141
οὕτως· ἐν τῇ ὀγδόῃ τῶν ἡμερῶν πεπλάσθαι λέγουσι τὸν ἄνθρωπον· ποτὲ μὲν γὰρ αὐτὸν τῇ ἕκτῃ βούλονται γεγονέναι, ποτὲ δὲ ἐν τῇ ὀγδόῃ, εἰ μή τι τὸν μὲν χοϊκὸν ἐν τῇ ἕκτῃ τῶν ἡμερῶν ἐροῦσι πεπλάσθαι, τὸν δὲ σαρ2.31 κικὸν ἐν τῇ ὀγδόῃ· διέσταλται γὰρ ταῦτα παρ' αὐτοῖς. ἔνιοι δὲ καὶ ἄλλον εἶναι θέλουσι τὸν κατ' εἰκόνα καὶ ὁμοίωσιν θεοῦ γεγονότα ἀρσενόθηλυν ἄνθρωπον καὶ τοῦτον εἶναι τὸν πνευματικόν, ἄλλον δὲ τὸν ἐκ τῆς γῆς πλασθέντα. Καὶ τὴν τῆς κιβωτοῦ δὲ οἰκονομίαν ἐν τῷ κατακλυσμῷ, ἐν ᾗ ὀκτὼ ἄνθρωποι διεσώθησαν, φανερώτατά φασι τὴν σωτήριον ὀγδοάδα μηνύειν. τὸ αὐτὸ δὲ καὶ τὸν ∆αυίδ, ὄγδοον ὄντα τῇ γενέσει τῶν ἀδελφῶν αὐτοῦ, σημαίνειν. ἔτι μὴν καὶ τὴν περιτομήν, ὀκταήμερον γινομένην, τὸ περίτμημα τῆς ἄνω ὀγδοάδος δηλοῦν. καὶ ἁπλῶς ὅσα εὑρίσκεται ἐν ταῖς γραφαῖς ὑπάγεσθαι δυνάμενα εἰς τὸν ἀριθμὸν τῶν ὀκτὼ τὸ μυστήριον τῆς ὀγδοάδος ἐκπληροῦν λέγουσιν. ἀλλὰ καὶ τὴν δεκάδα σημαίνεσθαι διὰ τῶν δέκα ἐθνῶν, ὧν ἐπηγγείλατο ὁ θεὸς τῷ Ἀβραὰμ εἰς κατάσχεσιν δοῦναι, λέγουσι. καὶ τὴν κατὰ Σάρραν δὲ οἰκονομίαν, ὡς μετὰ ἔτη δέκα δίδωσιν αὐτῷ τὴν ἑαυτῆς δούλην Ἄγαρ, ἵνα ἐξ αὐτῆς τεκνοποιήσηται, τὸ αὐτὸ δηλοῦν. καὶ ὁ δοῦλος δὲ ὁ τῷ Ἀβραὰμ πεμφθεὶς ἐπὶ Ῥεβέκκαν καὶ ἐπὶ τῷ φρέατι διδοὺς αὐτῇ ψέλια χρυσῶν δέκα, καὶ οἱ ἀδελφοὶ αὐτῆς κατέχοντες αὐτὴν ἐπὶ δέκα ἡμέρας, ἔτι τε Ῥοβοὰμ ὁ τὰ δέκα σκῆπτρα λαμβάνων καὶ τῆς σκηνῆς αἱ δέκα αὐλαὶ καὶ οἱ στῦλοι οἱ δεκαπήχεις καὶ οἱ δέκα υἱοὶ Ἰακὼβ ἐπὶ τὴν ὠνὴν τοῦ σίτου τὸ πρῶτον εἰς Αἴγυπτον πεμφθέντες καὶ οἱ δέκα ἀπόστολοι, οἷς φανεροῦται μετὰ τὴν ἔγερσιν ὁ κύριος, τοῦ Θωμᾶ μὴ παρόντος, τὴν ἀόρατον διετύπουν κατ' αὐτοὺς δεκάδα. 