137
τὸν Ἄνθρωπον, αὐτόν τε τὸν Λόγον καὶ τὸν Πατέρα καὶ τὸν Ἄρρητον καὶ τὴν Σιγὴν καὶ τὴν Ἀλήθειαν καὶ Ἐκκλησίαν καὶ Ζωήν. 11. Ταῦτ' ἤδη ὑπὲρ τὸ ἰοὺ ἰοὺ καὶ τὸ φεῦ καὶ ὑπὲρ πᾶσαν τραγικὴν ἐκφώνησιν καὶ σχετλιασμόν ἐστι. τίς γὰρ οὐκ ἂν μισήσειεν τὸν τηλικούτων ψευσμάτων † κακοσύνθετον ποιητήν, τὴν μὲν ἀλήθειαν ὁρῶν εἴδωλον ὑπὸ Μάρκου γεγονυῖαν καὶ τοῦτο τοῖς τοῦ ἀλφαβήτου γράμμασιν κατεστιγμένην. νεωστὶ πρὸς τὸ ἀπ' ἀρχῆς, τὸ δὴ λεγόμενον χθὲς καὶ πρώην, Ἕλληνες ὁμολογοῦσιν ἀπὸ Κάδμου πρῶτον ἓξ καὶ δέκα παρειλη2.22 φέναι, εἶτα μετέπειτα προβαινόντων τῶν χρόνων αὐτοὶ ἐξευρηκέναι ποτὲ μὲν τὰ δασέα, ποτὲ δὲ τὰ διπλᾶ, ἔσχατον δὲ πάντων Παλαμήδην φασὶ τὰ μακρὰ τούτοις προστεθεικέναι. πρὸ τοῦ οὖν παρ' Ἕλλησι ταῦτα γενέσθαι οὐκ ἦν Ἀλήθεια· τὸ γὰρ σῶμα αὐτῆς κατὰ σέ, Μάρκε, μεταγενέστερον μὲν Κάδμου καὶ τῶν πρὸ αὐτοῦ, μεταγενέστερον δὲ τῶν τὰ λοιπὰ προστεθεικότων στοιχεῖα, μεταγενέστερον δὲ καὶ σαυτοῦ. σὺ γὰρ μόνος ὡς εἴδωλον κατήγαγες τὴν ὑπὸ σοῦ λεγομένην Ἀλήθειαν. Τίς δ' ἀνέξεταί σου τὴν τοσαῦτα φλυαροῦσαν Σιγήν, ἣ τὸν ἀνονόμαστον ὀνομάζει καὶ τὸν ἄρρητον ἐξηγεῖται καὶ τὸν ἀνεξιχνίαστον ἐξιστορεῖ καὶ ἠνοιχέναι τὸ στόμα φησὶν αὐτόν, ὃν ἀσώματον καὶ ἀνείδεον λέγεις, καὶ προενέγκασθαι Λόγον, ὡς ἕν τι τῶν συνθέτων ζῴων· τόν τε Λόγον αὐτοῦ, ὅμοιον ὄντα τῷ προβαλόντι καὶ μορφὴν τοῦ ἀοράτου γεγονότα, στοιχείων μὲν εἶναι τριάκοντα, συλλαβῶν δὲ τεσσάρων· ἔσται οὖν κατὰ τὴν ὁμοιότητα τοῦ Λόγου ὁ Πατὴρ τῶν πάντων, ὡς σὺ φῄς, στοιχείων μὲν τριάκοντα, συλλαβῶν δὲ τεσσάρων. ἢ πάλιν τίς ἀνέξεταί σου εἰς σχήματα καὶ ἀριθμούς, ποτὲ μὲν τριάκοντα, ποτὲ δὲ εἰκοσιτέσσαρα, ποτὲ δὲ ἓξ μόνον, συγκλείοντος τὸν τῶν πάντων κτιστὴν καὶ δημιουργὸν καὶ ποιητὴν Λόγον τοῦ θεοῦ, κατακερματίζοντός τε αὐτὸν εἰς συλλαβὰς μὲν τέσσαρας, στοιχεῖα δὲ τριάκοντα, καὶ τὸν μὲν πάντων