114
τούτου αὐτοῦ σαρκωθέντος ὑπὲρ ἡμῶν, λέλυται ἡ τῆς Ὀγδοάδος αὐτῶν σκηνοπηγία. 1.430 ταύτης δὲ λελυμένης διαπέπτωκεν αὐτῶν πᾶσα ἡ ὑπόθεσις, ἣν ψευδῶς ὀνειρώττοντες κατατρέχουσι τῶν γραφῶν, ἰδίαν ὑπόθεσιν ἀναπλασάμενοι. Ἔπειτα λέξεις καὶ ὀνόματα σποράδην κείμενα συλλέγοντες μεταφέρουσι καθὼς προειρήκαμεν ἐκ τοῦ κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν, ὅμοια ποιοῦντες τοῖς ὑποθέσεις τὰς τυχούσας αὑτοῖς προβαλλομένοις, ἔπειτα πειρωμένοις ἐκ τῶν Ὁμήρου ποιημάτων μελετᾶν αὐτάς, ὥστε τοὺς ἀπειροτέρους δοκεῖν ἐπ' ἐκείνης τῆς ἐξ ὑπογύου μεμελετημένης ὑποθέσεως Ὅμηρον τὰ ἔπη πεποιηκέναι καὶ πολλοὺς συναρπάζεσθαι διὰ τῆς τῶν ἐπῶν συνθέτου ἀκολουθίας, μὴ ἄρα ταῦθ' οὕτως Ὅμηρος εἴη πεποιηκώς· ὡς ὁ τὸν Ἡρακλέα ὑπὸ Εὐρυσθέως ἐπὶ τὸν ἐν τῷ Ἅιδῃ κύνα πεμπόμενον διὰ τῶν Ὁμηρικῶν στίχων γράφων οὕτως οὐδὲν γὰρ κωλύει παραδείγματος χάριν ἐπιμνησθῆναι καὶ τούτων, ὁμοίας καὶ τῆς αὐτῆς οὔσης τῆς ἐπιχειρήσεως τοῖς ἀμφοτέροις· ὣς εἰπὼν ἀπέπεμπε δόμων βαρέα στενάχοντα φῶθ' Ἡρακλῆα, μεγάλων ἐπιίστορα ἔργων, Εὐρυσθεύς, Σθενέλοιο πάις Περσηιάδαο ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Ἀίδαο. βῆ ῥ' ἴμεν, ὥς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθώς, καρπαλίμως ἀνὰ ἄστυ, φίλοι δ' ἅμα πάντες ἕποντο, νύμφαι τ' ἠίθεοί τε πολύτλητοί τε γέροντες, οἴκτρ' ὀλοφυρόμενοι, ὡς εἰ θανατόνδε κιόντα. Ἑρμείας δ' ἀπέπεμπεν ἰδὲ γλαυκῶπις Ἀθήνη· ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο. τίς οὐκ ἂν τῶν ἀπανούργων συναρπαγείη ὑπὸ τῶν ἐπῶν τούτων καὶ νομίσειεν οὕτως αὐτὰ Ὅμηρον ἐπὶ ταύτης τῆς ὑποθέσεως πεποιηκέναι; ὁ δ' ἔμπειρος τῆς Ὁμηρικῆς ὑποθέσεως ἐπιγνώσεται μὲν τὰ ἔπη, τὴν δὲ 1.431 ὑπόθεσιν οὐκ ἐπιγνώσεται, εἰδὼς ὅτι τὸ μέν τι αὐτῶν ἐστι περὶ Ὀδυσσέως εἰρημένον, τὸ δὲ περὶ αὐτοῦ τοῦ Ἡρακλέος, τὸ δὲ περὶ τοῦ Πριάμου, τὸ δὲ περὶ Μενελάου καὶ Ἀγαμέμνονος· ἄρας δὲ αὐτὰ καὶ ἓν ἕκαστον ἀποδοὺς τῇ ἰδίᾳ βίβλῳ ἐκποδὼν ποιήσει τὴν παροῦσαν ὑπόθεσιν. οὕτω δὲ καὶ ὁ τὸν κανόνα τῆς ἀληθείας ἀκλινῆ ἐν ἑαυτῷ κατέχων, ὃν διὰ τοῦ βαπτίσματος εἴληφεν, τὰ μὲν ἐκ τῶν γραφῶν ὀνόματα καὶ τὰς λέξεις καὶ τὰς παραβολὰς ἐπιγνώσεται, τὴν δὲ βλάσφημον ὑπόθεσιν ταύτην οὐκ ἐπιγνώσεται. καὶ γὰρ εἰ τὰς ψηφῖδας γνωρίσει, ἀλλὰ τὴν ἀλώπεκα ἀντὶ τῆς βασιλικῆς εἰκόνος οὐ παραδέξεται· ἓν ἕκαστον δὲ τῶν εἰρημένων ἀποδοὺς τῇ ἰδίᾳ τάξει καὶ προσαρμόσας τῷ τῆς ἀληθείας σωματίῳ γυμνώσει καὶ ἀνυπόστατον ἐπιδείξει τὸ πλάσμα αὐτῶν. 30. Ἐπειδὴ δὲ τῇ σκηνῇ ταύτῃ λείπει ἡ ἀπολύτρωσις, ἵνα τις τὸν μῖμον αὐτῶν περαιώσας τὸν ἀνασκευάζοντα λόγον ἐπενέγκῃ, καλῶς ἔχειν ὑπελάβομεν ἐπιδεῖξαι πρότερον ἐν οἷς οἱ πατέρες αὐτοὶ τοῦδε τοῦ μύθου διαφέρονται πρὸς ἀλλήλους, ὡς ἐκ διαφόρων πνευμάτων τῆς πλάνης ὄντες. καὶ ἐκ τούτου γὰρ ἀκριβέστατα συνιδεῖν ἔσται καὶ πρὸ τῆς ἀποδείξεως βεβαίαν τὴν ὑπὸ τῆς ἐκκλησίας κηρυσσομένην ἀλήθειαν καὶ τὴν ὑπὸ τούτων παραπεποιημένην ψευδηγορίαν. Ἡ μὲν γὰρ ἐκκλησία, καίπερ καθ' ὅλης τῆς οἰκουμένης ἕως περάτων τῆς γῆς διεσπαρμένη, παρὰ δὲ τῶν ἀποστόλων καὶ τῶν ἐκείνων μαθητῶν παραλαβοῦσα τὴν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα τὸν πεποιηκότα τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὰς θαλάσσας καὶ πάντα τὰ ἐν αὐτοῖς πίστιν καὶ εἰς ἕνα Χριστὸν Ἰησοῦν τὸν υἱὸν τοῦ θεοῦ τὸν σαρκωθέντα ὑπὲρ τῆς ἡμετέρας σωτηρίας καὶ εἰς πνεῦμα ἅγιον τὸ διὰ τῶν προφητῶν κεκηρυχὸς τὰς οἰκονομίας καὶ τὴν ἔλευσιν καὶ τὴν ἐκ τῆς παρθένου γέννησιν καὶ τὸ πάθος καὶ τὴν ἔγερσιν ἐκ νεκρῶν καὶ τὴν ἔνσαρκον εἰς τοὺς οὐρανοὺς ἀνάληψιν τοῦ ἠγαπημένου * Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡμῶν καὶ τὴν ἐκ 1.432 τῶν οὐρανῶν ἐν τῇ δόξῃ τοῦ πατρὸς παρουσίαν αὐτοῦ ἐπὶ τὸ ἀνακεφαλαιώσασθαι τὰ πάντα καὶ ἀναστῆσαι πᾶσαν σάρκα πάσης ἀνθρωπότητος, ἵνα Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν καὶ θεῷ καὶ σωτῆρι καὶ βασιλεῖ κατὰ τὴν εὐδοκίαν τοῦ πατρὸς τοῦ ἀοράτου