17. Τὴν δωδεκάδα δέ, περὶ ἣν καὶ τὸ μυστήριον τοῦ πάθους τοῦ Ὑστερήματος γεγονέναι, ἐξ οὗ πάθους τὰ βλεπόμενα κατεσκευάσθαι θέλουσιν, ἐπισήμως καὶ φανερῶς πανταχῇ κεῖσθαι λέγουσιν, ὡς τοὺς δώδεκα υἱοὺς τοῦ Ἰακώβ, ἐξ ὧν καὶ αἱ δώδεκα φυλαί, καὶ τὸ λόγιον τὸ ποικιλτὸν δώδεκα ἔχον λίθους καὶ τοὺς δώδεκα κώδωνας καὶ τοὺς ὑπὸ Μωυσέως τεθέντας ὑπὸ τὸ ὄρος δώδεκα λίθους, ὡσαύτως δὲ καὶ τοὺς ὑπὸ Ἰησοῦ 2.32 ἐν τῷ ποταμῷ καὶ ἄλλους εἰς τὸ πέραν, καὶ τοὺς βαστάζοντας τὴν κιβωτὸν τῆς διαθήκης καὶ τοὺς ὑπὸ Ἠλία τεθειμένους ἐν τῇ ὁλοκαυτώσει τοῦ μόσχου καὶ τὸν ἀριθμὸν δὲ τῶν ἀποστόλων καὶ πάντα ἁπλῶς ὅσα τὸν δωδέκατον ἀριθμὸν διασῴζει τὴν δωδεκάδα αὐτῶν χαρακτηρίζειν λέγουσι. τὴν δὲ τούτων πάντων ἕνωσιν ὀνομαζομένην τριακοντάδα διὰ τῆς τριάκοντα πηχῶν τὸ ὕψος ἐπὶ Νῶε κιβωτοῦ καὶ διὰ Σαμουὴλ κατακλίναντος τὸν Σαοὺλ ἐν τοῖς τριάκοντα κλητοῖς πρῶτον καὶ διὰ ∆αυίδ, ὅτε ἐπὶ τριάκοντα ἡμέραις ἐκρύβετο ἐν τῷ ἀγρῷ, καὶ διὰ τῶν συνεισελθόντων αὐτῷ εἰς τὸ σπήλαιον ˉλ καὶ διὰ τοῦ τὸ μῆκος γίνεσθαι τῆς ἁγίας σκηνῆς τριάκοντα πηχῶν, καὶ εἴ τινα ἄλλα ἰσάριθμα τούτοις εὑρίσκουσι, τὴν τριακοντάδα αὐτῶν διὰ τῶν τοιούτων ἐπιδεικνύναι φιλεριστοῦσιν. 18. Ἀναγκαῖον δὲ ἡγησάμην προσθεῖναι τούτοις καὶ ὅσα περὶ τοῦ Προπάτορος αὐτῶν, ὃς ἄγνωστος ἦν τοῖς πᾶσι πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας, ἐκλέγοντες ἐκ τῶν γραφῶν πείθειν ἐπιχειροῦσιν, ἵν' ἐπιδείξωσι τὸν κύριον ἡμῶν ἄλλον καταγγέλλοντα πατέρα παρὰ τὸν ποιητὴν τοῦδε τοῦ παντός, ὃν καθὼς προέφαμεν ἀσεβοῦντες Ὑστερήματος καρπὸν εἶναι λέγουσι. τὸν γοῦν προφήτην Ἠσαΐαν εἰπόντα «Ἰσραὴλ δέ με οὐκ ἔγνω καὶ ὁ λαός με οὐ συνῆκεν», τὴν τοῦ ἀοράτου Βυθοῦ ἀγνωσίαν εἰρηκέναι μεθαρμόζουσι. καὶ διὰ Ὠσηὲ τὸ εἰρημένον «οὐκ ἔστιν ἐν αὐτοῖς ἀλήθεια οὐδὲ ἐπίγνωσις θεοῦ» εἰς τὸ αὐτὸ συντείνειν βιάζονται, καὶ τό «οὐκ ἔστιν ὁ συνιῶν ἢ ἐκζητῶν τὸν θεόν· πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν» ἐπὶ τῆς τοῦ Βυθοῦ ἀγνωσίας τάττουσι. καὶ τὸ διὰ Μωυσέως δὲ εἰρημένον «οὐδεὶς ὄψεται τὸν θεὸν καὶ ζήσεται» εἰς ἐκεῖνον ἔχειν πείθουσι