κύριον, τὸν ἐστερεωκότα τοὺς οὐρανούς, εἰς ˉωˉ ˉπˉ ˉη κατάγοντος ἀριθμόν, ὁμοίως τῷ ἀλφαβήτῳ, καὶ αὐτὸν δὲ τὸν τὰ πάντα χωροῦντα Πατέρα, ἀχώρητον δὲ ὑπάρχοντα, εἰς τετράδα καὶ ὀγδοάδα καὶ δεκάδα καὶ δωδεκάδα ὑπομερίζοντος καὶ διὰ τῶν τοιούτων πολυπλασιασμῶν τὸ ἄρρητον καὶ ἀνεννόητον, ὡς σὺ φῄς, τοῦ Πατρὸς ἐκδιηγουμένου; καὶ ὃν ἀσώματον καὶ ἀνούσιον ὀνομάζεις, τὴν τούτου οὐσίαν καὶ τὴν ὑπόστασιν ἐκ πολλῶν γραμμάτων, ἑτέρων ἐξ ἑτέρων γεννωμένων, κατασκευάζεις, αὐτὸς ∆αίδαλος ψευδὴς καὶ τέκτων κακὸς γενόμενος τῆς 2.23 προπανυπερτάτου δυνάμεως· καὶ ἣν ἀμέριστον φῂς εἶναι οὐσίαν, εἰς ἀφώνους καὶ φωνήεντας καὶ ἡμιφώνους φθόγγους ὑπομερίζων, τὸ ἄφωνον αὐτῶν τῷ τῶν πάντων Πατρὶ καὶ τῇ τούτου Ἐννοίᾳ ἐπιψευδόμενος, εἰς τὴν ἀνωτάτω βλασφημίαν καὶ μεγίστην ἀσέβειαν ἐμβέβληκας ἅπαντας τοὺς σοὶ πειθομένους. διὸ καὶ δικαίως καὶ ἁρμοζόντως τῇ τοιαύτῃ σου τόλμῃ ὁ θεῖος πρεσβύτης καὶ κῆρυξ τῆς ἀληθείας ἐμμέτρως ἐπιβεβόηκέ σοι, εἰπὼν οὕτως· εἰδωλοποιὲ Μάρκε καὶ τερατοσκόπε, ἀστρολογικῆς ἔμπειρε καὶ μαγικῆς τέχνης, δι' ὧν κρατύνεις τῆς πλάνης τὰ διδάγματα, σημεῖα δεικνὺς τοῖς ὑπὸ σοῦ πλανωμένοις, ἀποστατικῆς δυνάμεως ἐγχειρήματα, ἃ σοὶ χορηγεῖ σὸς πατὴρ Σατὰν ἀεὶ δι' ἀγγελικῆς δυνάμεως Ἀζαζὴλ ποιεῖν, ἔχων σε πρόδρομον ἀντιθέου πανουργίας. καὶ ταῦτα μὲν ὁ θεοφιλὴς πρεσβύτης· ἡμεῖς δὲ τὰ λοιπὰ τῆς μυσταγωγίας αὐτῶν μακρὰ ὄντα πειρασόμεθα βραχέως διεξελθεῖν καὶ τὰ πολλῷ χρόνῳ κεκρυμμένα εἰς φανερὸν ἀγαγεῖν. οὕτω γὰρ ἂν γένοιτο εὐέλεγκτα πᾶσι. 12. Τὴν οὖν γένεσιν τῶν Αἰώνων αὐτῶν καὶ τὴν πλάνην τοῦ προβάτου καὶ ἀνεύρεσιν ἑνώσαντες ἐπὶ τὸ αὐτὸ μυστικώτερον ἐπιχειροῦσιν ἀπαγγέλλειν οὗτοι οἱ εἰς ἀριθμοὺς τὰ πάντα κατάγοντες, ἐκ μονάδος καὶ δυάδος φάσκοντες τὰ ὅλα συνεστηκέναι· καὶ ἀπὸ μονάδος ἕως τῶν τεσσάρων ἀριθμοῦντες οὕτω γεννῶσι τὴν δεκάδα. μία γὰρ καὶ