105
εἴρηκε «δωρεὰν ἐλάβετε, δωρεὰν δότε», ἀλλὰ ἀνακεχωρηκότα καὶ τερατώδη καὶ βαθέα μυστήρια μετὰ πολλοῦ καμάτου περιγινόμενα τοῖς φιλοψευδέσι. τίς γὰρ οὐκ ἂν ἐκδαπανήσειε πάντα τὰ ὑπάρχοντα αὐτοῦ, ἵνα μάθῃ ὅτι ἀπὸ τῶν δακρύων τῆς Ἐνθυμήσεως τοῦ πεπονθότος Αἰῶνος θάλασσαι καὶ πηγαὶ καὶ ποταμοὶ καὶ πᾶσα ἔνυδρος οὐσία τὴν γένεσιν εἴληφεν, ἐκ δὲ τοῦ γέλωτος αὐτῆς τὸ φῶς καὶ ἐκ τῆς ἐκπλήξεως καὶ ἀμηχανίας τὰ σωματικὰ τοῦ κόσμου στοιχεῖα; Βούλομαι δὲ καὶ αὐτὸς συνεισενεγκεῖν τι τῇ καρποφορίᾳ αὐτῶν. ἐπειδὴ γὰρ ὁρῶ τὰ μὲν γλυκέα ὕδατα ὄντα, οἷον πηγὰς καὶ ποταμοὺς καὶ ὄμβρους καὶ τὰ τοιαῦτα, τὰ δὲ ἐν ταῖς θαλάσσαις ἁλμυρά, ἐπινοῶ μὴ πάντα ἀπὸ τῶν δακρύων αὐτῆς προβεβλῆσθαι, διότι τὸ δάκρυον ἁλμυρὸν τῇ ποιότητι ὑπάρχει. φανερὸν οὖν ὅτι τὰ ἁλμυρὰ ὕδατα ταῦτά ἐστι τὰ ἀπὸ τῶν δακρύων. εἰκὸς δὲ αὐτὴν ἐν ἀγωνίᾳ πολλῇ καὶ ἀμηχανίᾳ γεγονυῖαν καὶ ἱδρωκέναι. ἐντεῦθεν δὴ κατὰ τὴν ὑπόθεσιν αὐτῶν ὑπολαμβάνειν δεῖ, πηγὰς καὶ ποταμοὺς καὶ εἴ τινα ἄλλα ὕδατα γλυκέα ὑπάρχει τὴν γένεσιν μὴ ἐσχηκέναι ἀπὸ τῶν ἱδρώτων αὐτῆς. ἀπίθανον γάρ, μιᾶς ποιότητος οὔσης τῶν δακρύων, τὰ μὲν ἁλμυρά, τὰ δὲ γλυκέα ὕδατα ἐξ αὐτῶν προελθεῖν. τοῦτο δὲ πιθανώτερον, τὰ μὲν εἶναι ἀπὸ τῶν δακρύων, τὰ δὲ ἀπὸ τῶν ἱδρώτων. ἐπειδὴ δὲ καὶ θερμὰ καὶ δριμέα τινὰ ὕδατά ἐστιν ἐν τῷ κόσμῳ, νοεῖν ὀφείλεις τί ποιήσασα καὶ ἐκ ποίου μορίου προήκατο ταῦτα. ἁρμόζουσι γὰρ τοιοῦτοι καρποὶ τῇ ὑποθέσει αὐτῶν. ∆ιοδεύσασαν οὖν πᾶν πάθος τὴν Μητέρα αὐτῶν καὶ μόγις ὑπερκύψασαν ἐπὶ ἱκεσίαν τραπῆναι τοῦ καταλιπόντος αὐτὴν φωτὸς τουτέστιν τοῦ Χριστοῦ 1.412 λέγουσιν· ὃς ἀνελθὼν εἰς τὸ Πλήρωμα αὐτὸς μὲν εἰκὸς ὅτι ὤκνησεν ἐκ δευτέρου κατελθεῖν, τὸν Παράκλητον δὲ ἐξέπεμψεν πρὸς αὐτὴν τουτέστι τὸν Σωτῆρα, ἐνδόντος αὐτῷ πᾶσαν τὴν δύναμιν τοῦ Πατρὸς καὶ πᾶν ὑπ' ἐξουσίαν παραδόντος καὶ τῶν Αἰώνων δὲ ὁμοίως, ὅπως «ἐν αὐτῷ τὰ πάντα