145
τινα πλήξειεν ἡ αὐτὴ διψάς, ἀπὸ τοῦ περισσοτέρως ἐν αὐτῇ καυστικοῦ ἰοῦ ἐπὶ ὄρεξιν δίψης καὶ πόματος προτρέπει τὸ πάθος τῆς ἀλγηδόνος προσφέρεσθαί τε ἀεὶ καὶ πίνειν ἐρεθίζει. νομίζει δέ τι ὠφελεῖσθαι πρὸς τὴν λύμην ὁ πληγείς, ὁσάκις τῆς τοιαύτης θανατηφόρου ἀλγηδόνος * λαμβάνει, ἀλλὰ ἐν αὐτῷ τῷ πότῳ πληρωθείσης τῆς γαστρὸς καὶ μηκέτι τι ὑποδεχομένης ὕστερον σὺν τῷ πόματι τὸ πνεῦμα ἀφίησιν. οὕτως καὶ οὗτος ἀπὸ πόματος τὸν θάνατον τοῖς παρ' αὐτοῦ ἠπατημένοις ἐξεργάζεται, οὗπερ ἰοῦ ἐν δυνάμει θεοῦ ῥυσθέντες ἐπὶ τὰς ἑξῆς ἴωμεν.
Κατὰ Κολορβασίων ˉιˉε, τῆς δὲ ἀκολουθίας ˉλˉε. 1. Κολόρβασος τούτοις ἕπεται ἀπὸ τῆς τοῦ προειρημένου Μάρκου γοητείας τὸν ἔρανον ποιησάμενος, ἀλλὰ καὶ ἀπὸ τῆς τοῦ Πτολεμαίου ῥίζης σκολόπων δίκην ἀναφύσας· ἕτερα δὲ πάλιν παρὰ τούτους ἐνοχλεῖν τῷ κόσμῳ κέντρων δίκην ἐπενόησε, δῆθεν μείζονα ἐμπειρίαν, ὡς ἄνωθεν ἥκων, μηχανώμενος. καὶ τὰ μὲν πρῶτα σὺν τῷ Μάρκῳ ὑπάρχων ὁμοιογνώμονι αὐτῷ, δίκην δικεφάλου ὄφεως ὑπαρχούσης τῆς αὐτῶν αἱρέσεως, ὕστερον δὲ ὡς κεφαλὴ ἀπὸ σώματος ἑρπετοῦ τμηθεῖσα καὶ ἔτι ἐμπνέουσα πολλοὺς ἀφανίσας ἠδίκησεν, ὡς δῆθεν μεῖζόν τι καὶ ἐμπειρότερον παρὰ τοὺς σὺν αὐτῷ καὶ τοὺς πρώτους δεικνύς. 2.40 λέγει γὰρ τὴν πρώτην ὀγδοάδα οὐ καθ' ὑπόβασιν ἄλλον ὑπὸ ἄλλου Αἰῶνα προβεβλῆσθαι, ἀλλ' ὁμοῦ καὶ εἰς ἅπαξ τὴν τῶν ἓξ Αἰώνων προβολὴν ὑπὸ τοῦ Προπάτορος καὶ τῆς Ἐννοίας αὐτοῦ τετέχθαι, ὡς αὐτὸς μαιωσάμενος, διαβεβαιοῦται. καὶ οὐκέτι ἐκ Λόγου καὶ Ζωῆς Ἄνθρωπον καὶ Ἐκκλησίαν, ὡς οἱ ἄλλοι, ἀλλ' ἐξ Ἀνθρώπου καὶ Ἐκκλησίας Λόγονκαὶ Ζωήν φασι τετέχθαι αὐτὸς καὶ οἱ αὐτοῦ. ἀλλὰ καὶ ἑτέρῳ τρόπῳ τοῦτο λέγουσιν, ὅτι ὅτε ἐνενοήθη προβαλεῖν ὁ Προπάτωρ, τοῦτο Πατὴρ ἐκλήθη· ἐπειδὴ δὲ ὃ προεβάλετο ἀλήθεια ἦν, τοῦτο Ἀλήθεια ὠνομάσθη. ὅτε δὲ ἠθέλησεν ἑαυτὸν ἐπιδεῖξαι, τοῦτο Ἄνθρωπος ἐλέχθη. οὓς δὲ προελογίσατο ὅτε προέβαλεν, τοῦτο Ἐκκλησία ὠνομάσθη· † καὶ ὁ Ἄνθρωπος τὸν Λόγον· οὗτός ἐστιν ὁ πρωτότοκος υἱός. ἐπακολουθεῖ δὲ τῷ Λόγῳ καὶ ἡ Ζωή. καὶ οὕτως πρώτη ὀγδοὰς συνετελέσθη. πολλὴ δὲ μάχη παρ' αὐτοῖς καὶ περὶ τοῦ Σωτῆρος. οἱ μὲν γὰρ αὐτὸν ἐκ πάντων γεγονέναι λέγουσι, διὸ καὶ εὐδοκητὸν καλεῖσθαι, ὅτι πᾶν τὸ πλήρωμα ηὐδόκησεν δι' αὐτοῦ δοξάσαι τὸν Πατέρα· οἱ δὲ ἐκ μόνων τῶν δέκα αἰώνων τῶν ἀπὸ Λόγου καὶ Ζωῆς προβεβλημένων αὐτὸν λέγουσι, καὶ διὰ τοῦτο Λόγον καὶ Ζωὴν αὐτὸν λέγεσθαι, τὰ προγονικὰ ὀνόματα τὰ διασῴζοντα· οἱ δὲ ἐκ τῶν δώδεκα Αἰώνων τῶν ἐκ τοῦ Ἀνθρώπου καὶ Ἐκκλησίας γενομένων, καὶ διὰ τοῦτο υἱὸν ἀνθρώπου ἑαυτὸν ὁμολογεῖν, ὡσανεὶ ἀπόγονον Ἀνθρώπου· οἱ δὲ ὑπὸ τοῦ Χριστοῦ καὶ τοῦ ἁγίου πνεύματος τῶν εἰς στήριγμα τοῦ πληρώματος προβεβλημένων 2.41 γεγονέναι λέγουσιν αὐτόν, καὶ διὰ τοῦτο Χριστὸν λέγεσθαι αὐτόν, τὴν τοῦ Πατρὸς ἀφ' οὗ προεβλήθη διασῴζοντα προσηγορίαν. ἄλλοι δέ, ὡς εἰπεῖν, τινὲς ἐξ αὐτῶν ῥαψῳδοί, τὸν Προπάτορα τῶν ὅλων καὶ Προαρχὴν καὶ Προανεννόητον Ἄνθρωπον λέγουσι καλεῖσθαι. καὶ τοῦτ' εἶναι τὸ μέγα καὶ ἀπόκρυφον μυστήριον, ὅτι ἡ ὑπὲρ τὰ ὅλα δύναμις καὶ ἐμπεριεκτικὴ τῶν πάντων Ἄνθρωπος καλεῖται· καὶ διὰ τοῦτο υἱὸν Ἀνθρώπου ἑαυτὸν λέγειν τὸν σωτῆρα. 2. Αὕτη καὶ ἡ τοῦ Κολορβάσου μάταιος τῷ βίῳ καὶ φαντασιώδης διὰ ψοφημάτων κενοφωνία· ἣν ἐὰν καταμάθοι τις, εἴσεται ἐκ τῶν πρὸ αὐτοῦ ὡς φιλοτιμία ἐστὶ τῆς ἑκάστου τούτων ὑπονοίας αἰτία. κενοδοξῶν γὰρ ἕκαστος καὶ βουλόμενος ἑαυτῷ συνάγειν ἄθροισμα ὥστε αὐτῷ ἕπεσθαι, ἃ ὑπεισῆλθεν τὴν αὐτοῦ ἔννοιαν