129
πάλαι τοῦτο κατεσκεύαζε λέγων «ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ», τουτέστιν «στρέψον αὐτῷ τὴν σιαγόνα». ἵνα γὰρ διαφύγοι ἃ πάθοι ἂν εἰ πλήξει, παρεῖχε τὴν σιαγόνα τῷ τύπτοντι, εἰδὼς ὅτι εἰ ἀφέλοι ὀφθαλμόν, τὰ αὐτὰ πείσεται διὰ τὸν νόμον. 11. Ὡς γὰρ ὁ πατὴρ βούλεται παιδεύειν τὰ τέκνα καὶ ἑκάστῃ ἡλικίᾳ ἁρμοζόμενος προβαίνει τῇ παιδείᾳ, καὶ οὐκ ἴσως τὸ μικρὸν βρέφος παιδεύει τῷ μειρακίῳ οὐδὲ τὸ μειράκιον ὡσαύτως τῷ νεανίσκῳ οὐδὲ τὸν νεανίαν τῷ τελείῳ ἀνδρί, ἀλλὰ τῷ μὲν ὑποτιτθίῳ διὰ δακτύλου παιδεία γίνεται, παιδίῳ δὲ μείζονι διὰ χειρὸς ῥαπίσματος, μειρακίῳ δὲ διὰ ἱμάντος, νεανίσκῳ διὰ ῥάβδου, ἀνδρὶ δὲ ἐκδίκησις τῶν μειζόνων παραπτωμάτων μαχαίρᾳ διὰ νόμου, οὕτως καὶ ὁ κύριος ἑξῆς ἐνομοθέτει ἑκάστῃ γενεᾷ τὰ ἁρμόζοντα. ἐκείνους μὲν γὰρ φόβῳ ἐσωφρόνιζεν, ὡς παιδίοις μικροῖς διαλεγόμενος καὶ ἀγνοοῦσι τὴν δύναμιν τοῦ ἁγίου πνεύματος, τοὺς δὲ τελείους τελείων ἠξίου μυστηρίων. καὶ ἐν τῷ εὐαγγελίῳ γὰρ οὕτω πως λέγει τοῖς μαθηταῖς ἐν πολλοῖς τόποις «οὐκ οἴδατε τί ποιῶ, ὕστερον δὲ γνώσεσθε», τουτέστιν ὅταν τέλειοι γένησθε· καὶ πάλιν «οὐκ ᾔδεισαν, ἕως ἀνέστη ἐκ τῶν νεκρῶν». ὁ δὲ Παῦλος «οὔπω γὰρ ἠδύνασθε, ἀλλ' οὐδὲ ἔτι δύνασθε», δεικνὺς ὅτι καιρῶν προϊόντων τελειότεραι ἐντολαί, οὖσαι μὲν αἱ αὐταί, μεταβαλλόμεναι δὲ εἰς ἑτέραν σχέσιν, ἀλλὰ τοῖς νέοις μὲν ἄλλως σχηματιζόμεναι, ἑτέρως δὲ τοῖς ἐντελεστέροις. νομοθετήσας γὰρ ὁ νόμος «ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ» οὐκ εἶπεν αὐτοῖς, ἐκβάλετε ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, ἀλλ' ἐὰν ἐκβάλῃ τις ὀφθαλμόν, ἐκβληθήσεται ὁ ὀφθαλμὸς τοῦ ἐκβαλόντος· ἕκαστος δὲ φειδόμενος τοῦ ἰδίου σώματος παρεδίδου τὴν σιαγόνα τύπτεσθαι καὶ οὐκ ἔτυπτε. καὶ ἀπὸ τότε ἐφυλάττετο τὰ νῦν ἐν τῷ εὐαγγελίῳ τηλαυγῶς εἰρη1.463 μένα, τότε μὲν ἀνάγκῃ ὡς νέων σωφρονιζομένων, νῦν δὲ προαιρέσει ἅτε δὴ τελείων πειθομένων. εἰ δὲ φάσκεις