139
αὐτοκατάκριτοι, οὓς ὁ Παῦλος ἐγκελεύεται ἡμῖν μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτεῖσθαι. Ἰωάννης δέ, ὁ τοῦ κυρίου μαθητής, ἐπέτεινε τὴν καταδίκην αὐτῶν, μηδὲ χαίρειν αὐτοῖς ὑφ' ἡμῶν λέγεσθαι βουληθείς· «ὁ γὰρ λέγων αὐτοῖς» φησί «χαίρειν κοινωνεῖ τοῖς ἔργοις αὐτῶν τοῖς πονηροῖς». καὶ εἰκότως· «οὐκ ἔστι γὰρ χαίρειν τοῖς ἀσεβέσιν» λέγει κύριος. ἀσεβεῖς δὲ ὑπὲρ πᾶσαν ἀσέβειαν οὗτοι οἱ τὸν ποιητὴν οὐρανοῦ καὶ γῆς, μόνον θεὸν παντοκράτορα, ὑπὲρ ὃν ἄλλος θεὸς οὐκ ἔστιν, ἐξ Ὑστερήματος καὶ αὐτοῦ ἐξ ἄλλου Ὑστερήματος γεγονότος προβεβλῆσθαι λέγοντες· ὥστε κατ' αὐτοὺς εἶναι αὐτὸν προβολὴν τρίτου Ὑστερήματος. ἣν γνώμην ὄντως καταφυσήσαντας καὶ καταθεματίσαντας δέον πόρρω που καὶ μακρὰν φυγεῖν ἀπ' αὐτῶν καὶ ᾗ πλέον διισχυρίζονται καὶ χαίρουσιν ἐπὶ τοῖς παρευρέμασιν αὐτῶν, ταύτῃ μᾶλλον εἰδέναι πλέον αὐτοὺς ἐνεργεῖσθαι ὑπὸ τῆς ὀγδοάδος τῶν πονηρῶν πνευμάτων, καθάπερ οἱ εἰς φρενίτιδα διάθεσιν 2.27 ἐμπεσόντες † ἢ πλέον γελῶσι καὶ ἰσχύειν δοκοῦσιν καὶ ὡς ὑγιαίνοντες πάντα πράττουσιν, ἔνια δὲ καὶ ὑπὲρ τὸ ὑγιαίνειν, ταύτῃ μᾶλλον κακῶς ἔχουσιν. ὁμοίως δὲ καὶ οὗτοι ᾗ μᾶλλον ὑπερφρονεῖν δοκοῦσι καὶ ἐκνευρίζουσιν ἑαυτοὺς ὑπέρτονα τοξεύοντες, ταύτῃ μᾶλλον οὐ σωφρονοῦσιν. ἐξελθὸν γὰρ τὸ ἀκάθαρτον πνεῦμα τῆς ἀνοίας, ἔπειτα σχολάζοντας αὐτοὺς οὐ θεῷ, ἀλλὰ κοσμικαῖς ζητήσεσιν εὑρόν, προσπαραλαβὸν ἕτερα πνεύματα ἑπτὰ πονηρότερα ἑαυτοῦ καὶ χαυνῶσαν αὐτῶν τὴν γνώμην ὡς δυναμένων τὰ ὑπὲρ τὸν θεὸν ἐννοεῖν καὶ ἐπιτήδειον εἰς ὑπερέκκρουσιν κατασκευάσαν, τὴν ὀγδοάδα τῆς ἀνοίας τῶν πονηρῶν πνευμάτων εἰς αὐτοὺς ἐνεθήκωσεν. 