143
εἶναι καὶ ἀκατάληπτον, ἅτε † τῶν ἀκρατήτων καὶ ἀοράτων Μητέρα ὑπάρχουσαν καὶ διὰ τοῦτο ἄστατον οὖσαν, οὐχ ἁπλῶς οὐδὲ ἑνὶ λόγῳ ἀπαγγεῖλαι ἔστιν διὰ τὸ ἕνα ἕκαστον αὐτῶν, καθὼς αὐτοὶ βούλονται, παραδιδόναι αὐτήν. ὅσοι γάρ εἰσι ταύτης τῆς γνώμης μυσταγωγοί, τοσαῦται καὶ ἀπολυτρώσεις. καὶ ὅτι μὲν εἰς ἐξάρνησιν τοῦ βαπτίσματος τῆς εἰς θεὸν ἀναγεννήσεως καὶ πάσης τῆς πίστεως ἀπόθεσιν ὑποβέβληται τὸ εἶδος τοῦτο ὑπὸ τοῦ Σατανᾶ, ἐλέγχοντες αὐτοὺς ἀπαγγελοῦμεν ἐν τῷ προσήκοντι τόπῳ. Λέγουσι δὲ αὐτὴν ἀναγκαίαν εἶναι τοῖς τὴν τελείαν γνῶσιν εἰληφόσιν, ἵνα εἰς τὴν ὑπὲρ πάντα δύναμιν ὦσιν ἀναγεγεννημένοι. ἄλλως γὰρ ἀδύνατον εἶναι ἐντὸς Πληρώματος εἰσελθεῖν, ἐπειδὴ αὕτη ἐστὶν ἡ εἰς τὸ βάθος τοῦ Βυθοῦ κατάγουσα κατ' αὐτούς. τὸ μὲν γὰρ βάπτισμα τοῦ φαινομένου Ἰησοῦ ἀφέσεως εἶναι ἁμαρτιῶν, τὴν δὲ ἀπολύτρωσιν τοῦ ἐν αὐτῷ κατελθόντος Χριστοῦ εἰς τελείωσιν, καὶ τὸ μὲν ψυχικόν, τὴν δὲ πνευματικὴν εἶναι ὑφίστανται, καὶ τὸ μὲν βάπτισμα ὑπὸ Ἰωάννου κατηγγέλθαι εἰς μετάνοιαν, τὴν δὲ ἀπολύτρωσιν ὑπὸ Χριστοῦ κεκομίσθαι εἰς τελείωσιν. καὶ τοῦτ' εἶναι περὶ οὗ λέγει «καὶ ἄλλο βάπτισμα ἔχω βαπτισθῆναι, καὶ πάνυ ἐπείγομαι εἰς αὐτό». ἀλλὰ καὶ τοῖς υἱοῖς Ζεβεδαίου, τῆς μητρὸς αὐτῶν αἰτουμένης τὸ καθίσαι αὐτοὺς ἐκ δεξιῶν καὶ ἐξ ἀριστερῶν μετ' αὐτοῦ εἰς τὴν βασιλείαν, ταύτην προσθεῖναι τὴν ἀπολύτρωσιν τὸν κύριον λέγουσιν, εἰπόντα «δύνασθε τὸ βάπτισμα βαπτισθῆναι, ὃ ἐγὼ μέλλω βαπτίζεσθαι;» καὶ τὸν Παῦλον ῥητῶς φάσκουσι τὴν ἐν Χριστῷ Ἰησοῦ ἀπολύτρωσιν πολλάκις μεμηνυκέναι, καὶ εἶναι ταύτην τὴν ὑπ' αὐτῶν ποικίλως καὶ ἀσυμφώνως παραδιδομένην. 