119
σοῦ ἠπατημένοι, τὸ μεσαίτατον, ἀφ' οὗπερ καὶ ἀριστερὰ καὶ δεξιὰ ὑποπίπτουσιν, ἔσται ἕν τι καὶ οὐ δυνήσεται ἀλλότριον εἶναι τοῦ ἑνός τινος 1.440 τὸ ἐξ αὐτοῦ ὑποπῖπτον δεξιόν τε καὶ εὐώνυμον, καὶ ἐξ ἀνάγκης ἀναχθήσεται τὸ πᾶν εἰς τὸ ἓν ὄν, οὗ ἀνώτατον οὐδὲ ἕν ἐστιν οὔτε ὑποβεβηκὸς οὔτε κατώτατον, εἰ μὴ τὰ ὑπ' αὐτοῦ ἐκτισμένα. καὶ ἔσται τοῦτο φανερὸν τοῖς τὴν ἀλήθειαν καταμανθάνουσιν, ὅτι εἷς θεός ἐστιν, πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα. εἰ δὲ εἷς θεός ἐστιν, ἐξ οὗ τὰ πάντα, οὔτε τι ἀριστερόν ἐστιν ἐν αὐτῷ οὔτε ἐλάττωμα ἕτερον οὔτε τι ὑποβεβηκός, πλὴν τῶν ὑπ' αὐτοῦ ἐκτισμένων. τὰ δὲ μετὰ πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα πάντα καλῶς ἐκτισμένα καὶ εἰς σύστασιν ὑπ' αὐτοῦ ἀφθόνως εὖ προεληλυθότα. 2. Εἰ δὲ καὶ πάλιν ἐρεῖ ὁ τοιοῦτος ἡμῖν προελθὼν ἕτερος ὄφις, ὅτι τὰ μὲν δεξιὰ καὶ εὐώνυμα ἐκτὸς τοῦ ἑνὸς ὑπάρχει, αὐτὸς δὲ μεσαίτατός ἐστιν καὶ ἑαυτῷ μὲν προσάγεται τὰ δεξιὰ καὶ χαίρει τούτοις, δεξιὰ δὲ ταῦτα καλεῖ καὶ φῶς, τὰ δὲ εὐώνυμα ὡς ἀλλότρια αὐτοῦ καὶ ἐπὶ ἀριστερᾷ κείμενα ἀπωθεῖται, λεγέτω μοι πόθεν λαμβάνει ταύτην τὴν γεωμετρίαν, ἵνα καλῶς ῥυθμίσῃ ἀμετάστατον δεξιάν τε καὶ εὐώνυμον. παρ' ἡμῖν γὰρ δεξιὰ εἰκότως ὀνομάζεται ἤτοι ἀριστερὰ ἀπὸ τῶν ἐν τῷ σώματι πεπηγμένων μελῶν, ἐν οἷς οὐδέποτε ἐναλλαγὴ γίνεται. τὰ δὲ ἐκτὸς ἡμῶν δύναται εἶναι ποτὲ μὲν δεξιά, ποτὲ δὲ εὐώνυμα. παντὶ μὲν γὰρ τῷ ὁρῶντι κατὰ ἀνατολὴν νότος εἴτ' οὖν μεσημβρία δεξιὰ κληθήσεται, τὸ κλίμα δὲ τὸ βόρειον ἤτοι ἀρκτῷον ἀριστερόν. τὸ δὲ ἀνάπαλιν ἐπὶ τὰ δυτικὰ μέρη ἀναστραφέντος ἀνθρώπου τινὸς εὑρεθήσεται ἑτερωνύμως τὰ κλίματα· ὅπερ πρὸ ὥρας δεξιὸν ὑπῆρχεν νότιόν τε καὶ μεσημβρινόν, εἰς ἀριστερὰ αὖθις μεταβαλλόμενον, καὶ τὸ εἰς ἀριστερὰν τοῦ τινος κεκλιμένον ἀνθρώπου εἴτ' οὖν ἀρκτῷον εἴτ' οὖν βόρειον κλίμα, εἰς δεξιὰν αὐτοῦ μεταβαλλόμενον. ποῦ τοίνυν ὁ ἀπατεὼν ἐφηῦρεν ἑαυτῷ τὴν κατὰ θεὸν γεωμετρίαν; καὶ ὦ τῆς τοιαύτης πολλῆς ληρολογίας τῆς τὰ πάντα συγχεούσης. φάσκει δὲ τὸ Ὑστέρημα μετὰ τοὺς τριάκοντα 1.441 αἰῶνας γεγενῆσθαι. πόθεν ἄρα τὴν τοῦ Ὑστερήματος φύσιν κατείληφας, ὦ οὗτος, ἢ τὴν ἀποστᾶσαν δύναμιν, λέγε; εἰ μὲν γὰρ εὗρες ταύτην ἀπὸ βλαστήματος τῶν ἄνω *, οὐ κτιστὴν ἀλλὰ γεννητήν, ἐπειδὴ σοί τε καὶ τῷ σου ἐπιστάτῃ οὐκ ἐκτισμένα τὰ κτιστὰ ὁρίζεται, ἀλλὰ γεννητὰ καὶ ἀπὸ μετουσίας, ἑκάστης φύσεως παρ' ἑκάστης λαβούσης, τὰ αὖθις γεννώμενα * ἀναφῦναι, ἄρα γε κατὰ τὸν ἑαυτοῦ λόγον κατὰ σαυτοῦ ὁπλίζῃ. εἰ γὰρ ἀπὸ τῶν ἄνω καὶ ἡ ὑστέρα δύναμις καὶ ἡ ἀποστασία γεγένηται, ἔφυ δὲ ὡς εἰπεῖν καὶ ἐβλάστησεν, μετέχει ἄρα τῶν ἄνω χαρισμάτων, ἐπειδὴ ἐπικοινωνεῖ τῷ Πληρώματι ἡ ὑστέρα καὶ τὸ Πλήρωμα τῇ ὑστέρᾳ, καὶ οὐδὲν διενεχθήσεται τοῦτο πρὸς ἐκεῖνο οὔτε ἐκεῖνο πρὸς τοῦτο, ἑκατέρων κατὰ τὰ τέρματα ἀλλήλοις ἐπικοινωνούντων. καὶ ἐκ παντὸς λόγου διελεγχθήσῃ ἐξ ἐπισπορᾶς δαίμονος ἔχων τὴν τῆς πλάνης σου βόσκησιν, πάντων ἐλεεινῶν ἐλεεινότατε. 3. Ἵνα δὲ μὴ παραλείψωμέν τι τῶν παρά τισιν γινομένων τε καὶ λεγομένων, κἄν τε ἐν ἑκάστῃ πολλοὶ εἶεν οἱ ἔξαρχοι καὶ αὐχοῦντες ἕτερα ἀνθ' ἑτέρων ὑπὲρ τοὺς αὐτῶν διδασκάλους μυθοποιεῖσθαι, ἔτι ἐπιμενῶ ὑφηγούμενος τοὺς ἐν αὐτῇ τῇ αἱρέσει ὄντας, ἕτερα δὲ παρὰ τούτους λέγοντας, φημὶ δὲ περὶ Ἐπιφάνους τοῦ Ἰσιδώρου, ἐκ προφάσεως παραινετικῶν ῥημάτων ἑαυτὸν ἔτι εἰς περισσότερον βυθὸν ταλαιπωρίας καταγαγόντος, τἀληθῆ μὲν εἰπεῖν ἀπὸ Καρποκράτους τοῦ ἰδίου πατρὸς κατὰ σάρκα εἰληφότος τὰς προφάσεις, 1.442 συνημμένου δὲ τῇ αἱρέσει τοῦ προειρημένου Σεκούνδου καὶ αὐτοῦ τῶν Σεκουνδιανῶν ὑπάρχοντος. πολλὴ γὰρ ἑκάστου τῶν πεπλανημένων πρὸς τὸν ἕτερον διαφορὰ καὶ συρφετώδης ὡς εἰπεῖν πολυμιξία κενοφωνίας. οὗτος γὰρ ὁ Ἐπιφάνης, ὡς ἔφην, υἱὸς ὢν Καρποκράτους, μητρὸς δὲ Ἀλεξανδρείας οὕτω καλουμένης, τούτοις ὡς