118
ἐνταῦθα ὑφηγήσεως ποιησάμενος τὴν ὑπόμνησιν καὶ ἐπιθεὶς πέρας τῇ τοσαύτῃ αὐτῶν μοχθηρίᾳ ἐπὶ τὰς ἑξῆς βαδιοῦμαι, θεὸν ἐπικαλούμενος ὁδηγόν τε καὶ ἐπίκουρον τῆς ἡμῶν ἀσθενείας εἰς τὸ σωθῆναι ἀπὸ ταύτης καὶ τῶν προειρημένων αἱρέσεων καὶ τῶν μελλουσῶν ἀναδείκνυσθαι τοῖς τε φιλολόγοις καὶ βουλομένοις τὰ ἀκριβῆ εἰδέναι τῶν ἐν τῷ κόσμῳ κενοφωνιῶν τε καὶ ἀσυστάτων δεσμῶν. εἰς πολλοὺς γὰρ οὗτος τὴν ἑαυτοῦ ὀνειροπολίαν ἐπισπείρας, Γνωστικὸν ἑαυτὸν καλέσας, πολλοὺς ὡς εἰπεῖν σκορπίους εἰς μίαν ἅλυσιν συνέδησεν, ὡς ἡ παλαιὰ καὶ ἐναργὴς παραβολὴ ὑπάρχει, ὅτι ἅλυσίν τινα οἱ σκορπίοι ἀπὸ ἑνὸς εἰς τὸν ἕτερον δεσμοῦντες ἕως δέκα ἢ καὶ πλείους ἀπὸ στέγης ἢ δώματος ἑαυτοὺς χαλῶσι καὶ οὕτως μετὰ δόλου τὴν λύμην τοῖς ἀνθρώποις ἐργάζονται. οὕτως καὶ οὗτος καὶ οἱ ἀπ' αὐτοῦ καλούμενοι Γνωστικοὶ τῆς πλάνης ἀρχηγέται γεγόνασι καὶ παρ' αὐτοῦ τὰς προφάσεις εἰληφότες ἕκαστος ὑφ' ἑτέρου μαθητευθεὶς μετὰ τὸν διδάσκαλον προσθήκην τῆς πλάνης εἰργάσατο καὶ ἑτέραν αἵρεσιν εἰσηγήσατο, ἐχομένην τῆς προτέρας. καὶ οὕτω κατὰ διαδοχὴν εἰς διαφόρους αἱρέσεις αὐτοὶ οἱ κληθέντες Γνωστικοὶ ἐμερίσθησαν· παρὰ Οὐαλεντίνου μέντοι ὡς ἔφην καὶ τῶν πρὸ αὐτοῦ τὰς προφάσεις εἰληφότες. ὅμως αἱ προειρημέναι σὺν τῇ τούτου τοῦ Οὐαλεντίνου τῇ τῆς ἀληθείας διδασκαλίᾳ καταπατηθεῖσαι ὑφ' ἡμῶν παρείσθωσαν, ἡμεῖς δὲ τὰς ἑξῆς ἐν τῇ τοῦ θεοῦ δυνάμει διασκοπήσωμεν. Κατὰ Σεκουνδιανῶν οἷς συνήφθη Ἐπιφάνης καὶ Ἰσίδωρος ˉιˉβ, τῆς δὲ
ἀκολουθίας ˉλˉβ. 1. Παρελθόντες δὲ τὴν τοῦ Οὐαλεντίνου αἵρεσιν καὶ πολλὰ μοχθήσαντες ἐν τῇ ἀκανθώδει αὐτοῦ σπορᾷ, διὰ πολλοῦ ὡς εἰπεῖν * καμάτου καὶ γεωργικῆς κακοπαθείας, ἐπὶ τὰ λείψανα τῆς ἀκανθώδους αὐτοῦ σπορᾶς καὶ ἑρπετώδους αὐτοῦ θηριομορφίας ἐλευσόμεθα, τὸ 