146
ἐψευδολόγησεν, οὔτε κατὰ προφητείαν φθεγγόμενος οὐ γὰρ πνεῦμα ἅγιον ἐλάλησεν ἐν αὐτοῖς οὔτε ἀπὸ τῆς τῶν προφητῶν καὶ εὐαγγελίων ἀληθείας κἂν μίαν πρόφασιν ἐσχηκώς. ἀνατροπὴ δὲ τούτων πάντων τῆς ψευδωνύμου γνώσεως ὁ αὐτὸς τῆς ἀληθείας κατὰ τῶν πρώτων ῥηθεὶς λόγος. τῆς γὰρ Οὐαλεντίνου σχολῆς καὶ τῶν πρὸ αὐτοῦ οὗτοι πάντες ὑπάρχοντες καὶ τὸν νοῦν ἐκείνου ἄλλως ἄλλος ἐξηγησάμενοι, τὴν ἴσην αὐτοῖς ὀφλήσουσιν αἰσχύνην. μεγάλην γὰρ ἡμῖν ἀπάτην κενοφωνίας καὶ οὗτος ὁ Κολόρβασος ἧκεν φέρων. ἐπέθετο γὰρ ἡμῖν ποιητευσάμενος τῷ ἀκαταλήπτῳ καὶ ἀοράτῳ καὶ ἁγίῳ θεῷ τῷ πατρὶ τῶν ὅλων ὄνομα Ἄνθρωπος, ἵνα συζεύξῃ τῇ ἑαυτοῦ πλάνῃ τὸν τοῦ σωτῆρος λόγον φάσκοντος ἑαυτὸν υἱὸν Ἀνθρώπου καὶ μεταγάγῃ τὴν διάνοιαν τῶν αὐτῷ χρησαμένων ἀπὸ τῆς ἀληθινῆς καὶ ἐναργεστάτης τοῦ Χριστοῦ περὶ αὑτοῦ ὁμολογίας εἰς ἀμηχανίαν καὶ εἰς κενοφωνίαν † τοῦ ζητεῖν, ὑπολαμβάνοντας ἐν τοῖς ἐπουρα2.42 νίοις εἶναι ὃ μὴ ἔστι. δῶμεν γὰρ αὐτὸν διὰ τὸ τὸν ἄνω που αὐτοῦ πατέρα Ἄνθρωπον καλεῖσθαι υἱὸν Ἀνθρώπου ἑαυτὸν ὀνομάζειν καὶ οὐκ ἀπὸ τῆς σαρκὸς ἧς ἔλαβεν ἀπὸ παρθενικῆς μήτρας τουτέστιν ἀπὸ Μαρίας τῆς ἁγίας γεννηθεὶς διὰ πνεύματος ἁγίου κατὰ τὸν τοῦ ἐλεεινοῦ Κολορβάσου τούτου λόγον, -τί ἂν εἴποι περὶ οὗ ὁ αὐτὸς κύριος ἡμῶν Ἰησοῦς Χριστός φησιν, ὡς τοῖς Ἰουδαίοις ἔλεγεν «νῦν δέ με ζητεῖτε ἀποκτεῖναι ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ τοῦ πατρός μου»· καὶ οὐκέτι ἐνταῦθα εἶπεν, τοῦ ἀνθρώπου πατρός μου, ἀλλὰ περὶ μὲν πατρὸς ὁμολογῶν θεὸν τὸν τῶν ὅλων ἐσήμανεν, περὶ δὲ ἑαυτοῦ, ὅτι ἐνηνθρώπησεν ἐν ἀληθείᾳ, ἄνθρωπον ἑαυτὸν ἔφασκεν· ὡς καὶ οἱ ἀπόστολοί φασιν, ἵνα ἡ ἀλήθεια πανταχόθεν συσταθῇ καὶ γνωσθῇ πόθεν ἐστὶν τὰ τῷ κυρίῳ ὀνόματα συναφθέντα «Ἰησοῦν ἄνδρα ἀποδεδειγμένον εἰς ἡμᾶς σημείοις καὶ τέρασι» καὶ τὰ ἑξῆς. τί τοίνυν πρὸς ταῦτα φαίης ἄν. ὦ πάντων ἀνθρώπων ἐλεεινότατε, ἐπειδὴ ἄνωθεν ἥκεις φέρων ἡμῖν καινὰς ὀνομασίας καὶ σεμνύνῃ ἐφ' οἷς τὸ τοῦ ἀνθρώπου ὄνομα αὐτῷ τῷ πάντων δεσπότῃ καὶ πατρὶ τῶν ὅλων προσάψαι ἐτόλμησας, ὡς ἐκ τούτου καλεῖσθαι τὸν κύριον υἱὸν Ἀνθρώπου διὰ τὸ τὸν πατέρα Ἄνθρωπον καλεῖσθαι. εὑρὲ ἡμῖν καί τινα ἄλλην προσηγορίαν τῷ πατρὶ ἁρμόζουσαν κατὰ τό «ἄνδρα ἀποδεδειγμένον»· ἀλλ' οὐκ ἂν εὕροις ποτέ. εἰ γὰρ καὶ ἀνὴρ ἄνθρωπός ἐστι καὶ πρὸς ἀντιδιαστολὴν τῆς γυναικὸς τὸν ἄνθρωπον ἄνδρα καλοῦμεν, ὅμως οὐκ ἂν καὶ ἐν τούτῳ μηχανήσασθαί τι δυνηθείης. ἄνευ γὰρ σχημάτων καὶ μελῶν κρυφίων τε καὶ ὁρατῶν ἀνὴρ οὐ δυνήσεται καλεῖσθαι. λέγομεν γὰρ καὶ τὴν γυναῖκα ἄνθρωπον, ἀλλ' οὐκ ἄνδρα. διὸ καὶ ὁ ἄνθρωπος λέγομεν καὶ ἡ ἄνθρωπος. διαιροῦντες δὲ τὸ γένος ἰδιαζόντως τὴν μὲν θήλειαν γυναῖκα καλοῦμεν, τὸν δὲ ἄρρενα ἄνδρα. αὕτη γὰρ διάκρισίς ἐστι τοῦ γένους ἄρρενος καὶ θηλείας, τὸ ἀνὴρ καὶ γυνή, διαιρουμένης τῆς τῶν γενῶν σχέσεως. ὁμωνυμικῶς δὲ ἄνθρωπος καὶ ὁ ἀνὴρ καὶ ἡ γυνὴ καλεῖται. 3. Τούτων τοίνυν οὕτως ἐχόντων ἥκετέ μοι πάντες θεοῦ δοῦλοι, οἱ τῆς ἀληθείας ἐρασταί, καὶ γελάσατε τὸν ἀπατεῶνα καὶ ἀγύρ2.43 την Κολόρβασον, μᾶλλον δὲ πενθήσατε τοὺς ἀπατηθέντας καὶ ἑαυτοὺς καὶ πολλοὺς ἀπολέσαντας. αὐτοὶ δὲ θεῷ εὐχαριστήσωμεν, ὡς διὰ μικρῶν καὶ ἁπλῶν λόγων ἡ ἀλήθεια τοὺς αὐτῆς υἱοὺς εἰς ὁδὸν εὐθεῖαν ὁδηγεῖν εἴωθεν καὶ τὰ σχέτλια καὶ πολύκομπα, διὰ πολλῆς μηχανῆς καλλωπισθέντα, διασκεδάννυσιν ἀνατρέπει τε καὶ ἀφανίζει, ἡσυχῆ βαίνουσα, ὡς σαφῶς ἔστιν ἰδεῖν ἀπὸ τοῦ προφητικοῦ λόγου. ἐγκαλῶν γὰρ ὁ προφήτης τοῖς τὰ δεινὰ περιεργαζομένοις καὶ πολύφημα ἐπινοοῦσιν εἰς ἑαυτῶν ἀπάτην ἔλεγεν «διὰ τὸ μὴ θέλειν ὑμᾶς τὸ ὕδωρ τοῦ Σιλωὰμ τὸ πορευόμενον ἡσυχῆ, ἀνάγει ἐφ' ὑμᾶς κύριος τὸ ὕδωρ τοῦ ποταμοῦ, τὸν βασιλέα τῶν Ἀσσυρίων». ὕδωρ γὰρ Σιλωὰμ ἐστὶν διδασκαλία