20. Οἱ μὲν γὰρ αὐτῶν νυμφῶνα κατασκευάζουσι καὶ μυσταγωγίαν ἐπιτελοῦσι μετ' ἐπιρρήσεών τινων τοῖς τελουμένοις καὶ πνευματικὸν γάμον φάσκουσιν εἶναι τὸ ὑπ' αὐτῶν γινόμενον κατὰ τὴν ὁμοιότητα τῶν ἄνω συζυγιῶν· οἱ δὲ ἄγουσιν ἐφ' ὕδωρ καὶ βαπτίζοντες οὕτως ἐπιλέγουσιν «εἰς ὄνομα ἀγνώστου πατρὸς τῶν ὅλων, εἰς Ἀλήθειαν μητέρα τῶν πάντων, εἰς τὸν κατελθόντα εἰς Ἰησοῦν εἰς ἕνωσιν καὶ ἀπολύτρωσιν καὶ κοινωνίαν τῶν δυνάμεων». ἄλλοι δὲ Ἑβραϊκά τινα ὀνόματα ἐπιλέγουσι πρὸς τὸ μᾶλλον καταπλήξασθαι τοὺς τελουμένους, οὕτως· βασεμὰ χαμοσσὴ βααιανοορὰ μισταδία ῥουαδὰ κουστὰ βαβοφὸρ καλαχθεῖ. τούτων δ' ἡ ἑρμηνεία ἐστὶ τοιαύτη· ὑπὲρ πᾶσαν δύναμιν τοῦ Πατρὸς ἐπικαλοῦμαι * φῶς ὀνομαζόμενον καὶ πνεῦμα ἀγαθὸν καὶ ζωή, ὅτι ἐν σώματι ἐβασίλευσας. ἄλλοι δὲ πάλιν τὴν λύτρωσιν * ἐπιλέγουσιν οὕτως· τὸ ὄνομα τὸ ἀποκεκρυμμένον ἀπὸ πάσης θεότητος καὶ κυριότητος καὶ ἀληθείας, ὃ ἐνεδύσατο Ἰησοῦς ὁ Ναζαρηνὸς ἐν ταῖς ζώναις τοῦ φωτὸς τοῦ Χριστοῦ, Χριστοῦ ζῶντος διὰ πνεύματος ἁγίου, εἰς λύτρωσιν ἀγγελικήν, ὄνομα τὸ τῆς ἀποκαταστάσεως· Μεσσία οὐφαρέγνα μεμψαι μὲν χαλ δαίαν μοσομὴ δαέα ἀκφαρ νεψευ ουα Ἰησοῦ Ναζαρία. καὶ τούτων δὲ ἡ ἑρμηνεία ἐστὶν τοιαύτη· οὐ διαιρῶ τὸ πνεῦμα, τὴν καρδίαν καὶ τὴν ὑπερουράνιον δύναμιν τὴν οἰκτίρμονα· ὀναίμην τοῦ ὀνόματός σου, σωτὴρ ἀληθείας. καὶ ταῦτα μὲν ἐπιλέγουσιν αὐτοὶ οἱ τελοῦντες, ὁ δὲ τετελεσμένος ἀποκρίνεται· ἐστήριγμαι καὶ λελύτρωμαι καὶ λυτροῦμαι τὴν ψυχήν μου ἀπὸ τοῦ αἰῶνος τούτου καὶ πάντων τῶν παρ' αὐτοῦ ἐν τῷ ὀνόματι τοῦ Ἰαώ, ὃς ἐλυτρώσατο τὴν 2.37 ψυχὴν αὐτοῦ εἰς ἀπολύτρωσιν ἐν τῷ Χριστῷ τῷ ζῶντι. εἶτ' ἐπιλέγουσιν οἱ παρόντες· εἰρήνη πᾶσιν, ἐφ' οὓς τὸ ὄνομα τοῦτο ἐπαναπέπαυται. ἔπειτα μυρίζουσι τὸν τετελεσμένον τῷ ὀπῷ τῷ ἀπὸ βαλσάμου. τὸ γὰρ μύρον τοῦτο τύπον τῆς ὑπὲρ τὰ ὅλα εὐωδίας εἶναι λέγουσιν. Ἔνιοι δ' αὐτῶν τὸ μὲν ἄγειν ἐπὶ τὸ ὕδωρ περισσὸν εἶναι φάσκουσι, μίξαντες δὲ ἔλαιον καὶ ὕδωρ ἐπὶ τὸ αὐτὸ μετ' ἐπιρρήσεών τινων ὁμοιοτρόπων αἷς προειρήκαμεν ἐπιβάλλουσι τῇ κεφαλῇ τῶν τελουμένων, καὶ τοῦτ' εἶναι τὴν ἀπολύτρωσιν θέλουσι. μυρίζουσι δὲ καὶ αὐτοὶ τῷ