14. Βούλομαι δέ σοι καὶ ὡς αὐτὴν τὴν κτίσιν κατ' εἰκόνα τῶν ἀοράτων ὑπὸ τοῦ ∆ημιουργοῦ, ὡς ἀγνοοῦντος αὐτοῦ, κατεσκευάσθαι διὰ τῆς Μητρὸς λέγουσιν διηγήσασθαι. πρῶτον μὲν τὰ τέσσαρα στοιχεῖά φασιν, πῦρ ὕδωρ γῆν ἀέρα, εἰκόνα προβεβλῆσθαι τῆς ἄνω πρώτης τετράδος, τάς τε ἐνεργείας αὐτῶν συναριθμουμένας, οἷον θερμόν τε καὶ ψυχρόν, ξηρόν τε καὶ ὑγρόν, ἀκριβῶς ἐξεικονίζειν τὴν ὀγδοάδα. ἑξῆς * δέκα δυνάμεις οὕτως καταριθμοῦσιν· ἑπτὰ μὲν † σωματικὰ κυκλοειδῆ, ἃ καὶ οὐρανοὺς καλοῦσιν· ἔπειτα τὸν περιεκτικὸν αὐτῶν κύκλον, ὃν καὶ ὄγδοον οὐρανὸν ὀνομάζουσι· πρὸς δὲ τούτοις ἥλιόν τε καὶ σελήνην. ταῦτα δέκα ὄντα τὸν ἀριθμὸν εἰκόνας λέγουσιν εἶναι τῆς ἀοράτου δεκάδος, τῆς ἀπὸ Λόγου καὶ Ζωῆς προελθούσης. τὴν δὲ δωδεκάδα μηνύεσθαι διὰ τοῦ ζῳδιακοῦ καλουμένου κύκλου. τὰ γὰρ δώδεκα ζῴδια φανερώτατα τὴν τοῦ Ἀνθρώπου καὶ τῆς Ἐκκλησίας θυγατέρα δωδεκάδα σκιαγραφεῖν λέγουσιν. καὶ 2.28 ἐπεὶ ἀντεπεζεύχθη, φασί, τῇ τῶν ὅλων φορᾷ ὠκυτάτῃ ὑπαρχούσῃ ὁ ὕπερθεν οὐρανὸς ὁ πρὸς αὐτῷ τῷ κύτει βαρύνων καὶ ἀντιταλαντεύων τὴν ἐκείνων ὠκύτητα τῇ ἑαυτοῦ βραδυτῆτι, ὥστε αὐτὸν ἐν τριάκοντα ἔτεσι τὴν περίοδον ἀπὸ σημείου ἐπὶ σημεῖον ποιεῖσθαι, εἰκόνα λέγουσιν αὐτὸν τοῦ Ὅρου τοῦ τὴν τριακοντώνυμον Μητέρα αὐτῶν περιέχοντος. τὴν σελήνην τε πάλιν τὸν ἑαυτῆς οὐρανὸν ἐμπεριερχομένην τριάκοντα ἡμέραις διὰ τῶν ἡμερῶν τὸν ἀριθμὸν τῶν τριάκοντα Αἰώνων ἐκτυποῦν. καὶ τὸν ἥλιον δὲ ἐν δεκαδύο μησὶν περιερχόμενον καὶ τερματίζοντα τὴν κυκλικὴν αὐτοῦ ἀποκατάστασιν, διὰ τῶν δώδεκα μηνῶν τὴν δωδεκάδα φανερὰν ποιεῖν, καὶ αὐτὰς δὲ τὰς ἡμέρας, δεκαδύο ὡρῶν τὸ μέτρον ἐχούσας, τύπον τῆς οὐ φαεινῆς δωδεκάδος εἶναι. ἀλλὰ μὴν καὶ τὴν ὥραν φασί, τὸ δωδέκατον τῆς ἡμέρας, ἐκ τριάκοντα μοιρῶν κεκοσμῆσθαι διὰ τὴν εἰκόνα τῆς τριακοντάδος. καὶ αὐτοῦ δὲ τοῦ ζῳδιακοῦ κύκλου τὴν περίμετρον εἶναι μοιρῶν τριακοσίων ἑξήκοντα· ἕκαστον γὰρ ζῴδιον μοίρας ἔχειν τριάκοντα. οὕτως δὴ καὶ διὰ τοῦ κύκλου τὴν εἰκόνα τῆς συναφείας τῶν δώδεκα πρὸς τὰ τριάκοντα τετηρῆσθαι λέγουσιν. ἔτι μὴν καὶ τὴν γῆν εἰς δώδεκα κλίματα διῃρῆσθαι