111
ὡσαύτως ἐν τῷ εἰρηκέναι «καὶ τί εἴπω οὐκ οἶδα». Τρία δὲ γένη ἀνθρώπων οὕτως δεδειχέναι διδάσκουσιν αὐτόν· τὸ μὲν ὑλικὸν ἐν τῷ ἀποκριθῆναι τῷ λέγοντι· ἀκολουθήσω σοι «οὐκ ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ποῦ τὴν κεφαλὴν κλίνῃ»· τὸ δὲ ψυχικὸν ἐν τῷ εἰρη1.424 κέναι τῷ εἰπόντι· ἀκολουθήσω σοι, ἐπίτρεψον δέ μοι πρῶτον ἀποτάξασθαι τοῖς οἰκείοις «οὐδεὶς ἐπ' ἄροτρον τὴν χεῖρα ἐπιβαλὼν καὶ εἰς τὰ ὀπίσω βλέπων εὔθετός ἐστιν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν» τοῦτον γὰρ λέγουσι τῶν μέσων εἶναι· κἀκεῖνον δὲ ὡσαύτως τὸν τὰ πλεῖστα μέρη τῆς δικαιοσύνης ὁμολογήσαντα πεποιηκέναι, ἔπειτα μὴ θελήσαντα ἀκολουθῆσαι, ἀλλὰ ὑπὸ πλούτου ἡττηθέντα πρὸς τὸ μὴ τέλειον γενέσθαι, καὶ τοῦτον τοῦ ψυχικοῦ γένους γεγονέναι θέλουσι· τὸ δὲ πνευματικὸν ἐν τῷ εἰπεῖν «ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς· σὺ δὲ πορευθεὶς διάγγελλε τὴν βασιλείαν τοῦ θεοῦ», καὶ ἐπὶ Ζακχαίου τοῦ τελώνου εἰπών «σπεύσας κατάβηθι, ὅτι σήμερον ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι»· τούτους γὰρ πνευματικοῦ γένους καταγγέλλουσι γεγονέναι. καὶ τὴν τῆς ζύμης παραβολήν, ἣν ἡ γυνὴ ἐγκεκρυφέναι λέγεται εἰς ἀλεύρου σάτα τρία, τὰ τρία γένη δηλοῦν λέγουσι. γυναῖκα μὲν γὰρ τὴν Σοφίαν λέγεσθαι διδάσκουσιν, ἀλεύρου δὲ σάτα τρία τὰ τρία γένη τῶν ἀνθρώπων, πνευματικὸν ψυχικὸν χοϊκόν· ζύμην δὲ αὐτὸν τὸν σωτῆρα εἰρῆσθαι διδάσκουσι. καὶ τὸν Παῦλον δὲ διαρρήδην εἰρηκέναι χοϊκοὺς ψυχικοὺς πνευματικούς· ὅπου μέν «οἷος ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί», ὅπου δέ «ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος», ὅπου δέ «πνευματικὸς ἀνακρίνει τὰ πάντα». τὸ δέ «ψυχικὸς δὲ οὐ δέχεται τὰ τοῦ πνεύματος» ἐπὶ τοῦ ∆ημιουργοῦ φασὶν εἰρῆσθαι, ὃν ψυχικὸν ὄντα μὴ ἐγνωκέναι μήτε τὴν Μητέρα πνευματικὴν οὖσαν μήτε τὸ σπέρμα αὐτῆς μήτε τοὺς ἐν τῷ Πληρώματι Αἰῶνας. ὅτι δὲ ὧν ἤμελλε σῴζειν ὁ Σωτήρ, τούτων τὰς ἀπαρχὰς ἀνέλαβεν τὸν Παῦλον εἰρηκέναι «καὶ εἰ ἡ ἀπαρχὴ ἁγία, καὶ τὸ φύραμα», ἀπαρχὴν μὲν τὸ πνευματικὸν εἰρῆσθαι διδάσκοντες, φύραμα δὲ ἡμᾶς τουτέστιν τὴν ψυχικὴν ἐκκλησίαν, ἧς τὸ φύραμα ἀνειληφέναι λέγουσιν αὐτὸν καὶ ἐν αὑτῷ συνανεστακέναι, ἐπειδὴ ἦν αὐτὸς ζύμη. 26. Καὶ ὅτι ἐπλανήθη ἡ Ἀχαμὼθ ἐκτὸς τοῦ Πληρώματος καὶ ἐμορ1.425 φώθη ὑπὸ τοῦ Χριστοῦ καὶ ἀνεζητήθη ὑπὸ τοῦ Σωτῆρος, μηνύειν αὐτὸν λέγουσιν ἐν τῷ εἰπεῖν αὐτὸν ἐληλυθέναι ἐπὶ τὸ πεπλανημένον πρόβατον. πρόβατον μὲν γὰρ πεπλανημένον τὴν Μητέρα αὐτῶν ἐξηγοῦνται λέγεσθαι, ἐξ ἧς τὴν ὧδε θέλουσιν ἐσπάρθαι ἐκκλησίαν· πλάνην δὲ τὴν ἐκτὸς Πληρώματος ἐν πᾶσι τοῖς πάθεσι διατριβήν, ἐξ ὧν γεγονέναι τὴν ὕλην ὑποτίθενται. τὴν δὲ γυναῖκα τὴν σαροῦσαν τὴν οἰκίαν καὶ εὑρίσκουσαν τὴν δραχμὴν τὴν ἄνω Σοφίαν διηγοῦνται λέγεσθαι, ἥτις ἀπολέσασα τὴν Ἐνθύμησιν αὐτῆς, ὕστερον καθαρισθέντων πάντων διὰ τῆς τοῦ Σωτῆρος παρουσίας εὑρίσκει αὐτήν. διὸ καὶ ταύτην ἀποκαθίστασθαι κατ' αὐτοὺς ἐντὸς Πληρώματος. Συμεῶνα δὲ τὸν εἰς τὰς ἀγκάλας λαβόντα τὸν Χριστὸν καὶ εὐχαριστήσαντα τῷ θεῷ καὶ εἰπόντα «νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ» τύπον εἶναι τοῦ ∆ημιουργοῦ λέγουσιν, ὃς ἐλθόντος τοῦ Σωτῆρος ἔμαθε τὴν μετάθεσιν αὐτοῦ καὶ ηὐχαρίστησε τῷ Βυθῷ. καὶ διὰ τῆς Ἄννας τῆς ἐν τῷ εὐαγγελίῳ κηρυσσομένης προφήτιδος, ἑπτὰ ἔτη μετὰ ἀνδρὸς ἐζηκυίας, τὸν δὲ λοιπὸν ἅπαντα χρόνον χήρας μεμενηκυίας, ἄχρις οὗ τὸν σωτῆρα ἰδοῦσα ἐπέγνω αὐτὸν καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσι, φανερώτατα τὴν Ἀχαμὼθ μηνύεσθαι διορίζονται, ἥτις πρὸς ὀλίγον ἰδοῦσα τότε τὸν Σωτῆρα μετὰ τῶν ἡλικιωτῶν αὐτοῦ, τῷ λοιπῷ χρόνῳ παντὶ μένουσα ἐν τῇ Μεσότητι προσεδέχετο αὐτόν, πότε πάλιν ἐλεύσεται καὶ ἀποκαταστήσει αὐτὴν τῇ αὐτῆς συζυγίᾳ. καὶ τὸ ὄνομα δὲ αὐτῆς μεμηνῦσθαι ὑπὸ τοῦ σωτῆρος ἐν τῷ εἰρηκέναι «καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων