117
αὐτῶν λόγων ἡ ἀνατροπὴ αὐτῶν † κατ' αὐτῶν φανήσεται. 34. Πρῶτον μὲν ὅτι διάφορα παρ' αὐτοῖς τὰ φρονήματα καὶ ἕτερος τὰ τοῦ ἑτέρου καταλύειν ἐπαγγέλλεται· δεύτερον δὲ ὅτι ἀσύστατα τὰ παρ' αὐτοῖς μυθοποιήματα, οὔτε που γραφῆς εἰπούσης οὔτε τοῦ Μωυσέως νόμου οὔτε τινὸς προφήτου τῶν μετὰ Μωυσέα, ἀλλ' οὔτε τοῦ σωτῆρος οὔτε τῶν αὐτοῦ εὐαγγελιστῶν, ἀλλ' οὔτε μὴν τῶν ἀποστόλων. εἰ γὰρ ταῦτα ἀληθινὰ ὑπῆρχεν, ὁ ἐλθὼν φωτίσαι τὴν οἰκουμένην κύριος καὶ πρὸ αὐτοῦ οἱ προφῆται, ἔπειτα δὲ καὶ οἱ ἀπόστολοι οἱ ἐλέγξαντες τὴν εἰδωλολατρείαν πᾶσάν τε παράνομον πρᾶξιν καὶ μὴ δειλιάσαντες γράφειν κατὰ πάσης παρανόμου διδασκαλίας καὶ ἐναντιότητος σαφῶς ἂν τὰ τοιαῦτα ἡμῖν κατήγγελλον, καὶ μάλιστα αὐτοῦ τοῦ σωτῆρος λέγοντος ὅτι «τοῖς μὲν ἔξω ἐν παραβολαῖς, ὑμῖν δὲ † τὰς παραβολὰς εἰς ἐπίλυσιν βασιλείας οὐρανῶν ῥητέον». ὅσας γοῦν ἐν εὐαγγελίοις παραβολὰς εἴρηκεν εὐθὺς ἐπιλύσας φαίνεται· ἀμέλει φησὶν καὶ τίς ὁ κόκκος τοῦ σινάπεως καὶ τίς ἡ ζύμη καὶ τίς ἡ γυνὴ ἡ βαλοῦσα τὴν ζύμην εἰς τὰ τρία σάτα, τίς ὁ ἀμπελών, τίς ἡ συκῆ, τίς ὁ σπορεύς, τίς ἡ καλλίστη γῆ· καὶ μάτην οὗτοι ἐνθουσιῶνται ὑπὸ δαιμόνων ἐλαυνόμενοι, περὶ ὧν φησιν ὁ ἁγιώτατος Παῦλος ὁ ἀπόστολος «ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς διδασκαλίας, προσέχοντες μύθοις καὶ διδασκαλίαις δαιμόνων». καὶ πάλιν ὁ ἅγιος Ἰάκωβος λέγων περὶ τῆς τοιαύτης διδασκαλίας ὅτι «οὐκ ἔστιν ἄνωθεν αὕτη ἡ σοφία κατερχομένη, ἀλλὰ ἐπίγειος ψυχικὴ δαιμονιώδης· ἡ δὲ ἄνωθεν σοφία πρῶτον μὲν ἁγνή ἐστιν, ἔπειτα εἰρηνικὴ εὐπειθὴς ἀδιάκριτος, μεστὴ ἐλέους καὶ καρπῶν ἀγαθῶν» καὶ τὰ ἑξῆς, ἧς οὐδὲ εἷς καρπὸς ἐν τοῖς προειρημένοις εὑρίσκεται. παρ' αὐτοῖς γάρ «ἀκαταστασία καὶ πᾶν παράνομον πρᾶγμα», δαιμόνων τε κυήματα καὶ 1.437 συρίγματα δρακόντων, ἄλλοτε ἄλλως καὶ ἄλλο ἑκάστου αὐτῶν λαλοῦντος· παρ' οἷς οὐκ ἔλεος οὐκ οἶκτος εὑρίσκεται, ἀλλὰ διακρίσεις καὶ διαφοραί, καὶ οὐδαμοῦ ἁγνεία οὐδαμοῦ εἰρήνη οὐδαμοῦ ἐπιείκεια. 