113
28. Ὁρᾷς, ἀγαπητέ, τὴν μέθοδον, ᾗ χρώμενοι φρεναπατῶσιν ἑαυτούς, ἐπηρεάζοντες ταῖς γραφαῖς, τὸ πλάσμα αὐτῶν ἐξ αὐτῶν συνιστάνειν πειρώ1.428 μενοι. διὰ τοῦτο γὰρ καὶ αὐτὰς παρεθέμην αὐτῶν τὰς λέξεις, ἵνα ἐξ αὐτῶν κατανοήσῃς τὴν πανουργίαν τῆς μεθοδείας καὶ τὴν πονηρίαν τῆς πλάνης. πρῶτον μὲν γὰρ εἰ προέκειτο Ἰωάννῃ τὴν ἄνω Ὀγδοάδα μηνῦσαι, τὴν τάξιν ἂν τετηρήκει τῆς προβολῆς καὶ τὴν πρώτην τετράδα σεβασμιωτάτην οὖσαν, καθὼς λέγουσιν, ἐν πρώτοις ἂν τεθείκει τοῖς ὀνόμασι καὶ οὕτως ἐπεζεύχει τὴν δευτέραν, ἵνα διὰ τῆς τάξεως τῶν ὀνομάτων ἡ τάξις δειχθῇ τῆς Ὀγδοάδος, καὶ οὐκ ἂν μετὰ τοσοῦτον διάστημα ὡς ἐκλελησμένος, ἔπειτα ἀναμνησθεὶς ἐπ' ἐσχάτῳ τῆς πρώτης ἐμέμνητο τετράδος. ἔπειτα δὲ καὶ τὰς συζυγίας σημᾶναι θέλων καὶ τὸ τῆς Ἐκκλησίας οὐκ ἂν παρέλιπεν ὄνομα, ἀλλ' ἢ καὶ ἐπὶ τῶν λοιπῶν συζυγιῶν ἠρκέσθη τῇ τῶν ἀρρένων προσηγορίᾳ, ὁμοίως δυναμένων κἀκείνων συνυπακούεσθαι, ἵνα τὴν ἑνότητα διὰ πάντων ᾖ πεφυλακώς, ἢ εἰ τῶν λοιπῶν τὰς συζύγους κατέλεγε, καὶ τὴν τοῦ Ἀνθρώπου ἂν μεμηνύκει σύζυγον καὶ οὐκ ἂν ἀφῆκεν ἐκ μαντείας ἡμᾶς λαμβάνειν τοὔνομα αὐτῆς. Φανερὰ οὖν ἡ τῆς ἐξηγήσεως αὐτῶν παραποίησις. τοῦ γὰρ Ἰωάννου ἕνα θεὸν παντοκράτορα καὶ ἕνα μονογενῆ Χριστὸν Ἰησοῦν κηρύσσοντος δι' οὗ τὰ πάντα γεγονέναι λέγει, τοῦτον υἱὸν θεοῦ *, τοῦτον μονογενῆ, τοῦτον πάντων ποιητήν, τοῦτον φῶς ἀληθινὸν φωτίζον πάντα ἄνθρωπον, τοῦτον κόσμου ποιητήν, τοῦτον εἰς τὰ ἴδια ἐληλυθότα, τοῦτον αὐτὸν σάρκα γεγονότα καὶ ἐσκηνωκότα ἐν ἡμῖν, -οὗτοι παρατρέποντες κατὰ τὸ πιθανὸν τὴν ἐξήγησιν ἄλλον μὲν τὸν Μονογενῆ θέλουσιν εἶναι κατὰ τὴν προβολὴν ὃν δὴ καὶ Ἀρχὴν καλοῦσιν, ἄλλον δὲ τὸν Σωτῆρα γεγονέναι θέλουσι καὶ ἄλλον τὸν Λόγον υἱὸν τοῦ Μονογενοῦς καὶ ἄλλον τὸν Χριστὸν εἰς ἐπανόρθωσιν τοῦ Πληρώματος προβεβλημένον. καὶ ἓν ἕκαστον τῶν εἰρημένων ἄραντες ἀπὸ τῆς ἀληθείας καὶ καταχρησάμενοι τοῖς ὀνόμασιν εἰς τὴν ἰδίαν ὑπόθεσιν