130
ἐλέγξαντες τῷ τὰ μοχθηρὰ ῥήματα αὐτοῦ φωρατὰ ποιῆσαι, τῇ τῆς ἀληθοῦς πίστεως διδασκαλίᾳ ἡττήσαμεν. ἐν τῇ τοῦ θεοῦ τοίνυν δυνάμει συντρίψαντες τοῦτον αὐτοὶ μὲν θεῷ εὐχαριστήσωμεν, ἐπὶ δὲ τὰς ἑξῆς ὁμοίως ὡς προεῖπον προέρχεσθαι ἐπιβαλώμεθα.
2.5 Κατὰ Μαρκωσίων ˉιˉδ, τῆς δὲ ἀκολουθίας ˉλˉδ.
Μάρκος δέ τις, ἀφ' οὗπερ οἱ Μαρκώσιοι καλούμενοι, ἀπὸ τούτων ὁρμώμενος καὶ ἕτερα παρὰ τούτους τολμήσας κακὰ τῷ κόσμῳ ἐξήμεσε· τούτους γὰρ διαδέχεται τοὺς περὶ Σεκοῦνδον καὶ Ἐπιφάνη καὶ Πτολεμαῖον καὶ Οὐαλεντῖνον, εἰς περισσοτέραν δὲ ἀγυρτώδη συνάθροισιν ἐπήρθη. γύναια γὰρ καὶ ἄνδρας παρ' αὐτοῦ πεπλανημένα τε καὶ πεπλανημένους ἐπηγάγετο, ὑποληφθεὶς ὁ ἐλεεινὸς διορθωτὴς εἶναι τῶν προειρημένων ἀπατεώνων, μαγικῆς ὑπάρχων κυβείας ἐμπειρότατος. ἀπατήσας δὲ τοὺς προειρημένους πάντας καὶ τὰς προειρημένας προσέχειν αὐτῷ ὡς γνωστικωτάτῳ καὶ δύναμιν τὴν μεγίστην ἀπὸ τῶν ἀοράτων καὶ ἀκατονομάστων τόπων ἔχοντι, ὡς πρόδρομος ὢν ἀληθῶς τοῦ Ἀντιχρίστου ἀποδέδεικται. τὰ γὰρ Ἀναξιλάου παίγνια τῇ τῶν λεγομένων μάγων πανουργίᾳ συμμίξας, δι' αὐτῶν φαντάζων τε καὶ μαγεύων, εἰς ἔκπληξιν τοὺς ὁρῶντάς τε καὶ πειθομένους αὐτῷ περιέβαλεν, ὡς καὶ οἱ ἀπ' αὐτοῦ ἔτι καὶ εἰς δεῦρο τοῦτο ἐπιτελοῦσιν. οἱ δὲ τὰ ἀπὸ περιεργίας * ὁρῶντες δοκοῦσι δυνάμεις τινὰς ἐν χερσὶν αὐτοῦ ἐπιτελεῖσθαι καὶ τῶν παρ' αὐτοῖς ταῦτα ποιούντων. τὸν γὰρ νοῦν καὶ αὐτοὶ ἀπολέσαντες οὐχ ὁρῶσι. μὴ γινώσκοντες δοκιμάσαι, ὅτι ἀπὸ μαγείας ἡ σύστασις τοῦ παρ' αὐτοῦ παιγνίου ὡς ἔπος εἰπεῖν ἐπιτελεῖται. αὐτοὶ γὰρ ἐμβρόντητοι παντάπασι γεγόνασιν, ὑπαχθέντες κακῇ τινι ὑπονοίᾳ. φασὶ γὰρ τρία ποτήρια λευκῆς ὑάλου παρ' αὐτοῖς ἑτοιμάζεσθαι κεκραμένα λευκῷ οἴνῳ καὶ ἐν τῇ ἐπιτελουμένῃ παρ' αὐτοῦ ἐπῳδῇ, τῇ νομιζομένῃ εὐχαριστίᾳ, μετα2.6 βάλλεσθαι εὐθύς, τὸ μὲν ἐρυθρὸν * ὡς αἷμα, τὸ δὲ πορφύρεον, τὸ δὲ κυάνεον. Ἐγὼ τοίνυν ἵνα μὴ εἰς δεύτερον κάματον ἑαυτὸν ἐπιδῶ, ἀρκεσθῆναι δεῖν ἡγησάμην τοῖς ἀπὸ τοῦ μακαριωτάτου καὶ ἁγιωτάτου Εἰρηναίου κατ' αὐτοῦ τοῦ Μάρκου καὶ τῶν ἐξ αὐτοῦ ὁρμωμένων πραγματευθεῖσιν, ἅτινα ἐνταῦθα πρὸς ἔπος ἐκθέσθαι ἐσπούδασα, καὶ ἔστιν τάδε. φάσκει γὰρ αὐτὸς Εἰρηναῖος ὁ ἅγιος ἐν τῷ ὑποφαίνειν τὰ ὑπ' αὐτῶν γενόμενα, λέγων οὕτως·
ΕΚ ΤΩΝ ΤΟΥ ΑΓΙΟΥ ΕΙΡΗΝΑΙΟΥ. Ποτήρια οἴνῳ κεκραμένα προσποιούμενος εὐχαριστεῖν καὶ ἐπὶ πλέον ἐκτείνων τὸν λόγον τῆς ἐπικλήσεως πορφύρεα καὶ ἐρυθρὰ ἀναφαίνεσθαι ποιεῖ, ὡς δοκεῖν τὴν ἀπὸ τῶν ὑπὲρ τὰ ὅλα Χάριν τὸ αἷμα τὸ ἑαυτῆς στάζειν ἐν τῷ ἐκείνου ποτηρίῳ διὰ τῆς ἐπικλήσεως αὐτοῦ καὶ ὑπεριμείρεσθαι τοὺς παρόντας ἐξ ἐκείνου γεύσασθαι τοῦ πόματος, ἵνα καὶ εἰς αὐτοὺς ἐπομβρήσῃ ἡ διὰ τοῦ μάγου τούτου κλῃζομένη Χάρις. πάλιν δὲ γυναιξὶν ἐπιδοὺς ἐκπόματα κεκραμένα αὐτὰς εὐχαριστεῖν ἐγκελεύεται παρεστῶτος αὐτοῦ. καὶ τούτου γενομένου, αὐτὸς ἄλλο ποτήριον πολλῷ μεῖζον ἐκείνου, οὗ ἡ ἐξηπατημένη ηὐχαρίστησε, προσενεγκὼν καὶ μετακενώσας ἀπὸ τοῦ μικροτέρου τοῦ ὑπὸ τῆς γυναικὸς ηὐχαριστημένου εἰς τὸ ὑπ' αὐτοῦ κεκομισμένον * ἐπιλέγων ἅμα οὕτως «ἡ πρὸ τῶν ὅλων, ἡ ἀνεννόητος καὶ ἄρρητος Χάρις πληρώσαι σου τὸν ἔσω ἄνθρωπον καὶ πληθύναι ἐν σοὶ τὴν γνῶσιν αὐτῆς, ἐγκατασπείρουσα τὸν κόκκον τοῦ σινάπεως εἰς τὴν ἀγαθὴν γῆν». καὶ τοιαῦτά τινα εἰπὼν καὶ ἐξοιστρήσας τὴν ταλαίπωρον θαυματοποιὸς ἀνεφάνη, τοῦ μεγάλου πληρωθέντος ἐκ τοῦ μικροῦ ποτηρίου, ὥστε καὶ ὑπερεκχεῖσθαι