1.439 ἅγιον πνεῦμα αἰτησάμενοι παρὰ κυρίου εἰς τὸ δι' αὐτοῦ σκεπάσαι τὰς ψυχὰς τῇ ἐν θεῷ διδασκαλίᾳ καὶ σεμνῷ λόγῳ καὶ τοὺς ἰοὺς ἀνασπάσαι δυνηθῆναι ἀπὸ τῶν οὕτως προειλημμένων. ἄρξομαι δὲ περὶ τούτων λέγειν κατὰ διαδοχήν, τίς τίνος διάδοχος γεγένηται τῶν ἐξ αὐτοῦ ὁρμωμένων καὶ ἑτέραν παρὰ τὴν ἐκείνου σπορὰν διδασκόντων. Σεκοῦνδος τοίνυν, τὶς ἐξ αὐτῶν ὢν καὶ περισσότερόν τι βουλόμενος φρονῆσαι, τὰ μὲν πάντα κατὰ τὸν Οὐαλεντῖνον ἐξηγεῖται, περισσότερον δὲ ἦχον εἰς ἀκοὰς τῶν ἐμβεβροντημένων ἐξήχησεν. οὗτος γὰρ κατὰ Οὐαλεντῖνον ὢν ὡς προεῖπον, ὑπὲρ δὲ Οὐαλεντῖνον φρονῶν, λέγει εἶναι τὴν πρώτην Ὀγδοάδα τετράδα δεξιὰν καὶ τετράδα ἀριστεράν, οὕτως παραδιδοὺς καλεῖσθαι τὴν μὲν μίαν φῶς, τὴν δὲ ἄλλην σκότος· τὴν δὲ ἀποστᾶσάν τε καὶ ὑστερήσασαν δύναμιν μὴ εἶναι ἀπὸ τῶν τριάκοντα αἰώνων, ἀλλὰ μετὰ τοὺς τριάκοντα αἰῶνας, ὡς εἶναι ἀπὸ τῶν καρπῶν αὐτῶν τῶν μετὰ τὴν Ὀγδοάδα τὴν ἄλλην κατωτέρω γενομένων. τὰ δὲ πάντα περὶ Χριστοῦ καὶ τῶν ἄλλων δογμάτων ὡσαύτως τῷ ἰδίῳ χορηγῷ τοῦ ἰοῦ καὶ δοτῆρι τοῦ δηλητηρίου Οὐαλεντίνῳ δογματίζει. μὴ πολλῶν δὲ ὄντων τῶν ὑπὸ τούτου διαφόρως ξενολεκτουμένων ἀρκεσθῆναι μὲν ἡγησάμην δεῖν τοῖς προειρημένοις, ἔχουσι καὶ ἀφ' ἑαυτῶν τὴν ἀνατροπήν· ὅμως δ' οὖν καὶ περὶ αὐτοῦ ὀλίγα λέξω, ἵνα μὴ δι' ἀπορίαν παρεληλυθέναι τὰ κατ' αὐτὸν δόξω. εἰ γὰρ τετράδες δεξιαὶ καὶ εὐώνυμοι παρ' αὐτοῖς τάσσονται, εὑρεθήσεταί τι ζητούμενον μέσον τοῦ τε δεξιοῦ καὶ τοῦ ἀριστεροῦ. πᾶν γὰρ ὁτιοῦν δεξιὰς ἔχον καὶ εὐωνύμους τάξεις μέσον ἕστηκε τῶν εὐωνύμων αὐτοῦ καὶ δεξιῶν καὶ οὐδαμοῦ δυνήσεται εἶναι δεξιὰ ἢ ἀριστερά, εἰ μή τι ἂν ἐκ μεσολαβοῦντος σώματος ἑκατέρου μέρους ἡ διάκρισις γένοιτο. ἄρα οὖν, ὦ ἀνόητε Σεκοῦνδε καὶ οἱ ἀπὸ