128
τοῦ θεοῦ διὰ Μωυσέως, ὃ καὶ ἐξ αὐτῆς τῆς τοῦ σωτῆρος ἐπικρίσεως δείκνυται. αὐτὰς γὰρ ἃς παρήγαγες μαρτυρίας κατὰ σαυτοῦ ἐπισυνήγαγες. φάσκει γὰρ ὁ κύριος ἐν τῷ εὐαγγελίῳ ὅτι «Μωυσῆς ἔγραψεν κατὰ τὴν σκληροκαρδίαν ὑμῶν»· ὃ δὲ ἔγραψε Μωυσῆς οὐκ ἐκτὸς βουλήσεως θεοῦ ἔγραψεν, ἀλλ' ἐκ πνεύματος ἁγίου ἐνομοθέτησε. λέγει γὰρ ὁ κύριος ἐν τῷ εὐαγγελίῳ· «ὃ ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω». καὶ πῶς συνέζευξεν, διεξῆλθεν * τὸ ῥῆμα ἵνα μάθωμεν λέγων «ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ καὶ κολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν». εἶτα ἐπιφέρει λέγων «ὃ οὖν ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω»· καίτοι γε οὐδαμοῦ τοῦ κυρίου τοῦτο εἰρηκότος, ὁπηνίκα τὸν Ἀδὰμ καὶ τὴν Εὔαν ἔπλασεν ἢ μόνον «ποιήσωμεν αὐτῷ κατ' αὐτὸν βοηθόν». ἀλλὰ τοῦτο ὑπὸ τοῦ Ἀδὰμ εἴρηται, ὅτε ἀνέστη ἐκ τοῦ ὕπνου καὶ εἶπεν «τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου· αὕτη κληθήσεται γυνὴ ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη αὕτη»· εἶτά φησιν «ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ, καὶ κολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν». οὐ τοῦ θεοῦ τοίνυν τοῦτο εἰπόντος, τοῦ δὲ Ἀδὰμ εἰρηκότος, τοῦ κυρίου δὲ ἐπιμαρτυροῦντος ἐν τῷ εὐαγγελίῳ θεοῦ εἶναι τὸ ῥῆμα τὸ διὰ τοῦ Ἀδὰμ εἰρημένον, ἀπ' αὐτῆς τῆς ὑποθέσεως ἔδειξεν, ὅτι ἐκεῖ μὲν Ἀδὰμ εἴρηκεν θεοῦ δὲ βουλήσει ἐφθέγγετο καὶ ὧδε ὁ Μωυσῆς ἐνομοθέτησεν θεοῦ αὐτῷ καταγγείλαντος τὴν νομοθεσίαν. καὶ αὗται μὲν ἤδη αἱ δύο σου λέξεις διέπεσον, καὶ 1.461 οὐ πόρρωθεν, ἀλλὰ ἀπ' αὐτῆς τῆς χρήσεως. καὶ ὅτι μὲν νομοθεσία θεοῦ ἔστιν, τοῦτο δῆλον. πανταχοῦ δὲ θεὸς νομοθετεῖ τὰ μὲν εἰς χρόνους, τὰ δὲ εἰς τύπους, τὰ δὲ εἰς ἀποκάλυψιν τῶν μελλόντων ἔσεσθαι ἀγαθῶν, ὧν ἐλθὼν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἔδειξε τὴν πλήρωσιν ἐν τῷ εὐαγγελίῳ. 10. Τὰ δὲ τῆς παρὰ σοὶ ἑτέρας θεῶν διαιρέσεως τριχῆ πάλιν διαιρεθείσης ἐπαναλαβὼν καὶ αὐτὰ δείξω παρὰ σοὶ σεσυκοφαντημένα καὶ οὐκ ἄλλο τι ὂν ἀλλὰ γόητος τὸ ἔργον. ποῖος γὰρ ἡμῖν τρίτος θεὸς πάρεστιν, ἐκ δύο συσταθεὶς ὁμοιωμάτων καὶ οὔθ' ἕτερον ὢν τῶν δύο, οὔτε τὴν κακίαν ἔχων καὶ ἀδικίαν ὡς ἔφης, οὔτε τὴν ἀγαθότητα καὶ φωτεινὴν οὐσίαν, μεσαίτατος δὲ ὢν δίκαιος; καὶ γὰρ ἀληθῶς ἀλλότριος ὢν πάσης δικαιοσύνης εἰκότως ἀγνοεῖς τί ποτέ ἐστι δικαιοσύνη, ἑτέραν αὐτὴν παρὰ τὴν ἀγαθότητα νομίζων. πολὺ δὲ ἐλεγχθήσῃ, ὦ ῥᾳδιουργὲ καὶ ἀλλότριε τῆς ἀληθείας· οὐδαμόθεν γὰρ γίνεται τὸ δίκαιον ἀλλ' ἐξ ἀγαθότητος καὶ οὐδὲ ἄλλως τις γενήσεται ἀγαθός, εἰ μὴ ᾖ δίκαιος. ὅθεν καὶ ὁ κύριος, ἐπαινῶν τὴν νομοθεσίαν καὶ τοὺς αὐτῆς δικαίους, ἔλεγεν «κοσμεῖτε τοὺς τάφους τῶν προφητῶν καὶ οἰκοδομεῖτε τὰ μνημεῖα τῶν δικαίων, καὶ οἱ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς». πόθεν δὲ γεγόνασι προφῆται καὶ δίκαιοι ἀλλ' ἢ ἀπὸ τῆς τοῦ πατρὸς ἀγαθότητος; καὶ ἵνα δείξῃ ὅτι ἐν τῷ μέρει τῆς ἀγαθότητος ὁ δίκαιος ἕστηκεν, ἔλεγεν «ὅμοιοι γένεσθε τῷ πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς, ὅτι ἀνατέλλει αὐτοῦ τὸν ἥλιον ἐπὶ ἀγαθοὺς καὶ πονηροὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους», ἵνα δείξῃ τὸ δίκαιον ἀγαθὸν καὶ τὸ ἀγαθὸν δίκαιον καὶ τὸ πονηρὸν ἄδικον καὶ τὸ ἄδικον πονηρόν. Τὴν δὲ ἐπιπλοκὴν ἣν ἔφης τοῦ νόμου οὐ δύνασαι ἀποδεῖξαι. ἑάλως γὰρ συκοφαντῶν τὸν νόμον, ἐπιπλοκήν τινα αὐτῷ προσάπτων, διὰ τὸ εἰρηκέναι τὸν νόμον «ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος» καὶ ἐπειδὴ φονεύει ὁ νόμος τὸν φονευτήν. ἀλλὰ ἐξ αὐτῆς τῆς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πραγματείας δειχθήσεται ὅτι οὐκ ἐπιπλοκή τις ἦν, ἀλλ' ἡ αὐτὴ ἦν νομοθεσία καὶ τὸ αὐτὸ 1.462 ἐνεργεῖ τῇ ὑπὸ τοῦ σωτῆρος εἰρημένῃ ἐντολῇ ὅτι «ἐάν τίς σε τυπτήσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην». καὶ γὰρ καὶ ὁ νόμος