138
δύο καὶ τρεῖς καὶ τέσσαρες συντεθεῖσαι ἐπὶ τὸ αὐτὸ τὸν τῶν δέκα Αἰώνων ἀπεκύησαν ἀριθμόν. πάλιν δ' αὖ ἡ δυὰς ἀπ' αὐτῆς προελθοῦσα ἕως τοῦ ἐπισήμου, 2.24 οἷον δύο καὶ τέσσαρες καὶ ἕξ, τὴν δωδεκάδα ἐπέδειξεν. καὶ πάλιν ἀπὸ τῆς δυάδος ὁμοίως ἀριθμούντων ἡμῶν ἕως τῶν δέκα ἡ τριακοντὰς ἀνεδείχθη, ἐν ᾗ ὀγδοὰς καὶ δεκὰς καὶ δωδεκάς. τὴν οὖν δωδεκάδα διὰ τὸ ἐπίσημον ἐσχηκέναι συνεπακολουθῆσαν αὐτῇ τὸ ἐπίσημον πάθος λέγουσι, καὶ διὰ τοῦτο περὶ τὸν δωδέκατον ἀριθμὸν τοῦ σφάλματος γενομένου τὸ πρόβατον ἀποσκιρτῆσαν πεπλανῆσθαι, ἐπειδὴ τὴν ἀπόστασιν ἀπὸ δωδεκάδος γεγενῆσθαι φάσκουσι. τῷ αὐτῷ τρόπῳ καὶ ἀπὸ τῆς † δωδεκάδος ἀποστᾶσαν μίαν δύναμιν ἀπολωλέναι μαντεύονται, καὶ ταύτην εἶναι τὴν γυναῖκα τὴν ἀπολέσασαν τὴν δραχμὴν καὶ ἅψασαν λύχνον καὶ εὑροῦσαν αὐτήν. οὕτως οὖν καὶ τοὺς ἀριθμοὺς τοὺς καταλειφθέντας-ἐπὶ μὲν τῆς δραχμῆς τοὺς ἐννέα, ἐπὶ δὲ τοῦ προβάτου τοὺς ἕνδεκα-ἐπιπλεκομένους ἀλλήλοις τὸν τῶν ἐνενήκοντα ἐννέα τίκτειν ἀριθμόν, ἐπεὶ ἐννάκις τὰ ἕνδεκα ἐνενήκοντα ἐννέα γίνεται. διὸ καὶ τὸ ἀμὴν τοῦτον λέγουσιν ἔχειν τὸν ἀριθμόν. Οὐκ ὀκνήσω δέ σοι καὶ ἄλλως ἐξηγουμένων αὐτῶν ἀπαγγεῖλαι, ἵνα πανταχόθεν κατανοήσῃς τὸν καρπὸν αὐτῶν. τὸ γὰρ στοιχεῖον τὸ η σὺν μὲν τῷ ἐπισήμῳ ὀγδοάδα εἶναι θέλουσιν, ἀπὸ τοῦ ἄλφα ὀγδόῳ κείμενον τόπῳ· εἶτα πάλιν ἄνευ τοῦ ἐπισήμου ψηφίζοντες τὸν ἀριθμὸν αὐτῶν τῶν στοιχείων καὶ ἐπισυνθέντες μέχρι τοῦ ἦτα τὴν τριακοντάδα ἐπιδεικνύουσιν. ἀρξάμενος γάρ τις ἀπὸ τοῦ ἄλφα καὶ τελευτῶν εἰς τὸ ἦτα τῷ ἀριθμῷ 2.25 τῶν στοιχείων, ὑφεξαιρούμενος δὲ τὸ ἐπίσημον καὶ ἐπισυντιθεὶς τὴν ἐπαύξησιν τῶν γραμμάτων, εὑρήσει τὸν τῶν τριάκοντα ἀριθμόν. μέχρι γὰρ τοῦ ε στοιχείου πεντεκαίδεκα γίνονται· ἔπειτα προστεθεὶς αὐτοῖς ὁ τῶν ἑπτὰ ἀριθμὸς ˉβ καὶ ˉκ ἀπετέλεσε· προσελθὸν δὲ τούτοις τὸ η, ὅ ἐστιν ὀκτώ, τὴν θαυμασιωτάτην τριακοντάδα