127
χερσὶ μὴ ἐπιστάμενοι καὶ τὰ ἐπουράνια ἐπαγγελλόμενοι μέτροις τισὶν ὁροθετεῖν καί τινων μαιωτικῶν μητρῶν ὡς ἐπουρανίων, τῶν οὐκ οὐσῶν ὡς ὑπαρχουσῶν ἐπιστήμας ἀναδεχόμενοι. ἀκούσας δέ τις παρὰ τούτων, εἰ μὲν τῶν ἀφρονεστάτων εἴη, τῷ ψεύδει νομίζων τι παρ' αὐτοῖς μετάρσιον ἐγνωκέναι ῥᾳδίως ὑπαχθήσεται «ὅτι πᾶν ὄρνεον κατὰ γένος συνάγεται, καὶ τῷ ὁμοίῳ κολληθήσεται ἀνήρ», φησὶν ἡ γραφή· εἰ δέ τις περιτύχοι αὐτοῖς τῶν συνετῶν καὶ τὸν εὔλογον λογισμὸν κεκτημένων, καταγελάσει μὲν τῆς τοσαύτης ληρῳδίας, ἀπ' αὐτῆς δὲ τῆς ὑποθέσεως τῶν παρ' αὐτοῖς λεγομένων τὴν ἀνατροπὴν εἴσεται. ἐλέγχονται γὰρ οὗτοι παντάπασι, καθ' ἑαυτῶν ὁπλιζόμενοι τὰ ψεύδη τῆς αὐτῶν ματαιοπονίας. πόθεν γὰρ ὑμῖν, ὦ οὗτοι Πτολεμαῖοί τε καὶ Πτολεμαῖαι, τοῦ Βυθοῦ τὰ μέτρα καὶ αἱ μαιώσεις τῶν τοκετῶν καὶ γεννητικῶν ὑποθέσεων ἡ γνῶσις; ὡς γὰρ παρόντες καὶ τῶν ἐπουρανίων τὰς φύσεις θεασάμενοι καὶ ὡς αὐτοῦ προόντες τοῦ παρ' ὑμῖν Βυθοῦ καλουμένου, ἐπαγγέλλεσθε τὴν εἴδησιν ἡμῖν ὑποδεικνύναι, οὐδενὸς πώποτε τῶν προφητῶν τοῦτο εἰρηκότος, οὐκ αὐτοῦ Μωυσέως οὐ τῶν πρὸ αὐτοῦ οὐ τῶν μετ' αὐτὸν οὐ τῶν εὐαγγελιστῶν οὐ τῶν ἀποστόλων, εἰ μὴ ἄρα τὰ ἐθνόμυθα ποιήματα εἴποις τῶν περὶ Ὀρφέα τε καὶ Ἡσίοδον καὶ Ἱκέσιον καὶ Στησίχορον, παρ' οἷς αἱ τῶνἀνθρώπων γενεαὶ μετεποιήθησαν εἰς θεῶν ἐπωνυμίας καὶ τὰ ἐν ἀνθρώποις τετελεσμένα ποιητικῶς ἐδραματουργήθη. κἀκεῖνοι γὰρ 1.459 οὕτως ἐνόμισαν, ἐκθειάσαντές τε τοὺς περὶ ∆ία καὶ Ῥέαν καὶ Ἥραν καὶ Ἀθηνᾶν καὶ Ἀπόλλωνα καὶ Ἀφροδίτην καὶ τὰς τούτων κακίαςγονὰς τιμήσαντες, εἰς φαντασίαν πολυθεΐας καὶ εἰδωλολατρείας τὸν κόσμον ἐνέβαλον. ἀλλὰ οὐκέτι μοι πολλή τις χρεία γενήσεται εἰς τὴν σοῦ, ὦ Πτολεμαῖε, ἀνατροπήν τε καὶ ἔλεγχον καὶ τῶν κατὰ σέ, ἤδη τῶν σῶν προπατόρων τὸν ἔλεγχον ἱκανῶς εἰληφότων. διὰ δὲ τῶν προειρημένων τὴν κατὰ σοῦ αἰσχύνην συστησάμενος διέξειμι τὴν τῶν ἑτέρων πλάνην, θεὸν ἐπικαλούμενος ἐπίκουρον τῆς ἡμῶν μετριότητος, ὅπως τὴν παρ' ἑκάστῳ ἔθνει κακῶς ἐπινενοημένην ὑπόθεσιν φωράσω τε καὶ θριαμβεύσω, ἐπὶ τῇ ἐπαγγελίᾳ τῆς σπουδῆς παρὰ θεοῦ αἰτούμενος τὴν χάριν. 