140
φάσκοντες καὶ καθ' ἕκαστον κλίμα ἀνὰ μίαν δύναμιν ἐκ τῶν οὐρανῶν κατὰ κάθετον ὑποδεχομένην καὶ ἐοικότα τίκτουσαν τέκνα τῇ καταπεμπούσῃ τὴν ἀπόρροιαν δυνάμει τύπον εἶναι τῆς δωδεκάδος καὶ τῶν τέκνων αὐτῆς σαφέστατον διαβεβαιοῦνται. 2.29 Πρὸς δὲ τούτοις θελήσαντά φασι τὸν ∆ημιουργὸν τῆς ἄνω Ὀγδοάδος τὸ ἀπέραντον καὶ αἰώνιον καὶ ἀόριστον καὶ ἄχρονον μιμήσασθαι καὶ μὴ δυνηθέντα τὸ μόνιμον αὐτῆς καὶ ἀίδιον ἐκτυπῶσαι, διὰ τὸ καρπὸν αὐτὸν εἶναι Ὑστερήματος, εἰς χρόνους καὶ καιρούς, ἀριθμούς τε πολυετεῖς τὸ αἰώνιον αὐτῆς κατατεθεῖσθαι, οἰόμενον ἐν τῷ πλήθει τῶν χρόνων μιμήσασθαι αὐτῆς τὸ ἀπέραντον. ἐνταῦθά τε λέγουσιν, ἐκφυγούσης αὐτὸν τῆς Ἀληθείας, ἐπηκολουθηκέναι τὸ ψεῦδος, καὶ διὰ τοῦτο κατάλυσιν πληρωθέντων τῶν χρόνων λαβεῖν αὐτοῦ τὸ ἔργον. 15. Καὶ περὶ μὲν τῆς κτίσεως τοιαῦτα λέγοντες, καθ' ἑκάστην ἡμέραν ἐπιγεννᾷ ἕκαστος αὐτῶν, καθὼς δύναται, καινότερόν τι. τέλειος γὰρ οὐδεὶς ὁ μὴ μεγάλα ψεύσματα παρ' αὐτοῖς καρποφορήσας. ἐκ δὲ τῶν προφητικῶν ὅσα μεταμορφάζουσιν, ἀναγκαῖον μηνύσαντας τὸν ἔλεγχον αὐτοῖς ἐπάγειν. ὁ γὰρ Μωυσῆς, φασίν, ἀρχόμενος τῆς κατὰ τὴν κτίσιν πραγματείας, εὐθὺς ἐν ἀρχῇ τὴν Μητέρα τῶν ὅλων ἐπέδειξεν εἰπών «ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν». τέσσαρα οὖν ταῦτα ὀνομάσας, θεὸν καὶ ἀρχήν, οὐρανὸν καὶ γῆν, τὴν τετρακτὺν αὐτῶν, ὡς αὐτοὶ λέγουσι, διετύπωσεν. καὶ τὸ ἀόρατον δὲ καὶ ἀπόκρυφον αὐτῆς μηνύοντα εἰπεῖν «ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος». τὴν δὲ δευτέραν τετράδα, γέννημα πρώτης τετράδος, οὕτως αὐτὸν εἰρηκέναι θέλουσιν, ἄβυσσον ὀνομάζοντα καὶ σκότος ἐν σφίσιν αὐτοῖς καὶ ὕδωρ καὶ τὸ ἐπιφερόμενον τῷ ὕδατι πνεῦμα. μεθ' ἣν τῆς δεκάδος μνημονεύοντα φῶς λέγειν καὶ ἡμέραν καὶ νύκτα, στερέωμά τε καὶ ἑσπέραν καὶ ὃ καλεῖται πρωΐ, ξηράν τε καὶ θάλασσαν, ἔτι τε βοτάνην καὶ δεκάτῳ τόπῳ τὸ ξύλον· οὕτω τε διὰ τῶν δέκα ὀνομάτων τοὺς δέκα Αἰῶνας μεμηνυκέναι. τῆς δὲ δωδεκάδος οὕτως ἐξεικονίσθαι παρ' αὐτῷ τὴν δύναμιν· ἥλιον γὰρ λέγειν καὶ σελήνην, ἀστέρας τε καὶ καιρούς, ἐνιαυτούς τε καὶ κήτη, ἔτι τε ἰχθύας καὶ 2.30 ἑρπετά, πετεινά τε καὶ τετράποδα, θηρία τε καὶ ἐπὶ πᾶσι τούτοις δωδέκατον τὸν ἄνθρωπον. οὕτως ὑπὸ τοῦ πνεύματος τὴν τριακοντάδα διὰ Μωυσέως εἰρῆσθαι διδάσκουσιν. ἀλλὰ μὴν καὶ τὸν πλαστὸν ἄνθρωπον κατ' εἰκόνα τῆς ἄνω δυνάμεως ἔχειν ἐν αὑτῷ τὴν ἀπὸ τῆς μιᾶς πηγῆς δύναμιν ἱδρῦσθαι δὲ ταύτην ἐν τῷ κατὰ τὸν ἐγκέφαλον τόπῳ, ἀφ' ἧς ἀπορρεῖν δυνάμεις τέσσαρας κατ' εἰκόνα τῆς ἄνω τετράδος καλουμένας, τὴν μὲν ὅρασιν, τὴν δὲ ἀκοήν, τὴν δὲ τρίτην ὄσφρησιν καὶ τὴν τετάρτην γεῦσιν. τὴν δὲ ὀγδοάδα φασὶν μηνύεσθαι διὰ τοῦ ἀνθρώπου οὕτως· ἀκοὰς μὲν δύο ἔχοντος καὶ τοσαύτας ὁράσεις, ἔτι τε ὀσφρήσεις δύο καὶ διπλῆν γεῦσιν, πικροῦ τε καὶ γλυκέος. ὅλον δὲ τὸν ἄνθρωπον πᾶσαν τὴν εἰκόνα τῆς τριακοντάδος οὕτως ἔχειν διδάσκουσιν· ἐν μὲν ταῖς χερσὶ διὰ τῶν δακτύλων τὴν δεκάδα βαστάζειν, ἐν ὅλῳ δὲ τῷ σώματι εἰς δώδεκα μέλη διαιρουμένῳ τὴν δωδεκάδα. διαιροῦσι δὲ αὐτό, καθάπερ τὸ τῆς Ἀληθείας διῄρηται παρ' αὐτοῖς σῶμα, περὶ οὗ προειρήκαμεν. τήν τε οὖν ὀγδοάδα, ἄρρητόν τε καὶ ἀόρατον οὖσαν, ἐν τοῖς σπλάγχνοις κρυβομένην νοεῖσθαι. 16. Ἥλιον δὲ πάλιν, τὸν μέγαν φωστῆρα, ἐν τῇ τετάρτῃ τῶν ἡμερῶν γεγονέναι διὰ τὸν τῆς τετράδος ἀριθμὸν φάσκουσι. τῆς τε σκηνῆς τῆς ὑπὸ Μωυσέως κατασκευασθείσης αἱ αὐλαὶ ἐκ βύσσου καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου γεγονυῖαι τὴν αὐτὴν παρ' αὐτοῖς ἐπέδειξαν εἰκόνα. τόν τε τοῦ ἱερέως ποδήρη, τέσσαρσι στοιχείοις λίθων πολυτελῶν κεκοσμημένον, τὴν τετράδα σημαίνειν διορίζονται· καὶ εἴ τινα ὅλως τοιαῦτα κεῖται ἐν ταῖς γραφαῖς εἰς τὸν τῶν τεσσάρων δυνάμενα ἄγεσθαι ἀριθμόν, διὰ τὴν τετρακτὺν αὐτῶν φασι γεγονέναι. τὴν δὲ ὀγδοάδα πάλιν δείκνυσθαι