ἀνεπλήρωσεν. καὶ ἐντεῦθεν ἀποδεικνύουσι τὴν Ὀγδοάδα μητέρα τῶν τριάκοντα Αἰώνων. ἐπεὶ οὖν ἐκ τριῶν δυνάμεων ἥνωται ὁ τῶν τριάκοντα ἀριθμός, τρὶς αὐτὸς γενόμενος τὰ ἐνενήκοντα ἐποίησε· τρὶς γὰρ τριάκοντα ἐνενήκοντα. καὶ αὐτὴ δὲ ἡ τριὰς ἐφ' ἑαυτῆς συντεθεῖσα ἐννέα ἐγέννησεν. οὕτως τε ἡ ὀγδοὰς τὸν τῶν ἐνενήκοντα ἐννέα παρ' αὐτοῖς ἀπεκύησεν ἀριθμόν. καὶ ἐπεὶ ὁ δωδέκατος Αἰὼν ἀποστὰς κατέλειψε τοὺς ἄνω ἕνδεκα, κατάλληλον λέγουσι τὸν τύπον τῶν γραμμάτων τῷ σχήματι τοῦ † λόγου κεῖσθαι ἑνδέκατον γὰρ τῶν γραμμάτων κεῖται τὸ λ, ὅ ἐστιν ἀριθμὸς τῶν τριάκοντα καὶ κατ' εἰκόνα κεῖσθαι τῆς ἄνω οἰκονομίας, ἐπειδὴ ἀπὸ τοῦ ἄλφα, χωρὶς τοῦ ἐπισήμου, αὐτῶν τῶν γραμμάτων ὁ ἀριθμὸς ἕως τοῦ λ συντεθειμένος κατὰ τὴν παραύξησιν τῶν γραμμάτων σὺν αὐτῷ τῷ λ τὸν τῶν ἐνενήκοντα ἐννέα ποιεῖται ἀριθμόν. ὅτι δὲ τὸ λ ἑνδέκατον ὂν τῇ τάξει ἐπὶ τὴν τοῦ ὁμοίου αὐτῷ κατῆλθεν ζήτησιν, ἵνα ἀναπληρώσῃ τὸν δωδέκατον ἀριθμόν, καὶ εὑρὸν † αὐτὸν ἐπληρώθη, φανερὸν εἶναι ἐξ αὐτοῦ τοῦ σχήματος τοῦ στοι2.26 χείου. τὸ γὰρ λ, ὥσπερ ἐπὶ τὴν τοῦ ὁμοίου αὐτῷ ζήτησιν παραγενόμενον καὶ εὑρὸν καὶ εἰς ἑαυτὸ ἁρπάσαν † αὐτόν, τὴν τοῦ δωδεκάτου ἀνεπλήρωσεν χώραν, τοῦ Μ στοιχείου ἐκ δύο Λ συγκειμένου. διὸ καὶ φεύγειν αὐτοὺς διὰ τῆς γνώσεως τὴν τῶν ἐνενήκοντα ἐννέα χώραν, τουτέστιν τὸ Ὑστέρημα, τύπον ἀριστερᾶς χειρός, μεταδιώκειν δὲ τὸ ἕν, ὃ προστεθὲν τοῖς ἐνενήκοντα ἐννέα εἰς τὴν δεξιὰν αὐτοὺς χεῖρα μετέστησεν. 13. Σὺ μὲν ταῦτα διερχόμενος, ἀγαπητέ, εὖ οἶδα ὅτι γελάσεις πολλὰ * τὴν τοιαύτην αὐτῶν οἰησίσοφον μωρίαν. ἄξιοι δὲ πένθους οἱ τηλικαύτην θεοσέβειαν καὶ τὸ μέγεθος τῆς ἀληθῶς ἀρρήτου δυνάμεως καὶ τὰς τοσαύτας οἰκονομίας τοῦ θεοῦ διὰ τοῦ ἄλφα καὶ βῆτα καὶ δι' ἀριθμῶν οὕτως ψυχρῶς καὶ βεβιασμένως διασύροντες. ὅσοι δὲ ἀφίστανται τῆς ἐκκλησίας καὶ τούτοις τοῖς γραώδεσι μύθοις πείθονται, ἀληθῶς εἰσιν