120
προεῖπον συνάπτεται· ἀπὸ Κεφαλληνίας μὲν τὸ πρὸς πατρὸς γένος ὤν, ἑπτακαιδεκαετῆ δὲ βιώσας χρόνον θᾶττον τὸν βίον κατέστρεψεν, τοῦ κυρίου ὥσπερ ἀκάνθας τοὺς φαύλους ἀπαλλάσσοντος, κρεῖττόν τι περὶ τῆς οἰκουμένης προνοοῦντος. μετὰ δὲ τὴν αὐτοῦ τελευτὴν οἱ πρὸς αὐτοῦ πεπλανημένοι τῆς ἀπ' αὐτοῦ πληγῆς οὐκ ἀπέσχοντο. ἐν Σάμῳ γὰρ ὡς θεὸς ἔτι καὶ εἰς δεῦρο τιμᾶται· τέμενος γὰρ αὐτῷ ἱδρύσαντες οἱ ἐπιχώριοι θυσίας καὶ τελετὰς ἐπιτελοῦσι κατὰ νεομηνίαν, βωμοὺς δὲ αὐτῷ ἔστησαν καὶ μουσεῖον εἰς ὄνομα αὐτοῦ περίπυστον ἀνεστήσαντο, τὸ δὴ Ἐπιφάνους μουσεῖον καλούμενον. θύουσι γὰρ αὐτῷ οἱ Κεφαλλῆνες εἰς τοσαύτην πλάνην ἐληλακότες καὶ σπένδουσι καὶ ἐν τῷ ἱδρυμένῳ αὐτοῦ τεμένει εὐωχοῦνται ὕμνους τε αὐτῷ ᾄδουσι. δι' ὑπερβολὴν δὲ τῆς ἐκείνου παιδείας, ἐγκυκλίου τε καὶ Πλατωνικῆς, ἡ πᾶσα τοῖς προειρημένοις κατά τε τὴν αἵρεσιν καὶ κατὰ τὴν ἑτέραν πλάνην, λέγω δὲ τὴν εἰς εἰδωλομανίαν τοὺς ἐπιχωρίους τρέψασαν, γέγονεν ἀπ' αὐτοῦ ἀπάτη. συνήπτετο γοῦν οὗτος ὁ Ἐπιφάνης Σεκούνδῳ καὶ τοῖς ἀμφ' αὐτόν. τὴν γὰρ αὐτοῦ ἰοβολίαν ἀπεμάξατο, λέγω δὲ τὴν τῆς ἀδικούσης ἑρπετώδους 1.443 φθορᾶς περιττολογίαν. 4. Ἰσίδωρον δὲ φάσκουσιν ἐν παραινέσεσι τῆς αὐτοῦ μοχθηρίας αἴτιον γεγενῆσθαι. εἰ δὲ καὶ αὐτὸς τὰ ἴσα φρονῶν καὶ ἐξ αὐτῶν ὁρμώμενος ἐτύγχανεν ἢ ἐκ φιλοσόφων μαθὼν παραινετικός τις καὶ αὐτὸς ὑπῆρχεν, οὐ πάνυ σαφῶς περὶ τοῦ Ἰσιδώρου γνῶναι ἠδυνήθημεν. πλὴν οὗτοι πάντες καττύουσι τὴν ἴσην πραγματείαν. Πρῶτον μὲν οὖν ἐνομοθέτει αὐτὸς ὁ Ἐπιφάνης σὺν τῷ αὐτοῦ πατρί τε καὶ προστάτῃ τῆς αἱρέσεως Καρποκράτει καὶ τοῖς ἀμφ' αὐτὸν κοινὰς εἶναι τὰς τῶν ἀνθρώπων γυναῖκας, ἔκ τε τῶν Πλάτωνος Πολιτειῶν τὴν πρόφασιν λαβὼν καὶ τὴν ἰδίαν ἐπιθυμίαν ἐκτελῶν. ἐντεῦθεν δὲ τὴν ἀρχὴν ποιεῖται λέγων, ὡς ἐν τῷ εὐαγγελίῳ ἐμφέρεται τοῦ σωτῆρος φάσκοντος τρεῖς μὲν εὐνούχους εἶναι, τόν τε ἐξ ἀνθρώπων εὐνουχιζόμενον καὶ τὸν ἐκ γεννητῆς καὶ τὸν διὰ τὴν βασιλείαν τῶν οὐρανῶν ἑαυτὸν ἑκουσίως εὐνουχίσαντα, καί φησιν· «οἱ τοίνυν κατὰ ἀνάγκην, οὐ κατὰ λόγον εὐνοῦχοι γίνονται. οἱ δὲ ἕνεκα τῆς βασιλείας τῶν οὐρανῶν ἑαυτοὺς εὐνουχίσαντες, διὰ τὰ ἐκ τοῦ γάμου συμβαίνοντα, φασί, τὸν ἐπιλογισμὸν τοῦτον λαμβάνουσιν, τὴν περὶ τὸν πορισμὸν τῶν ἐπιτηδείων ἀσχολίαν δεδιότες. καὶ τῷ «βέλτιον γαμῆσαι ἢ πυροῦσθαι, μὴ εἰς πῦρ ἐμβάλῃς τὴν ψυχήν σου», φησὶ λέγειν τὸν ἀπόστολον· ἡμέρας καὶ νυκτὸς ἀντέχων καὶ φοβούμενος, μὴ τῆς ἐγκρατείας ἀποπέσῃς. πρὸς γὰρ τὸ ἀντέχειν γινομένη ψυχὴ μερίζεται τῆς ἐλπίδος». «ἀντέχου τοίνυν» ὡς ἤδη προεῖπον, τῆς παραινέσεως εἰς 1.444 μέσον φέρων τὸν λόγον φησὶ κατὰ λέξιν ὁ Ἰσίδωρος ἐν τοῖς Ἠθικοῖς «μαχίμης γυναικός, ἵνα μὴ ἀποσπασθῇς τῆς χάριτος τοῦ θεοῦ, τό τε πῦρ ἀποσπερματίσας εὐσυνειδήτως προσεύχου. ὅταν δέ, φησίν, ἡ εὐχαριστία σου εἰς αἴτησιν ὑποπέσῃ καὶ στῇς εἰς τὸ λοιπόν, οὐ κατορθώσας, μὴ σφαλῆναι, γάμησον». εἶτα πάλιν φησίν «ἀλλὰ νέος τις ἢ πένης ἐστὶν ἢ κατωφερὴς τουτέστιν ἀσθενὴς καὶ οὐ θέλει γῆμαι κατὰ τὸν λόγον, οὗτος τοῦ ἀδελφοῦ μὴ χωριζέσθω». αἰσχρὰς δέ τινας ὑπονοίας ἑαυτῷ προσποριζόμενος δραματουργεῖ ὁ τάλας «λεγέτω» γάρ φησιν «ὅτι εἰσελήλυθα ἐγὼ εἰς τὰ ἅγια, οὐδὲν δύναμαι παθεῖν». ἐὰν δὲ ὑπόνοιαν ἔχῃ, εἰπάτω· «ἀδελφέ, ἐπίθες μοι χεῖρα, ἵνα μὴ ἁμαρτήσω, καὶ λήψεται βοήθειαν καὶ νοητὴν καὶ αἰσθητήν. θελησάτω μόνον ἀπαρτίσαι τὸ καλὸν καὶ ἐπιτεύξεται». εἶτα πάλιν φησίν «ἐνίοτε τῷ μὲν στόματι λέγομεν· οὐ θέλομεν ἁμαρτῆσαι, ἡ δὲ διάνοια ἔγκειται εἰς τὸ ἁμαρτάνειν. ὁ τοιοῦτος διὰ φόβον οὐ ποιεῖ ὃ θέλει, ἵνα μὴ ἡ κόλασις αὐτῷ ἐλλογισθῇ. ἡ δὲ ἀνθρωπότης ἔχει ἀναγκαῖά τινα καὶ φυσικά, τινὰ δὲ φυσικὰ μόνα· ἔχει τὸ περιβάλλεσθαι τὸ ἀναγκαῖον καὶ φυσικόν, φυσικὸν δὲ καὶ τὸ τῶν ἀφροδισίων, οὐκ ἀναγκαῖον δέ»·