κτισθῇ, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, θρόνοι θεότητες κυριότητες». ἐκπέμπεται δὲ πρὸς αὐτὴν μετὰ τῶν ἡλικιωτῶν αὐτοῦ τῶν ἀγγέλων. τὴν δὲ Ἀχαμὼθ ἐντραπεῖσαν αὐτὸν λέγουσιν πρῶτον μὲν κάλυμμα ἐπιθέσθαι δι' αἰδῶ, μετέπειτα δὲ ἰδοῦσαν αὐτὸν σὺν ὅλῃ τῇ καρποφορίᾳ αὐτοῦ προσδραμεῖν αὐτῷ, δύναμιν λαβοῦσαν ἐκ τῆς ἐπιφανείας αὐτοῦ. κἀκεῖνον μορφῶσαι αὐτὴν μόρφωσιν τὴν κατὰ γνῶσιν καὶ ἴασιν τῶν παθῶν ποιήσασθαι αὐτῆς, χωρίσαντα αὐτὰ αὐτῆς, μὴ ἀμελήσαντα δὲ αὐτῶν οὐ γὰρ ἦν δυνατὸν ἀφανισθῆναι αὐτὰ ὡς τὰ τῆς προτέρας, διὰ τὸ ἑκτικὰ ἤδη καὶ δυνατὰ εἶναι, ἀλλ' ἀποκρίναντα χωρίσει συγχέαι καὶ πῆξαι καὶ ἐξ ἀσωμάτου πάθους εἰς ἀσώματον τὴν ὕλην μεταβαλεῖν αὐτά· εἶθ' οὕτως ἐπιτηδειότητα καὶ φύσιν ἐμπεποιηκέναι αὐτοῖς, ὥστε εἰς συγκρίματα καὶ σώματα ἐλθεῖν, πρὸς τὸ γενέσθαι δύο οὐσίας, τὴν φαύλην ἐκ τῶν παθῶν, τήν τε τῆς ἐπιστροφῆς ἐμπαθῆ· καὶ διὰ τοῦτο δυνάμει τὸν Σωτῆρα δεδημιουργηκέναι φάσκουσι. τὴν δὲ Ἀχαμὼθ ἐκτὸς τοῦ πάθους γενομένην, καὶ συλλαβοῦσαν τῇ χαρᾷ τῶν σὺν αὐτῷ φώτων τὴν θεωρίαν τουτέστιν τῶν ἀγγέλων τῶν μετ' αὐτοῦ καὶ ἐγκισσήσασαν αὐτοὺς κεκυηκέναι καρποὺς κατὰ τὴν εἰκόνα αὐτῶν διδάσκουσι, κύημα πνευματικὸν καθ' ὁμοίωσιν γεγονὸς τῶν δορυφόρων τοῦ Σωτῆρος. 18. Τριῶν οὖν ἤδη τούτων ὑποκειμένων κατ' αὐτούς, τοῦ μὲν ἐκ τοῦ πάθους, ὃ ἦν ὕλη· τοῦ δὲ ἐκ τῆς ἐπιστροφῆς, ὃ ἦν τὸ ψυχικόν· τοῦ δὲ ὃ 1.413 ἀπεκύησεν, τουτέστιν τὸ πνευματικόν, οὕτως ἐτράπη ἐπὶ τὴν μόρφωσιν αὐτῶν. ἀλλὰ τὸ μὲν πνευματικὸν μὴ δεδυνῆσθαι αὐτὴν μορφῶσαι, ἐπειδὴ ὁμοούσιον ὑπῆρχεν αὐτῇ. τετράφθαι δὲ ἐπὶ τὴν μόρφωσιν τῆς γενομένης ἐκ τῆς ἐπιστροφῆς αὐτῆς ψυχικῆς οὐσίας προβαλεῖν τε τὰ παρὰ τοῦ Σωτῆρος μαθήματα. καὶ πρῶτον μὲν μεμορφωκέναι αὐτὴν ἐκ τῆς ψυχικῆς οὐσίας λέγουσι τὸν Πατέρα καὶ βασιλέα πάντων, τῶν τε ὁμοουσίων αὐτῷ τουτέστιν τῶν ψυχικῶν, ἃ δὴ δεξιὰ καλοῦσι, καὶ τῶν ἐκ τοῦ πάθους καὶ τῆς ὕλης, ἃ δὴ ἀριστερὰ