134
Τετρακτὺς παρελθοῦσα εἰς τὸ μέσον φησίν· ὡς εὐκαταφρόνητον ἡγήσω τὸν λόγον, ὃν ἀπὸ στομάτων τῆς Ἀληθείας ἤκουσας. οὐ τοῦθ' ὅπερ οἶδας καὶ δοκεῖς ἔχειν πάλαι, ἐστὶν ὄνομα· φωνὴν γὰρ μόνον ἔχεις αὐτοῦ, τὴν δὲ δύναμιν ἀγνοεῖς. Ἰησοῦς μὲν γάρ ἐστιν ἐπίσημον ὄνομα ἓξ ἔχον γράμματα, ὑπὸ πάντων τῶν τῆς κλήσεως γινωσκόμενον· τὸ δὲ παρὰ τοῖς Αἰῶσι τοῦ Πληρώματος, πολυ2.14 μερὲς τυγχάνον, ἄλλης ἐστὶν μορφῆς καὶ ἑτέρου τύπου, γινωσκόμενον ὑπ' ἐκείνων τῶν συγγενῶν, ὧν τὰ Μεγέθη παρ' αὐτῷ ἐστι διὰ παντός. Ταῦτ' οὖν τὰ παρ' ὑμῖν εἰκοσιτέσσαρα γράμματα ἀπορροίας ὑπάρχειν γίνωσκε τῶν τριῶν δυνάμεων εἰκονικὰς τῶν περιεχουσῶν τὸν ὅλον τῶν ἄνω στοιχείων ἀριθμόν. τὰ μὲν γὰρ ἄφωνα γράμματα ἐννέα νόμισον εἶναι τοῦ Πατρὸς καὶ τῆς Ἀληθείας διὰ τὸ ἀφώνους αὑτοὺς εἶναι τουτέστιν ἀρρήτους καὶ ἀνεκλαλήτους· τὰ δὲ ἡμίφωνα, ὀκτὼ ὄντα, τοῦ Λόγου καὶ τῆς Ζωῆς, διὰ τὸ μέσα ὥσπερ ὑπάρχειν τῶν τε ἀφώνων καὶ τῶν φωνηέντων καὶ ἀναδέχεσθαι τῶν μὲν ὕπερθεν τὴν ἀπόρροιαν, τῶν δ' ὑπ' αὐτὰ τὴν ἀναφοράν· τὰ δὲ φωνήεντα καὶ αὐτὰ ἑπτὰ ὄντα, τοῦ Ἀνθρώπου καὶ τῆς Ἐκκλησίας, ἐπεὶ διὰ τοῦ Ἀνθρώπου ἡ φωνὴ προελθοῦσα ἐμόρφωσε τὰ ὅλα. ὁ γὰρ ἦχος τῆς φωνῆς μορφὴν αὐτοῖς περιεποίησεν. ἔστιν οὖν ὁ μὲν Λόγος ἔχων καὶ ἡ Ζωὴ τὰ ὀκτώ, ὁ δὲ Ἄνθρωπος καὶ ἡ Ἐκκλησία τὰ ἑπτά, ὁ δὲ Πατὴρ καὶ ἡ Ἀλήθεια τὰ ἐννέα. ἐπὶ δὲ τοῦ ὑστερήσαντος λόγου ὁ ἀφεδρασθεὶς ἐν τῷ Πατρὶ κατῆλθεν, ἐκπεμφθεὶς ἐπὶ τὸν ἀφ' οὗ ἐχωρίσθη ἐπὶ διορθώσει τῶν πραχθέντων, ἵνα ἡ τῶν πληρωμάτων ἑνότης ἰσότητα ἔχουσα καρποφορῇ μίαν ἐν πᾶσι τὴν ἐκ πάντων δύναμιν. καὶ οὕτως ὁ τῶν ἑπτὰ τὴν τῶν ὀκτὼ ἐκομίσατο δύναμιν καὶ ἐγένοντο οἱ τρεῖς τόποι ὅμοιοι τοῖς ἀριθμοῖς, ὀγδοάδες ὄντες, οἵτινες τρὶς ἐφ' ἑαυτοὺς ἐλθόντες τὸν τῶν εἰκοσιτεσσάρων ἀνέδειξαν ἀριθμόν. τὰ μέντοι τρία στοιχεῖα, ἅ φησιν αὐτὸς τῶν τριῶν ἐν συζυγίᾳ δυνάμεων ὑπάρχειν, ἅ ἐστιν ἕξ, ἀφ' ὧν ἀπερρύη τὰ εἰκοσιτέσσαρα στοιχεῖα, τετραπλασιασθέντα τῷ τῆς ἀρρήτου τετράδος λόγῳ τὸν αὐτὸν αὐτοῖς ἀριθμὸν ποιεῖ, ἅπερ φησὶν τοῦ 2.15 ἀνονομάστου ὑπάρχειν. φορεῖσθαι δὲ αὐτὰ ὑπὸ τῶν τριῶν δυνάμεων εἰς ὁμοιότητα τοῦ ἀοράτου, ὧν στοιχείων εἰκόνας εἰκόνων τὰ παρ' ἡμῖν διπλᾶ γράμματα ὑπάρχειν, ἃ συναριθμούμενα τοῖς εἰκοσιτέσσαρσι στοιχείοις δυνάμει τῇ κατὰ ἀναλογίαν τὸν τῶν τριάκοντα ποιεῖ ἀριθμόν. 7. Τούτου τοῦ λόγου καὶ τῆς οἰκονομίας ταύτης καρπόν φησιν ἐν ὁμοιώματι εἰκόνος πεφηνέναι ἐκεῖνον τὸν μετὰ τὰς ἡμέρας ἓξ τέταρτον ἀναβάντα εἰς τὸ ὄρος καὶ γενόμενον ἕκτον, τὸν καταβάντα καὶ κρατηθέντα ἐν τῇ ἑβδομάδι, ἐπίσημον ὀγδοάδα ὑπάρχοντα καὶ ἔχοντα ἐν ἑαυτῷ τὸν ἅπαντα τῶν στοιχείων ἀριθμόν, ὃν ἐφανέρωσεν ἐλθόντος αὐτοῦ ἐπὶ τὸ βάπτισμα ἡ τῆς περιστερᾶς κάθοδος, ἥτις ἐστὶν ˉω καὶ ˉα· ὁ γὰρ ἀριθμὸς αὐτῆς ἓν καὶ ὀκτακόσια· καὶ διὰ τοῦτο Μωυσέα ἐν τῇ ἕκτῃ τῶν ἡμερῶν εἰρηκέναι τὸν ἄνθρωπον γεγονέναι, καὶ τὴν οἰκονομίαν δὲ * ἐν τῇ ἕκτῃ τῶν ἡμερῶν * ἥτις ἐστὶ ἡ παρασκευή, τὸν ἔσχατον ἄνθρωπον εἰς ἀναγέννησιν τοῦ πρώτου ἀνθρώπου πεφηνέναι, ἧς οἰκονομίας ἀρχὴν καὶ τέλος καὶ τὴν ἕκτην ὥραν εἶναι, ἐν ᾗ προσηλώθη τῷ ξύλῳ. τὸν γὰρ τέλειον Νοῦν, ἐπιστάμενον τὸν τῶν ἓξ ἀριθμόν, δύναμιν ποιήσεως καὶ ἀναγεννήσεως ἔχοντα, φανερῶσαι τοῖς υἱοῖς τοῦ φωτὸς τὴν διὰ τοῦ φανέντος ἐπισήμου εἰς αὐτὸν δι' αὐτοῦ γενομένην ἀναγέννησιν. ἔνθεν καὶ τὰ διπλᾶ γράμματα τὸν ἀριθμὸν ἐπίσημον ἔχειν φησίν. ὁ γὰρ ἐπίσημος ἀριθμὸς 2.16 συγκερασθεὶς τοῖς εἰκοσιτέσσαρσι στοιχείοις τὸ τριακονταγράμματον ὄνομα ἀπετέλεσεν. Κέχρηται δὲ διακόνῳ τῷ τῶν ἑπτὰ ἀριθμῶν μεγέθει, ὥς φησιν ἡ Μάρκου Σιγή, ἵνα τῆς αὐτοβουλήτου βουλῆς φανερωθῇ ὁ καρπός. τὸν μέντοι ἐπίσημον τοῦτον ἀριθμὸν ἐπὶ τοῦ παρόντος, φησί, τὸν ἐπὶ τοῦ ἐπισήμου μορφωθέντα νόησον τὸν ὥσπερ μερισθέντα ἢ