121
5. «Ταύτας παρεθέμην τὰς φωνάς», φησὶν ὁ κατὰ τούτων γράψας, «εἰς ἔλεγχον τῶν μὴ βιούντων ὀρθῶς», καὶ Βασιλειδιανῶν καὶ Καρποκρατιανῶν καὶ τῶν ἀπὸ Οὐαλεντίνου καὶ τῶν Ἐπιφάνους καλουμένων, ᾧ δὴ συνήφθη Σεκοῦνδος ὁ προτεταγμένος. ἐξ ἀλλήλων γὰρ ἕκαστος, ἤτοι οὗτος ἐκείνῳ μεταδοὺς ἢ ἐκεῖνος τούτῳ, τὰ δεινὰ ἀπεμπολή1.445 σαντες καὶ εἴς τι πρὸς ἀλλήλους διαφερόμενοι, ὅμως ἐν μιᾷ αἱρέσει ἑαυτοὺς κατέθεντο, «ὥστε καὶ ἔχειν ἐξουσίαν ἐδογμάτισαν καὶ τοῦ ἁμαρτάνειν διὰ τὴν τελειότητα, ἦ πάντως γε σωθησομένων φύσει, κἄν τε νυνὶ ἁμάρτωσι, διὰ τὴν ἔμφυτον ἐκλογήν, ἐπεὶ μηδὲ τὰ αὐτὰ αὐτοῖς πράττειν συγχωροῦσιν οἱ προπάτορες τῶν δογμάτων τούτων». «Φασὶ δὲ καὶ οὗτοι ὡς ἐπὶ τὸ ὑψηλότερον καὶ γνωστικώτερον ἐπεκτεινόμενοι τὴν πρώτην τετράδα οὕτως· ἔστι τις πρὸ πάντων προαρχὴ προανεννόητος, ἄρρητός τε καὶ ἀνονόμαστος, ἣν ἐγὼ Μονότητα καλῶ. ταύτῃ τῇ Μονότητι συνυπάρχει δύναμις, ἣν καὶ αὐτὴν ὀνομάζω Ἑνότητα. αὕτη ἡ Ἑνότης ἥ τε Μονότης, τὸ Ἓν οὖσαι, προήκαντο, μὴ προέμεναι, ἀρχὴν ἐπὶ πάντων νοητήν, ἀγέννητόν τε καὶ ἀόρατον, ἣν ἀρχὴν ὁ λόγος Μονάδα καλεῖ. ταύτῃ τῇ Μονάδι συνυπάρχει δύναμις ὁμοούσιος αὐτῇ, ἣν καὶ αὐτὴν ὀνομάζω τὸ Ἕν. αὗται αἱ δυνάμεις, ἥ τε Μονότης καὶ Ἑνότης, Μονάς τε καὶ τὸ Ἕν, προήκαντο τὰς λοιπὰς προβολὰς τῶν αἰώνων». 6. Εἶτα οἱ καλῶς συγγραψάμενοι τὴν ἀλήθειαν περὶ τούτων ἐν τοῖς σφῶν αὐτῶν συγγράμμασιν ἤλεγξαν αὐτούς, Κλήμης τε, ὅν φασί τινες Ἀλεξανδρέα, ἕτεροι δὲ Ἀθηναῖον, ἀλλὰ καὶ ὁ ἱερὸς Εἰρηναῖος καταγελῶν αὐτῶν τὸ τραγικὸν ἐκεῖνο ὃ ἐπὶ τοῖς προειρημένοις εἰς μέσον φέρων ἧκεν τό· «ἰοὺ ἰοὺ καὶ φεῦ φεῦ. τὸ 1.446 τραγικὸν ὡς ἀληθῶς ἐπειπεῖν ἔστιν ἐπὶ τῇ τοιαύτῃ συμφορᾷ τῶν τὰ γελοιώδη ταῦτα γεγραφότων τῆς τοιαύτης ὀνοματοποιίας καὶ τῇ τοσαύτῃ τόλμῃ, ὡς ἀπερυθριάσας τῷ ψεύσματι αὐτοῦ ὀνόματα τέθεικεν. ἐν γὰρ τῷ λέγειν «ἔστιν τις προαρχὴ πρὸ πάντων προανεννόητος, ἣν ἐγὼ Μονότητα καλῶ», καὶ πάλιν «ταύτῃ τῇ Μονότητι συνυπάρχει δύναμις, ἣν καὶ αὐτὴν ὀνομάζω Ἑνότητα», σαφέστατα ὅτι τε πλάσμα αὐτοῦ ἐστι τὰ εἰρημένα ὡμολόγηκε καὶ ὅτι αὐτὸς ὀνόματα τέθεικε τῷ πλάσματι, ὑπὸ μηδενὸς πρότερον ἄλλου τεθειμένα. καὶ σαφές ἐστιν ὅτι αὐτὸς ταῦτα τετόλμηκεν ὀνοματοποιῆσαι, καὶ εἰ μὴ παρῆν τῷ βίῳ αὐτός, οὐκ ἂν ἡ ἀλήθεια εἶχεν ὄνομα. οὐδὲν οὖν κωλύει καὶ ἄλλον τινὰ ἐπὶ τῆς αὐτῆς ὑποθέσεως οὕτως ὁρίσασθαι ὀνόματα· εἶτα λοιπὸν εἰς ταῦτα ὁ αὐτὸς μακάριος Εἰρηναῖος, ὥς γε προείπαμεν, γελοιώδη ῥήματα καὶ αὐτὸς † προεῖπεν, ἑτερωνυμίαν ἀφ' ἑαυτοῦ ὡς ἀντάξια τῆς αὐτῶν ληρῳδίας χαριεντιζόμενος, πεπόνων γένη καὶ σικύων καὶ κολοκυνθῶν ὡς ἐπὶ ὑποκειμένων τινῶν ἐπιπλασάμενος, † ὡς τοῖς φιλολόγοις σαφὲς ἂν εἴη ἀφ' ὧν προανέγνωσαν. 7. Ἄλλοι δὲ πάλιν αὐτῶν τὴν πρώτην καὶ ἀρχέγονον Ὀγδοάδα τούτοις τοῖς ὀνόμασι κεκλήκασι· πρῶτον Προαρχήν, ἔπειτα Ἀνεννόητον, τὴν δὲ τρίτην Ἄρρητον καὶ τὴν τετάρτην Ἀόρατον. καὶ ἐκ μὲν τῆς πρώτης Προαρχῆς προβεβλῆσθαι πρώτῳ καὶ πέμπτῳ τόπῳ Ἀρχήν, ἐκ δὲ τῆς ἀρχῆς τῆς Ἀνεννοήτου δευτέρῳ καὶ ἕκτῳ τόπῳ Ἀκατάληπτον, ἐκ δὲ τῆς Ἀρρήτου τρίτῳ καὶ ἑβδόμῳ τόπῳ Ἀνονόμαστον, ἐκ δὲ τῆς Ἀοράτου Ἀγένητον, Πλήρωμα τῆς πρώτης Ὀγδοάδος. ταύτας βούλονται τὰς δυνάμεις 1.447 προϋπάρχειν τοῦ Βυθοῦ καὶ τῆς Σιγῆς, ἵνα τελείων τελειότεροι φανῶσιν ὄντες καὶ Γνωστικῶν γνωστικώτεροι· πρὸς οὓς δικαίως ἄν τις ἐπιφωνήσειεν· ὦ ληρολόγοι σοφισταί. καὶ γὰρ περὶ αὐτοῦ τοῦ Βυθοῦ διάφοροι γνῶμαι παρ' αὐτοῖς. οἱ μὲν γὰρ αὐτὸν ἄζυγον λέγουσι, μήτε ἄρρενα μήτε θῆλυν μήτε ὅλως ὄντα τι, ἄλλοι δὲ ἀρρενόθηλυν αὐτὸν λέγουσιν εἶναι, ἑρμαφροδίτου φύσιν αὐτῷ περιάπτοντες. Σιγὴν δὲ πάλιν ἄλλοι