106
λέγουσι. πάντα γὰρ τὰ μετ' αὐτὸν φάσκουσι αὐτὸν μεμορφωκέναι, λεληθότως κινούμενον ὑπὸ τῆς Μητρός· ὅθεν καὶ Μητροπάτορα καὶ Ἀπάτορα καὶ ∆ημιουργὸν αὐτὸν καὶ Πατέρα καλοῦσι, τῶν μὲν δεξιῶν πατέρα λέγοντες αὐτὸν τουτέστιν τῶν ψυχικῶν, τῶν δὲ ἀριστερῶν τουτέστιν τῶν ὑλικῶν δημιουργόν, συμπάντων δὲ βασιλέα. τὴν γὰρ Ἐνθύμησιν ταύτην βουληθεῖσαν εἰς τιμὴν τῶν Αἰώνων τὰ πάντα ποιῆσαι, εἰκόνας λέγουσι πεποιηκέναι αὐτῶν, μᾶλλον δὲ τὸν Σωτῆρα δι' αὐτῆς. καὶ αὐτὴν μὲν † ἐν εἰκόνι τοῦ ἀοράτου Πατρὸς τετηρηκέναι, μὴ γινωσκομένην ὑπὸ τοῦ ∆ημιουργοῦ, τοῦτον δὲ τοῦ μονογενοῦς υἱοῦ, τῶν δὲ λοιπῶν Αἰώνων τοὺς ὑπὸ τούτου γεγονότας ἀρχαγγέλους τε καὶ ἀγγέλους. Πατέρα οὖν καὶ θεὸν λέγουσιν αὐτὸν γεγονέναι τῶν ἐκτὸς τοῦ Πληρώματος, ποιητὴν ὄντα πάντων ψυχικῶν τε καὶ ὑλικῶν. διακρίναντα γὰρ τὰς δύο οὐσίας συγκεχυμένας καὶ ἐξ ἀσωμάτων σωματοποιήσαντα, δεδημιουργηκέναι τά τε οὐράνια καὶ τὰ γήϊνα, καὶ γεγονέναι ὑλικῶν καὶ ψυχικῶν, δεξιῶν καὶ ἀριστερῶν δημιουργόν, κούφων καὶ βαρέων, ἀνωφερῶν καὶ κατωφερῶν. ἑπτὰ γὰρ οὐρανοὺς κατεσκευακέναι, ὧν ἐπάνω τὸν ∆ημιουργὸν εἶναι λέγουσιν. καὶ διὰ τοῦτο Ἑβδομάδα καλοῦσιν αὐτόν, τὴν δὲ Μητέρα τὴν Ἀχαμὼθ Ὀγδοάδα, ἀποσῴζουσαν τὸν ἀριθμὸν τῆς ἀρχεγόνου καὶ πρώτης τοῦ Πληρώματος Ὀγδοάδος. τοὺς δὲ ἑπτὰ οὐρανοὺς οὐκ εἶναι νοητούς φασιν, ἀγγέλους δὲ αὐτοὺς ὑποτίθενται, καὶ τὸν ∆ημιουργὸν δὲ καὶ αὐτὸν ἄγγελον, θεῷ δὲ ἐοικότα, ὡς καὶ τὸν παράδεισον, 1.414 ὑπὲρ τρίτον οὐρανὸν ὄντα, τέταρτον ἀρχάγγελον λέγουσι δυνάμει ὑπάρχειν καὶ ἀπὸ τούτου τι εἰληφέναι τὸν Ἀδὰμ διατετριφότα ἐν αὐτῷ. Ταῦτα δὲ τὸν ∆ημιουργὸν φάσκουσιν ἀφ' ἑαυτοῦ μὲν ᾠῆσθαι κατὰ πάντα κατασκευάζειν, πεποιηκέναι δ' αὐτὰ τῆς Ἀχαμὼθ προβαλλούσης. οὐρανὸν γὰρ πεποιηκέναι μὴ εἰδότα οὐρανόν· καὶ ἄνθρωπον πεπλακέναι, ἀγνοοῦντα τὸν ἄνθρωπον· γῆν τε δεδειχέναι, μὴ ἐπιστάμενον τὴν γῆν· καὶ ἐπὶ πάντων οὕτως λέγουσιν ἠγνοηκέναι αὐτὸν τὰς ἰδέας ὧν ἐποίει καὶ αὐτὴν τὴν Μητέρα, αὐτὸν δὲ μόνον ᾠῆσθαι πάντα εἶναι. αἰτίαν δ' αὐτῷ γεγονέναι τὴν Μητέρα τῆς ποιήσεως ταύτης φάσκουσι, τὴν οὕτω βουληθεῖσαν προαγαγεῖν αὐτόν, κεφαλὴν μὲν καὶ ἀρχὴν τῆς ἰδίας οὐσίας, κύριον δὲ τῆς ὅλης πραγματείας. ταύτην δὲ τὴν Μητέρα καὶ Ὀγδοάδα καλοῦσι καὶ Σοφίαν καὶ Γῆν καὶ Ἱερουσαλὴμ καὶ ἅγιον Πνεῦμα καὶ Κύριον ἀρσενικῶς· ἔχειν δὲ τὸν τῆς Μεσότητος τόπον αὐτὴν καὶ εἶναι ὑπεράνω μὲν τοῦ ∆ημιουργοῦ, ὑποκάτω δὲ ἢ ἔξω τοῦ Πληρώματος μέχρι συντελείας. 19. Ἐπεὶ οὖν τὴν ὑλικὴν οὐσίαν ἐκ τριῶν παθῶν συστῆναι λέγουσι, φόβου τε καὶ λύπης καὶ ἀπορίας, ἐκ μὲν τοῦ φόβου καὶ τῆς ἐπιστροφῆς τὰ ψυχικὰ τὴν σύστασιν εἰληφέναι· ἐκ μὲν τῆς ἐπιστροφῆς τὸν ∆ημιουργὸν βούλονται τὴν γένεσιν ἐσχηκέναι, ἐκ δὲ τοῦ φόβου τὴν λοιπὴν πᾶσαν ψυχικὴν ὑπόστασιν ὡς ψυχὰς ἀλόγων ζῴων καὶ θηρίων καὶ ἀνθρώπων. καὶ διὰ τοῦτο ἀτονώτερον αὐτὸν ὑπάρχοντα πρὸς τὸ γινώσκειν τὰ πνευματικὰ αὑτὸν νενομικέναι μόνον εἶναι θεὸν καὶ διὰ τῶν προφητῶν εἰρηκέναι «ἐγὼ θεός, πλὴν ἐμοῦ οὐδείς». ἐκ δὲ τῆς λύπης τὰ πνευματικὰ τῆς πονηρίας διδάσκουσι γεγονέναι· ὅθεν καὶ τὸν ∆ιάβολον τὴν γένεσιν ἐσχηκέναι, ὃν καὶ Κοσμοκράτορα καλοῦσι, καὶ τὰ δαιμόνια καὶ τοὺς ἀγ1.415 γέλους καὶ πᾶσαν τὴν πνευματικὴν τῆς πονηρίας ὑπόστασιν. ἀλλὰ τὸν μὲν ∆ημιουργὸν υἱὸν ψυχικὸν τῆς Μητρὸς αὐτῶν λέγουσι, τὸν δὲ Κοσμοκράτορα κτίσμα τοῦ ∆ημιουργοῦ. καὶ τὸν μὲν Κοσμοκράτορα γινώσκειν τὰ ὑπὲρ αὐτόν, ὅτι πνεῦμά ἐστι τῆς πονηρίας, τὸν δὲ ∆ημιουργὸν ἀγνοεῖν, ἅτε ψυχικὸν ὑπάρχοντα. οἰκεῖν δὲ τὴν Μητέρα αὐτῶν εἰς τὸν ὑπερουράνιον τόπον τουτέστιν ἐν τῇ Μεσότητι, τὸν ∆ημιουργὸν δὲ εἰς τὸν ἐπουράνιον τόπον τουτέστιν ἐν τῇ Ἑβδομάδι, τὸν δὲ Κοσμοκράτορα ἐν τῷ καθ' ἡμᾶς κόσμῳ. ἐκ δὲ τῆς ἐκπλήξεως καὶ