀνακοινώσασθαι τὸ μέγεθος τοῦ Πατρός, ἡλίκος τε καὶ ὅσος ὑπῆρχεν, καὶ ὡς ἦν ἄναρχός τε καὶ ἀχώρητος καὶ οὐ καταληπτὸς ἰδεῖν· κατέσχεν δὲ αὐτὸν ἡ Σιγὴ βουλήσει τοῦ Πατρὸς διὰ τὸ θέλειν πάντας αὐτοὺς εἰς ἔννοιαν καὶ πόθον ζητήσεως τοῦ προειρημένου Προπάτορος αὐτῶν ἀναγαγεῖν. καὶ οἱ μὲν λοιποὶ ὁμοίως Αἰῶνες ἡσυχῆ πως ἐπεπόθουν τὸν προβολέα τοῦ σπέρματος αὐτῶν ἰδεῖν καὶ τὴν ἄναρχον ῥίζαν ἱστορῆσαι. προήλατο δὲ ὁ πολὺ τελευταῖος καὶ νεώτατος τῆς δωδεκάδος τῆς ὑπὸ τοῦ Ἀνθρώπου καὶ τῆς Ἐκκλησίας προβεβλημένης Αἰὼν τουτέστιν ἡ Σοφία καὶ ἔπαθε πάθος ἄνευ τῆς ἐπιπλοκῆς τοῦ συζύγου τοῦ Θελητοῦ, ὃ ἐνήρξατο μὲν ἐν τοῖς περὶ τὸν Νοῦν καὶ τὴν Ἀλήθειαν ἀπέσκηψε δὲ εἰς τοῦτον τὸν παρατραπέντα, προφάσει μὲν ἀγάπης † τόλμης δέ, διὰ τὸ μὴ κεκοινωνῆσθαι τῷ Πατρὶ τῷ τελείῳ, καθὼς καὶ ὁ Νοῦς. τὸ δὲ πάθος εἶναι ζήτησιν τοῦ Πατρός· ἤθελε γάρ, ὡς λέγουσι, τὸ μέγεθος αὐτοῦ καταλαβεῖν. ἔπειτα μὴ δυνηθέντα διὰ τὸ ἀδυνάτῳ ἐπιβαλεῖν πράγματι καὶ ἐν πολλῷ πάνυ ἀγῶνι γενόμενον διά τε τὸ μέγεθος τοῦ βάθους καὶ τὸ ἀνεξιχνίαστον τοῦ Πατρὸς καὶ τὴν πρὸς αὐτὸν στοργήν, ἐκτεινόμενον ἀεὶ ἐπὶ τὸ πρόσθεν ὑπὸ τῆς γλυκύτητος αὐτοῦ τελευταῖον ἂν καταπεπόσθαι καὶ ἀναλελύσθαι εἰς τὴν ὅλην οὐσίαν, εἰ μὴ τῇ στηριζούσῃ καὶ ἐκτὸς τοῦ ἀρρήτου μεγέθους φυλασσούσῃ τὰ ὅλα συνέτυχε δυνάμει. ταύτην δὲ τὴν δύναμιν καὶ Ὅρον καλοῦσιν, ὑφ' ἧς ἐπεσχῆσθαι καὶ ἐστηρίχθαι καὶ μόγις ἐπιστρέψαντα εἰς ἑαυτὸν καὶ πεισθέντα, ὅτι ἀκατάληπτός ἐστιν ὁ Πατήρ, ἀποθέσθαι τὴν προτέραν ἐνθύμησιν σὺν τῷ ἐπιγενομένῳ πάθει ἐκ τοῦ ἐκπλήκτου ἐκείνου θαύματος. 12. Ἔνιοι δὲ αὐτῶν οὕτως τὸ πάθος τῆς Σοφίας καὶ τὴν ἐπιστροφὴν μυθολογοῦσιν· ἀδυνάτῳ καὶ ἀκαταλήπτῳ πράγματι αὐτὴν ἐπι1.404 χειρήσασαν τεκεῖν οὐσίαν ἄμορφον, οἵαν φύσιν εἶχεν θήλεια τεκεῖν· ἣν καὶ κατανοήσασαν πρῶτον μὲν λυπηθῆναι διὰ τὸ ἀτελὲς τῆς γενέσεως, ἔπειτα φοβηθῆναι μήτι καὶ αὐτὸ τὸ εἶναι τέλος ἔχῃ· εἶτα ἐκστῆναι καὶ ἀπορῆσαι, ζητοῦσαν τὴν αἰτίαν καὶ ὅντινα τρόπον ἀποκρύψῃ τὸ γεγονός. ἐγκαταγενομένην δὲ τοῖς πάθεσι λαβεῖν ἐπιστροφὴν καὶ ἐπὶ τὸν Πατέρα ἀναδραμεῖν πειραθῆναι καὶ μέχρι τινὸς τολμήσασαν ἐξασθενῆσαι καὶ ἱκέτιν τοῦ Πατρὸς γενέσθαι. συνδεηθῆναι δὲ αὐτῇ καὶ τοὺς λοιποὺς Αἰῶνας, μάλιστα δὲ τὸν Νοῦν. ἐντεῦθεν λέγουσι πρώτην ἀρχὴν ἐσχηκέναι τὴν οὐσίαν τῆς ὕλης, ἐκ τῆς ἀγνοίας καὶ τῆς λύπης καὶ τοῦ φόβου καὶ τῆς ἐκπλήξεως. Ὁ δὲ Πατὴρ τὸν προειρημένον Ὅρον ἐπὶ τούτοις διὰ τοῦ Μονογενοῦς προβάλλεται ἐν εἰκόνι ἰδίᾳ, ἀσύζυγον ἀθήλυντον· τὸν γὰρ Πατέρα ποτὲ μὲν μετὰ συζυγίας τῆς Σιγῆς, ποτὲ δὲ καὶ ὑπὲρ ἄρρεν καὶ ὑπὲρ θῆλυ εἶναι θέλουσι. τὸν δὲ Ὅρον τοῦτον καὶ Σταυρὸν καὶ Λυτρωτὴν καὶ Καρπιστὴν καὶ Ὁροθέτην καὶ Μεταγωγέα καλοῦσι. διὰ δὲ τοῦ Ὅρουτούτου φασὶ κεκαθάρθαι καὶ ἐστηρίχθαι τὴν Σοφίαν καὶ ἀποκατασταθῆναι τῇ συζυγίᾳ. χωρισθείσης γὰρ τῆς Ἐνθυμήσεως ἀπ' αὐτῆς