122
συνευνέτιν αὐτῷ προσάπτουσιν, ἵνα γένηται πρώτη συζυγία καὶ ἐκ τούτου καὶ ἐκ ταύτης τὰ κατάλοιπα οὕτω δραματουργήσωσι. καὶ πολλή τίς ἐστιν ἐν αὐτοῖς ἡ εἰς ὕπνον βαθὺν τὸν νοῦν αὐτῶν καταφέρουσα ληρολόγος ὀνειροπολία. Καὶ τί μοι ἐπὶ τὸ πολὺ κατατρίβεσθαι, πωρατῆς οὔσης τῆς κατ' αὐτοὺς ὑποθέσεως καὶ τοῦ κατ' αὐτῶν ἐλέγχου καὶ ἀνατροπῆς ἀπὸ τῶν προειρημένων παντὶ τῷ βουλομένῳ τῆς ζωῆς αὐτοῦ ἔχεσθαι καὶ μὴ ἀπατᾶσθαι κενοῖς μύθοις; ἀλλὰ ταῦτά μοι περὶ τούτων εἰρήσθω. παρελθὼν δὲ ταύτην ἐπὶ τὰς ἑξῆς βαδιοῦμαι, διασκοπήσων ὁδὸν ἐμαυτῷ ἀσφαλῆ καὶ τρίβον λείαν, ὅπως τὰς τούτων μοχθηρίας διεξιών τε καὶ ἐλέγχων ἐμαυτόν τε καὶ τοὺς ἀκούοντας ἐν τῇ τοῦ θεοῦ δυνάμει διασώσω διὰ τῆς τοῦ κυρίου ἡμῶν διδασκαλίας καὶ ἀληθινῆς θεωρίας. ὡς μύαγρον οὖν ταύτην τὴν ἔχιδναν, τὴν πολλαῖς ἑτέραις ἐχίδναις ἐοικυῖαν, τῷ ὑποδήματι τοῦ εὐαγγελίου καταπατήσαντες τὰς ἑξῆς διασκοπήσωμεν.
1.448 Κατὰ Πτολεμαϊτῶν ˉιˉγ, τῆς δὲ ἀκολουθίας ˉλˉγ.
1. Τοὺς περὶ Σεκοῦνδον καὶ τὸν ὀνομασθέντα Ἐπιφάνην, ἐξ Ἰσιδώρου τὴν πρόφασιν εἰς ἑαυτοῦ ὑπόνοιαν ἀπεμπολήσαντα, Πτολεμαῖος διαδέχεται, τῆς μὲν αὐτῆς τῶν καλουμένων Γνωστικῶν ὑπάρχων αἱρέσεως καὶ τῶν κατὰ Οὐαλεντῖνον εἷς ὢν σὺν ἑτέροις τισίν, ἕτερα δὲ παρὰ τοὺς αὐτοῦ διδασκάλους ὑποτιθέμενος, οὗ καὶ τὸ ὄνομα αὐχοῦσιν οἱ αὐτῷ πειθόμενοι, Πτολεμαῖοι καλούμενοι. Οὗτος τοίνυν ὁ Πτολεμαῖος καὶ οἱ σὺν αὐτῷ ἔτι ἐμπειρότερος ἡμῖν τῶν ἑαυτοῦ διδασκάλων προελήλυθε, τῇ ἐκείνων ὑφηγήσει προσθήκης τινὸς ὑπερβολὰς ἐξευρών. δύο γὰρ οὗτος συζύγους τῷ θεῷ τῷ παρ' αὐτοῖς Βυθῷ καλουμένῳ ἐπενόησέν τε καὶ ἐχαρίσατο· ταύτας δὲ καὶ διαθέσεις ἐκάλεσεν, Ἔννοιάν τε καὶ Θέλημα. καὶ τὴν μὲν Ἔννοιαν ἀεὶ συνυπάρξασαν αὐτῷ, ἐννοουμένην ἀεὶ τό τι προβαλέσθαι, τὸ δὲ Θέλημα ἐν αὐτῷ ἐπιγινόμενον. πρῶτον γὰρ ἐνενοήθη τι προβαλεῖν, εἶτα, φησίν, ἠθέλησεν. διὸ καὶ τῶν δύο διαθέσεων τούτων ἢ καὶ δυνάμεων δυνάμεις γὰρ αὐτὰς πάλιν καλεῖ, τῆς Ἐννοίας καὶ τῆς Θελήσεως ὥσπερ συγκραθεισῶν εἰς ἀλλήλας ἡ προβολὴ τοῦ Μονογενοῦς καὶ τῆς Ἀληθείας κατὰ συζυγίαν ἐγένετο. οὕστινας τύπους καὶ εἰκόνας τῶν δύο διαθέσεων τοῦ Πατρὸς προελθεῖν τῶν ἀοράτων ὁρατάς, τοῦ μὲν Θελή1.449 ματος τὸν Νοῦν, τῆς δὲ Ἐννοίας τὴν Ἀλήθειαν· καὶ διὰ τοῦτο τοῦ ἐπιγενητοῦ Θελήματος ὁ μὲν ἄρρην εἰκὼν γέγονεν, τῆς δὲ ἀγεννήτου Ἐννοίας ὁ δὲ θῆλυς τοῦ Θελήματος. τὸ Θέλημα τοίνυν δύναμις ἐγένετο τῆς Ἐννοίας. ἐνενόει μὲν γὰρ ἀεὶ ἡ Ἔννοια τὴν προβολήν, οὐ μέντοι προβαλεῖν αὐτὴ καθ' ἑαυτὴν ἠδύνατο ἃ ἐνενόει· ὅτε δὲ ἡ τοῦ Θελήματος δύναμις ἐπεγένετο, τότε ὃ ἐνενόει προέβαλεν. 2. Καὶ φεῦ τῆς τοιαύτης τοῦ ματαιόφρονος ληρῳδίας· τοῦτο γὰρ οὐκ ἂν οὐδὲ ἐπὶ ἀνθρώπου λαμβάνοιτο παρά τινι τῶν ἐχόντων ἐρρωμένην τὴν διάνοιαν, μήτι γε ἐπὶ θεοῦ. δοκεῖ δέ μοι φρονιμώτερος αὐτοῦ ὑπάρχειν Ὅμηρος ἐν τῷ τὸν ∆ία φροντίδα παρ' αὐτῷ ποιούμενον ἀναγράφεσθαι, μεριμνῶντά τε καὶ χαλεπαίνοντα καὶ ἄϋπνον παννύχως διατετελεκότα, τὸ πῶς τοῖς Ἀχαιοῖς ἐπιβουλεύσῃ, τῆς Θέτιδος αὐτὸν ἀξιωσάσης εἰς τὸ δίκην τῖσαι τοὺς τῶν Ἑλλήνων ἐξάρχους τε καὶ αὐτοὺς τοὺς Ἕλληνας διὰ τὴν πρὸς τὸν Ἀχιλλέα ὕβριν. οὐδὲν γὰρ οὗτος ὁ Πτολεμαῖος εἰς δόξαν τοῦ παρ' αὐτοῦ Πατρὸς τῶν ὅλων τοῦ καὶ Βυθοῦ καλουμένου εὐλογώτερον τῶν παρὰ Ὁμήρου εἰς τὸν ∆ία εἰρημένων ἐπενόησεν, ἀλλ' αὐτὸν κατείληφε μᾶλλον τὸν ∆ία, ὡς παρὰ Ὁμήρου λαβὼν τὴν ἔννοιαν· μᾶλλον γὰρ τὴν Ὁμηρικὴν κατάληψιν περὶ ∆ιὸς καὶ Ἀχαιῶν εἰκότως ἂν φήσειέν τις αὐτὸν ἐσχηκέναι, 1.450 τὴν τοσαύτην αὐτοῦ τόλμαν ἐξεμέσαντα, ἢ τὴν περὶ τοῦ τῶν ὅλων δεσπότου, ὃς ἅμα τῷ ἐννοηθῆναι καὶ ἐπιτετέλεκε τοῦθ' ὅπερ