μετήνεγκαν, ὥστε κατ' αὐτοὺς ἐν τοῖς τοσούτοις τὸν Ἰωάννην τοῦ κυρίου Χριστοῦ Ἰησοῦ μνείαν μὴ ποιεῖσθαι. εἰ γὰρ Πατέρα 1.429 εἴρηκε καὶ Χάριν καὶ Μονογενῆ καὶ Ἀλήθειαν καὶ Λόγον καὶ Ζωὴν καὶ Ἄνθρωπον καὶ Ἐκκλησίαν, κατὰ τὴν ἐκείνων ὑπόθεσιν περὶ τῆς πρώτης Ὀγδοάδος εἴρηκεν, ἐν ᾗ οὐδέπω Ἰησοῦς οὐδέπω Χριστός, ὁ τοῦ Ἰωάννουδιδάσκαλος. ὅτι δὲ οὐ περὶ τῶν συζυγιῶν αὐτῶν ὁ ἀπόστολος εἴρηκεν, ἀλλὰ περὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃν καὶ Λόγον οἶδεν τοῦ θεοῦ, αὐτὸς πεποίηκε φανερόν. ἀνακεφαλαιούμενος γὰρ περὶ τοῦ εἰρημένου αὐτῷ ἄνω ἐν ἀρχῇ Λόγου ἐπεξηγεῖται «καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν». κατὰ δὲ τὴν ἐκείνων ὑπόθεσιν οὐχ ὁ Λόγος σὰρξ ἐγένετο, ὅς γε οὐδὲ ἦλθέν ποτε ἐκτὸς Πληρώματος, ἀλλὰ ὁ ἐκ πάντων γεγονὼς καὶ μεταγενέστερος τοῦ Λόγου Σωτήρ. 29. Μάθετε οὖν, ἀνόητοι, ὅτι Ἰησοῦς ὁ παθὼν ὑπὲρ ἡμῶν, ὁ κατασκηνώσας ἐν ἡμῖν, οὗτος αὐτός ἐστιν ὁ Λόγος τοῦ θεοῦ. εἰ μὲν γὰρ ἄλλος τις τῶν Αἰώνων ὑπὲρ τῆς ἡμῶν αὐτῶν σωτηρίας σὰρξ ἐγένετο, εἰκὸς ἦν περὶ ἄλλου εἰρηκέναι τὸν ἀπόστολον· εἰ δὲ ὁ Λόγος ὁ τοῦ Πατρὸς ὁ καταβὰς αὐτός ἐστιν † καὶ ὁ ἀναβάς, ὁ τοῦ μόνου θεοῦ μονογενὴς υἱός, κατὰ τὴν τοῦ Πατρὸς εὐδοκίαν σαρκωθεὶς ὑπὲρ ἀνθρώπων, οὐ περὶ ἄλλου τινὸς οὐδὲ περὶ Ὀγδοάδος ὁ Ἰωάννης τὸν λόγον πεποίηται, ἀλλ' ἢ περὶ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ. οὐδὲ γὰρ ὁ Λόγος κατ' αὐτοὺς προηγουμένως σὰρξ γέγονεν. λέγουσι γὰρ τὸν Σωτῆρα ἐνδύσασθαι σῶμα ψυχικὸν ἐκ τῆς οἰκονομίας κατεσκευασμένον ἀρρήτῳ προνοίᾳ πρὸς τὸ ὁρατὸν γενέσθαι καὶ ψηλαφητόν. σὰρξ δέ ἐστιν ἡ ἀρχαία ἐκ τοῦ χοῦ κατὰ τὸν Ἀδὰμ ἡ γεγονυῖα πλάσις ὑπὸ τοῦ θεοῦ, ἣν ἀληθῶς γεγονέναι τὸν Λόγον τοῦ θεοῦ ἐμήνυσεν ὁ Ἰωάννης. καὶ λέλυται αὐτῶν ἡ πρώτη καὶ ἀρχέγονος Ὀγδοάς. ἑνὸς γὰρ καὶ τοῦ αὐτοῦ δεικνυμένου Λόγου καὶ Μονογενοῦς καὶ Ζωῆς καὶ Φωτὸς καὶ Σωτῆρος καὶ Χριστοῦ καὶ υἱοῦ θεοῦ, καὶ