περιπλοκὴν εἶναι ταύτην, τὸ λέγειν «ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ» καὶ τὸ τὸν φονέα φονεύεσθαι, ἰδοὺ καὶ περὶ τῆς ἡμέρας τῆς κρίσεως βλέπομεν τὸν σωτῆρα λέγοντα «ὅτι ἐλεύσεται ὁ αὐτοῦ δεσπότης» τοῦτο δὲ περὶ ἑαυτοῦ ἔλεγεν, αὐτὸς πάντων ὢν δεσπότης καί φησιν «καὶ διχοτομήσει αὐτὸν τὸν δοῦλον καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει». οὐκοῦν καὶ κατὰ τοῦ σωτῆρος ἐξοπλίζῃ συκοφαντῶν πάλιν ῥήματα καὶ εἴποις ἂν τοῦτον μὴ εἶναι ἀγαθόν καίτοι γε ἐκ πατρὸς ἀγαθοῦ γεγεννημένον καὶ ἀγαθὸν ὄντα, ἀλλὰ δίκαιον καὶ οὐθ' ἕτερον παρὰ τὸν πατέρα. δύνασαι ἄρα καὶ αὐτὸν ἀπαλλοτριοῦν τῆς τοῦ πατρὸς οὐσίας, ὦ οὗτος, ὁ προελθὼν ἡμῖν πάλιν διαιρέτης καὶ γεωμέτρης τῶν νόμων, τριχῶς τὰ πάντα διαιρῶν. καὶ τῷ μὲν εἰπεῖν ὅτι εἰς τύπους συμβολικῶς τινα ἐν τῷ νόμῳ γέγραπται, ὀλίγα παρήψω τῆς ἀληθείας, ἵνα διὰ τῶν ὀλίγων δυνηθῇς καὶ εἰς τὰ ἄλλα ἀπατῆσαι. καὶ γὰρ τῷ ὄντι «ἐκείνοις τυπικῶς συνέβαινεν, ἐγράφη δὲ ἡμῖν εἰς νουθεσίαν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν», ὥς φησιν ὁ ἁγιώτατος ἀπόστολος, περί τε περιτομῆς λέγων καὶ σαββάτου καὶ τῶν ἄλλων. εἴθε δὲ τὰ πάντα ἠλήθευες καὶ οὐκέτι τρίτον μέσον θεὸν τὸν μὴ ὄντα ἔφερες ἡμῖν, μᾶλλον δὲ σαυτῷ καὶ τοῖς ὑπὸ σοῦ ἠπατημένοις. 12. Νομίζω δὲ καὶ ἐν τῷ παρόντι ἱκανῶς πρὸς τάς σου λέξεις, ὦ ἀγύρτα, εἰρῆσθαι, ὧν ποιήσας τὸν ἔλεγχον ἐπὶ τὰς ἑξῆς αἱρέσεις βαδιοῦμαι, τὸν αὐτὸν θεὸν συνήθως ἐπικαλούμενος ἐπικουρῆσαι τῇ ἡμῶν μετριότητι εἰς τὸ φωρᾶσαι ἑκάστης αἱρέσεως παραπεποιημένης τὸν ἔλεγχον. ὅτι μὲν γὰρ συρίγμασιν ἑαυτοῦ, ὡς ἀπὸ θαλάσσης ἀνελθὼν καρχαρίας καὶ ἔχιδναν προκαλούμενος, τὴν Φλώραν διὰ τῶν γραμμάτων αὐτήν τε καὶ ἄλλους σὺν αὐτῇ ἠπάτησεν, δέδεικται ἐν τοῖς εἰρημένοις· ἐν δὲ τῇ τῆς ἀληθείας σαγήνῃ ἧς τὸ αἴνιγμα ὁ 1.464 κύριος ἐν τῷ εὐαγγελίῳ βασιλείαν οὐρανῶν ἀπεφήνατο ἐνειλήσαντες καὶ τῶν πονηρῶν ἰχθύων ἕνα ὄντα αὐτὸν