112
αὐτῆς», καὶ ὑπὸ Παύλου δὲ οὕτως «σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις». καὶ τὰς συζυγίας δὲ τὰς ἐντὸς Πληρώματος τὸν Παῦλον εἰρηκέναι φάσκουσιν ἐπὶ ἑνὸς δείξαντα· περὶ γὰρ τῆς περὶ τὸν βίον συζυγίας γράφων ἔφη «τὸ μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ τὴν ἐκκλησίαν». 27. Ἔτι δὲ Ἰωάννην τὸν μαθητὴν τοῦ κυρίου διδάσκουσι τὴν πρώτην Ὀγδοάδα μεμηνυκέναι, αὐταῖς λέξεσι λέγοντες οὕτως· Ἰωάννης, ὁ μαθητὴς τοῦ κυρίου, βουλόμενος εἰπεῖν τὴν τῶν ὅλων γένεσιν, καθ' ἣν τὰ πάντα προέβαλεν ὁ Πατήρ, ἀρχήν τινα ὑποτίθεται τὸ πρῶτον γεννηθὲν ὑπὸ τοῦ θεοῦ, ὃ δὴ καὶ υἱὸν καὶ μονογενῆ θεὸν κέκληκεν, ἐν ᾧ τὰ πάντα ὁ Πατὴρ προέβαλε σπερματικῶς. ὑπὸ δὲ τούτου φησὶ τὸν Λόγον προβεβλῆσθαι καὶ ἐν αὐτῷ τὴν ὅλην τῶν Αἰώνων οὐσίαν, ἣν αὐτὸς ὕστερον ἐμόρφωσεν ὁ Λόγος. ἐπεὶ οὖν περὶ πρώτης γενέσεως λέγει, καλῶς ἀπὸ τῆς ἀρχῆς τουτέστιν τοῦ Υἱοῦ καὶ τοῦ Λόγου τὴν διδασκαλίαν ποιεῖται. λέγει δὲ οὕτως «ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ Λόγος. οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν»· πρότερον διαστείλας τὰ τρία, θεὸν καὶ Ἀρχὴν καὶ Λόγον, πάλιν αὐτὰ ἑνοῖ, ἵνα καὶ τὴν προβολὴν ἑκατέρων αὐτῶν δείξῃ, τοῦ τε Υἱοῦ καὶ τοῦ Λόγου, καὶ τὴν πρὸς ἀλλήλους ἅμα καὶ τὴν πρὸς τὸν Πατέρα ἕνωσιν. ἐν γὰρ τῷ Πατρὶ καὶ ἐκ τοῦ Πατρὸς ἡ Ἀρχή, ἐν δὲ τῇ Ἀρχῇ καὶ ἐκ τῆς Ἀρχῆς ὁ Λόγος. καλῶς οὖν εἶπεν «ἐν ἀρχῇ ἦν ὁ Λόγος»· ἦν γὰρ ἐν τῷ Υἱῷ. «καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεόν»· καὶ γὰρ ἡ Ἀρχὴ *. καὶ «θεὸς ἦν ὁ Λόγος», ἀκολούθως· τὸ γὰρ ἐκ θεοῦ γεννηθὲν θεός ἐστιν. «οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν» ἔδειξε τὴν τῆς προβολῆς τάξιν. «πάντα δι' αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν»· πᾶσι γὰρ τοῖς μετ' αὐτὸν Αἰῶσι μορφῆς καὶ γενέσεως αἴτιος ὁ Λόγος ἐγένετο. ἀλλ' «ὃ γέγονεν ἐν αὐτῷ, φησί, ζωή ἐστιν». ἐνθάδε καὶ συζυγίαν ἐμήνυσεν· τὰ μὲν γὰρ ὅλα ἔφη δι' αὐτοῦ γεγενῆσθαι, τὴν δὲ ζωὴν ἐν αὐτῷ. αὕτη οὖν ἡ ἐν αὐτῷ γενομένη οἰκειοτέρα ἐστὶν ἐν αὐτῷ τῶν δι' αὐτοῦ γενομένων· σύνεστι γὰρ αὐτῷ καὶ δι' αὐτοῦ καρποφορεῖ. ἐπειδὴ γὰρ ἐπιφέρει «καὶ ἡ ζωὴ 1.427 ἦν τὸ φῶς τῶν ἀνθρώπων», Ἄνθρωπον εἰπὼν ἄρτι καὶ τὴν Ἐκκλησίαν ὁμωνύμως τῷ Ἀνθρώπῳ ἐμήνυσεν, ὅπως διὰ τοῦ ἑνὸς ὀνόματος δηλώσῃ τὴν τῆς συζυγίας κοινωνίαν· ἐκ γὰρ τοῦ Λόγου καὶ τῆς Ζωῆς Ἄνθρωπος γίνεται καὶ Ἐκκλησία. φῶς δὲ εἶπεν τῶν ἀνθρώπων τὴν Ζωὴν διὰ τὸ πεφωτίσθαι αὐτοὺς ὑπ' αὐτῆς, ὃ δή ἐστι μεμορφῶσθαι καὶ πεφανερῶσθαι. τοῦτο δὲ καὶ ὁ Παῦλος λέγει «πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστίν». ἐπεὶ τοίνυν ἡ Ζωὴ ἐφανέρωσε καὶ ἐγέννησε τόν τε Ἄνθρωπον καὶ τὴν Ἐκκλησίαν, φῶς εἴρηται αὐτῶν. σαφῶς οὖν δεδήλωκεν ὁ Ἰωάννης διὰ τῶν λόγων τούτων τά τε ἄλλα καὶ τὴν τετράδα τὴν δευτέραν· Λόγον καὶ Ζωήν, Ἄνθρωπον καὶ Ἐκκλησίαν. ἀλλὰ μὴν καὶ τὴν πρώτην ἐμήνυσε τετράδα. διηγούμενος γὰρ περὶ τοῦ σωτῆρος καὶ λέγων πάντα τὰ ἐκτὸς τοῦ Πληρώματος δι' αὐτοῦ μεμορφῶσθαι, καρπὸν εἶναί φησιν αὐτὸν παντὸς τοῦ Πληρώματος. καὶ γὰρ φῶς εἴρηκεν αὐτὸν τὸ ἐν τῇ σκοτίᾳ φαινόμενον καὶ μὴ καταληφθὲν ὑπ' αὐτῆς, ἐπειδὴ πάντα τὰ γενόμενα ἐκ τοῦ πάθους ἁρμόσας ἠγνοήθη ὑπ' αὐτῶν. καὶ υἱὸν δὲ καὶ ἀλήθειαν καὶ ζωὴν λέγει αὐτὸν καί «λόγον σάρκα γενόμενον· οὗ τὴν δόξαν ἐθεασάμεθα, φησί, καὶ ἦν ἡ δόξα αὐτοῦ οἵα ἦν ἡ τοῦ μονογενοῦς, ἡ ὑπὸ τοῦ Πατρὸς δοθεῖσα αὐτῷ, πλήρης χάριτος καὶ ἀληθείας». λέγει δὲ οὕτως «καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ Πατρός, πλήρης χάριτος καὶ ἀληθείας»· ἀκριβῶς οὖν καὶ τὴν πρώτην ἐμήνυσε τετράδα, Πατέρα εἰπὼν καὶ Χάριν καὶ τὸν Μονογενῆ καὶ Ἀλήθειαν. οὕτως ὁ Ἰωάννης περὶ τῆς πρώτης καὶ μητρὸς τῶν ὅλων Αἰώνων Ὀγδοάδος εἴρηκε. Πατέρα γὰρ εἴρηκε καὶ Χάριν καὶ Μονογενῆ καὶ Ἀλήθειαν καὶ Λόγον καὶ Ζωὴν καὶ Ἄνθρωπον καὶ Ἐκκλησίαν.