35. Βούλομαι δὲ πάλιν ἀναγκαζόμενος ὑπὸ τοῦ λόγου, εἰ καὶ παύσασθαι ὑπεσχόμην, ὀλίγων τῶν παρ' αὐτοῖς εἰρημένων μνημονεύσας ἀνατρέψαι. οὐ γὰρ τοῦ κατὰ τέχνην μοι λόγου μέλει, ἀλλὰ τῆς τῶν ἐντυγχανόντων ὠφελείας. λέγουσι τοίνυν ὅτι ὁ δωδέκατος αἰὼν ὁ ἐν ὑστερήματι γενόμενος παντελῶς τοῦ ἀριθμοῦ τῶν δώδεκα ἐξέπεσεν καὶ ἀπόλλυται ὁ ἀριθμὸς ὁ δωδέκατος. τοῦτο δέ φασι γεγενῆσθαι τῷ τὸν Ἰούδαν, ὄντα δωδέκατον, ἐκπεπτωκέναι καὶ οὕτω τὸν δωδέκατον ἀριθμὸν ἠφανίσθαι· ὁμοίως δὲ καὶ περὶ τῆς αἱμορροούσης καὶ τῆς τὴν μίαν δραχμὴν ἀπὸ τῶν δέκα δραχμῶν ἀπολεσάσης. δείκνυται δὲ ὅτι οὔτε ὁ δωδέκατος αἰὼν πρόσωπον τοῦ Ἰούδα ἔχειν δυνήσεται, ὡς τῷ ἁγιωτάτῳ Εἰρηναίῳ προείρηται, - Ἰούδας μὲν γὰρ παντελῶς ἀπόλωλεν, ὁ δωδέκατος δὲ λεγόμενος αἰὼν κατὰ τὸ αὐτῶν πλάσμα οὐκ ἐκενώθη· ἔστη γὰρ ἐνώπιον αὐτοῦ ὁ Μεταγωγεὺς ἢ ὁ Ὁροθέτης, φήσας πρὸς αὐτὸν Ἰαώ, ὡς αὐτοί φασι,καὶ οὕτως ἐστερεώθη, -οὔτε ἡ δώδεκα ἔτεσιν αἱμορροοῦσα τῷ αὐτῶν δράματι ὁμοιωθήσεται· ἐσώθη γὰρ μετὰ δώδεκα ἔτη, ἐν οἷς τῷ αἵματι τῆς ῥύσεως ἐφέρετο. οὐ γὰρ ἐν τοῖς ἕνδεκα ἔτεσιν ἀπαθὴς διετέλει καὶ ἐν τῷ δωδεκάτῳ ἔρρευσεν, ἀλλὰ μᾶλλον ἐν τοῖς ἕνδεκα ἔρρει, τῷ δωδεκάτῳ δὲ σέσωσται, -οὔτε ἡ τὰς δέκα δραχμὰς κεκτημένη ἀπώλεσε τὴν μίαν εἰς τέλος, ἵνα ὁ αἰὼν τῆς ὕλης ἀπολωλὼς μυθεύηται παρ' αὐτοῖς· ἧψεν γὰρ τὸν λύχνον καὶ ηὗρεν τὴν δραχμήν. 36. Ἐκ τοίνυν τῶν δύο λόγων τούτων ἢ τριῶν τὰ πάντα αὐτῶν εὐθὺς ἐλεγχθέντα καταληφθήσεται δραματουργήματα καὶ ἀδρανῆ καὶ ἕωλα τοῖς τῆς φρονήσεως υἱοῖς καὶ τέκνοις τοῖς τῆς ἁγίας τοῦ θεοῦ καθολικῆς ἐκκλησίας. ἵνα γὰρ μὴ κατὰ τῶν αὐτῶν 1.438 φερόμενος εἰς μῆκος ἄπειρον ἐλάσω τὴν πραγματείαν, ἕως τῆς