9. Ἵνα δὲ μὴ ἀβασάνιστα ᾖ τὰ τρία σου λεξείδια, ἃ δὴ πρὸς Φλώραν τὸ γύναιον ἐπιστέλλων ἐκομπάσω, ὦ Πτολεμαῖε ἀεὶ γὰρ αἱ ὀφιώδεις διδασκαλίαι γυναικάρια σεσωρευμένα ἁμαρτίαις ἀπατῶσι, κατὰ τὸν τοῦ ἀποστόλου λόγον, καὶ αὐτὰς δὴ τὰς λέξεις καιρίως ἐνταῦθα παραθέμενος, καὶ τὴν αὐτῶν ἀνατροπήν, ἀναγκαίαν οὖσαν εἰς τὸ μὴ καταλειφθῆναι ῥίζαν τῆς ζιζανιώδους σου σπορᾶς, ἑξῆς ἀκολούθως ποιήσομαι. Φάσκεις γάρ, ὦ οὗτος, τὸν νόμον τριχῆ διῃρῆσθαι καὶ τὸ μὲν ἔχειν τι ἐκ τοῦ θεοῦ, τὸ δὲ ἐκ Μωυσέως, τὸ δὲ ἐκ τῶν πρεσβυτέρων. καὶ ὅτι μὲν ὅπερ ἐκ τῶν πρεσβυτέρων οἴει γεγραμμένον οὐκ ἔχεις που ἀποδεῖξαι, τοῦτό ἐστι δῆλον. οὐδαμοῦ γὰρ ἐν νόμῳ ἐμφέρονται αἱ τῶν πρεσβυτέρων παραδόσεις. ἀλλὰ ἀγνοῶν καὶ τὰς βίβλους καὶ τὴν ἀλήθειαν φαντάζῃ συκοφαντῶν καὶ τὰς ἀκολουθίας † ἀγνοῶν ἑκάστης ἀκριβοῦς εἰδήσεως. αἱ γὰρ παραδόσεις τῶν πρεσβυτέρων δευτερώσεις παρὰ τοῖς Ἰουδαίοις λέγονται. εἰσὶ δὲ αὗται τέσσαρες· μία μὲν ἡ εἰς ὄνομα Μωυσέως φερομένη, δευτέρα δὲ ἡ τοῦ καλουμένου Ῥαββὶ Ἀκίβα, τρίτη Ἀδδᾶ ἤτοι Ἰούδα, τετάρτη τῶν υἱῶν 1.460 Ἀσαμωναίου. ἐπεὶ ποῦ ἔχεις, φιλόνεικε καὶ ἀκατάστατε τὴν γνώμην, δεῖξαι ἐν ταῖς πέντε βίβλοις τῆς πεντατεύχου καὶ θεοῦ νομοθεσίας ὅτι ἐρρήθη ὁ λόγος ὁ παρὰ τῷ σωτῆρι εἰρημένος «ὃς ἐρεῖ τῷ πατρὶ αὐτοῦ κορβὰν ὅ ἐστι δῶρον, οὐκ ὠφεληθήσεταί τι ἐξ αὐτοῦ»; ἀλλὰ οὐκ ἔχεις δεῖξαι. ἄρα γοῦν ἐξέπεσέ σου ὁ λόγος, τοῦ ῥήματος οὐδαμοῦ ἐν τῇ πεντατεύχῳ ἐμφερομένου. καὶ μάτην τὴν ὑπὸ σοῦ ἠπατημένην Φλώραν ἐφάντασας τὰ δὲ ὑπὸ Μωυσέως * οὐκ ἐκτὸς τοῦ θεοῦ καὶ αὐτὰ ἐνομοθετήθη, ἀλλὰ ἐκ