109
∆ημιουργὸν μηδὲν τούτων ἐγνωκέναι ἀποφαίνονται πρὸ τῆς τοῦ Σωτῆρος παρουσίας. 22. Εἰσὶ δὲ οἱ λέγοντες προβαλέσθαι αὐτὸν καὶ Χριστόν, υἱὸν ἴδιον, ἀλλὰ καὶ * ψυχικόν, καὶ περὶ τούτου διὰ τῶν προφητῶν λελαληκέναι. εἶναι δὲ τοῦτον τὸν διὰ Μαρίας διοδεύσαντα, καθάπερ ὕδωρ διὰ σωλῆνος ὁδεύει, καὶ εἰς τοῦτον ἐπὶ τοῦ βαπτίσματος κατελθεῖν ἐκεῖνον τὸν ἀπὸ τοῦ Πληρώματος ἐκ πάντων Σωτῆρα ἐν εἴδει περιστερᾶς· γεγονέναι δὲ ἐν αὐτῷ καὶ τὸ ἀπὸ τῆς Ἀχαμὼθ σπέρμα πνευματικόν. τὸν οὖν κύριον ἡμῶν ἐκ τεσσάρων τούτων σύνθετον γεγονέναι φάσκουσιν, ἀπο1.420 σῴζοντα τὸν τύπον τῆς ἀρχεγόνου καὶ πρώτης τετρακτύος, ἔκ τε τοῦ πνευματικοῦ ὃ ἦν ἀπὸ τῆς Ἀχαμὼς καὶ ἐκ τοῦ ψυχικοῦ ὃ ἦν ἀπὸ τοῦ ∆ημιουργοῦ καὶ ἐκ τῆς οἰκονομίας ὃ ἦν κατεσκευασμένον ἀρρήτῳ τέχνῃ καὶ ἐκ τοῦ Σωτῆρος ὃ ἦν ἡ κατελθοῦσα εἰς αὐτὸν περιστερά. καὶ τοῦτον μὲν ἀπαθῆ διαμεμενηκέναι οὐ γὰρ ἐνεδέχετο παθεῖν αὐτόν, ἀκράτητον καὶ ἀόρατον ὑπάρχοντα καὶ διὰ τοῦτο ἦρθαι, προσαγομένου αὐτοῦ τῷ Πιλάτῳ, τὸ εἰς αὐτὸν κατατεθὲν πνεῦμα Χριστοῦ. ἀλλ' οὐδὲ τὸ ἀπὸ τῆς Μητρὸς σπέρμα πεπονθέναι λέγουσιν· ἀπαθὲς γὰρ καὶ αὐτό, † τὸ πνευματικὸν καὶ ἀόρατον καὶ αὐτῷ τῷ ∆ημιουργῷ. ἔπαθεν δὲ λοιπὸν ὁ κατ' αὐτοὺς ψυχικὸς Χριστὸς καὶ ὁ ἐκ τῆς οἰκονομίας κατεσκευασμένος μυστηριωδῶς, ἵν' ἐπιδείξῃ δι' αὐτοῦ ἡ Μήτηρ τὸν τύπον τοῦ ἄνω Χριστοῦ, ἐκείνου τοῦ ἐπεκταθέντος τῷ σταυρῷ καὶ μορφώσαντος τὴν Ἀχαμὼθ μόρφωσιν τὴν κατ' οὐσίαν· πάντα γὰρ ταῦτα τύπους ἐκείνων εἶναι λέγουσι. Τὰς δὲ ἐσχηκυίας τὸ σπέρμα τῆς Ἀχαμὼθ ψυχὰς ἀμείνους λέγουσι γεγονέναι τῶν λοιπῶν· διὸ καὶ πλέον τῶν ἄλλων ἠγαπῆσθαι ὑπὸ τοῦ ∆ημιουργοῦ, μὴ εἰδότος τὴν αἰτίαν, ἀλλὰ παρ' αὐτοῦ λογιζομένου εἶναι τοιαύτας. διὸ καὶ εἰς προφήτας, φασίν, ἔτασσεν αὐτὰς καὶ ἱερεῖς καὶ βασιλεῖς. καὶ πολλὰ ὑπὸ τοῦ σπέρματος τούτου εἰρῆσθαι διὰ τῶν προφητῶν ἐξηγοῦνται, ἅτε ὑψηλοτέρας φύσεως ὑπάρχοντος. πολλὰ δὲ καὶ τὴν Μητέρα περὶ τῶν ἀνωτέρω εἰρηκέναι λέγουσιν, ἀλλὰ καὶ διὰ τούτου καὶ τῶν ὑπὸ τούτου γενομένων ψυχῶν *. καὶ λοιπὸν τέμνουσι τὰς προφητείας, τὸ μέν τι ἀπὸ τῆς Μητρὸς εἰρῆσθαι θέλοντες, τὸ δέ τι ἀπὸ τοῦ σπέρματος, τὸ δέ τι ἀπὸ τοῦ ∆ημιουργοῦ. ἀλλὰ καὶ τὸν Ἰησοῦν ὡσαύτως τὸ μέν τι ἀπὸ τοῦ Σωτῆρος εἰρηκέναι, τὸ δέ τι ἀπὸ τῆς Μητρός, τὸ δέ τι ἀπὸ τοῦ ∆ημιουργοῦ, καθὼς ἐπιδείξομεν προϊόντος ἡμῖν τοῦ λόγου. Τὸν δὲ ∆ημιουργόν, ἅτε ἀγνοοῦντα τὰ ὑπὲρ αὐτόν, κινεῖσθαι μὲν ἐπὶ τοῖς λεγομένοις, καταπεφρονηκέναι δὲ αὐτῶν, ἄλλοτε ἄλλην αἰτίαν νομί1.421 σαντα, ἢ τὸ πνεῦμα τὸ προφητεῦον, ἔχον καὶ αὐτὸ ἰδίαν τινὰ κίνησιν, ἢ τὸν ἄνθρωπον ἢ τὴν προσπλοκὴν τῶν χειρόνων. καὶ οὕτως ἀγνοοῦντα διατετελεκέναι ἄχρι τῆς παρουσίας τοῦ Σωτῆρος· ἐλθόντος δὲ τοῦ Σωτῆρος μαθεῖν αὐτὸν παρ' αὐτοῦ πάντα λέγουσιν καὶ ἄσμενον αὐτῷ προσχωρῆσαι μετὰ πάσης τῆς δυνάμεως αὐτοῦ, καὶ αὐτὸν εἶναι τὸν ἐν τῷ εὐαγγελίῳ ἑκατόνταρχον, λέγοντα τῷ σωτῆρι «καὶ γὰρ ἐγὼ ὑπὸ τὴν ἐμαυτοῦ ἐξουσίαν ἔχω στρατιώτας καὶ δούλους, καὶ ὃ ἐὰν προστάξω, ποιοῦσι». τελέσειν δὲ αὐτὸν τὴν κατὰ τὸν κόσμον οἰκονομίαν μέχρι τοῦ δέοντος καιροῦ, μάλιστα δὲ διὰ τὴν τῆς ἐκκλησίας ἐπιμέλειαν καὶ διὰ τὴν ἐπίγνωσιν τοῦ ἑτοιμασθέντος αὐτῷ ἐπάθλου, ὅτι εἰς τὸν τῆς Μητρὸς τόπον χωρήσει. 23. Ἀνθρώπων δὲ τρία γένη ὑφίστανται, πνευματικὸν χοϊκὸν ψυχικόν, καθὼς ἐγένοντο Κάϊν Ἄβελ Σήθ, ἵνα δείξωσι καὶ ἐκ τούτων τὰς τρεῖς φύσεις, οὐκέτι καθ' ἕνα ἀλλὰ κατὰ γένος. καὶ τὸ μὲν χοϊκὸν εἰς φθορὰν χωρεῖν καὶ τὸ ψυχικόν, ἐὰν τὰ βελτίονα ἕληται ἐν τῷ τῆς Μεσότητος τόπῳ ἀναπαύσεσθαι· ἐὰν δὲ τὰ χείρω, χωρήσειν καὶ αὐτὸ πρὸς τὰ ὅμοια. τὰ δὲ πνευματικά, ἃ ἐγκατασπείρει ἡ Ἀχαμώθ, ἔκτοτε ἕως τοῦ νῦν δικαίαις ψυχαῖς παιδευθέντα ἐνθάδε καὶ ἐκτραφέντα, διὰ τὸ νήπια ἐκπέμπεσθαι, ὕστερον τελειότητος ἀξιωθέντα νύμφας ἀποδοθήσεσθαι τοῖς τοῦ Σωτῆρος ἀγγέλοις