147
τοῦ ἀπεσταλμένου. τίς δ' ἂν εἴη οὗτος ἀλλ' ἢ ὁ κύριος ἡμῶν Ἰησοῦς, ὁ ἀπὸ τοῦ θεοῦ πατρὸς αὐτοῦ ἀπεσταλμένος; ἡσυχῆ δὲ διὰ τὸ μηδὲν κενόφωνον μηδὲ ἐπίπλαστον *, ἀλλὰ ἐν ἀληθείᾳ * τὴν ἁγίαν αὐτοῦ νύμφην, τὴν παρ' αὐτῷ περιστερὰν καλουμένην διὰ τὸ ἄκακον καὶ ἥμερον καὶ καθαρώτατον τοῦ ζῴου ἐν τοῖς ᾄσμασι τοῦ Σολομῶνος. καὶ ἔστι θαυμάσαι ὡς τὰς μὲν ἄλλας μὴ οὔσας αὐτοῦ, ἐπὶ δὲ τῷ ὀνόματι αὐτοῦ ἑαυτὰς κεκληκυίας, παλλακίδας ὠνόμασε καὶ βασιλίσσας διὰ τὸ βασιλεῦον ὄνομα, ὃ ἑκάστη Χριστὸν ἐπιγραφομένη ἑαυτῇ σεμνύνεται. ἀλλ' εἰ καὶ ὀγδοήκοντά εἰσι παλλακαί, αἵτινές εἰσιν αἱ αἱρέσεις, ἔπειτα δὲ νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός, φησί «μία ἐστὶ περιστερά μου, τελεία μου» τουτέστιν αὐτὴ ἡ ἁγία νύμφη καὶ καθολικὴ ἐκκλησία· περιστερὰ μὲν ὡς ἔφην διὰ τὸ ἥμερον καὶ ἄκακον καὶ καθαρὸν τοῦ ζῴου, τελεία δὲ διὰ τὸ τὴν τελείαν ἐκ θεοῦ λαβεῖν χάριν καὶ γνῶσιν παρ' αὐτοῦ τοῦ σωτῆρος διὰ πνεύματος ἁγίου. αὐτὸς οὖν ὁ νυμφίος, ὁ ἀπεσταλμένος ἑρμηνευόμενος τουτέστιν Σιλωάμ, ὕδωρ ἔχει πορευόμενον ἡσυχῆ τουτέστιν διδασκαλίαν ἄδουπον καὶ ἀψοφοποιὸν καὶ ἀφαντασίαστον καὶ ἀκόμπαστον. ἡ δὲ αὐτοῦ νύμφη καὶ αὐτὴ ἥσυχος περιστερά, μήτε ἰὸν ἔχουσα μήτε μυλοστομίδας μήτε κέντρα, ὡς οὗτοι πάντες οἱ 2.44 ἑρπετόμορφοι καὶ ἰὸν ἀναβλυστάνοντες, ἕκαστος φιλοτιμησάμενος δηλητήριόν τι τῷ κόσμῳ κατασκευάσαι καὶ λυμήνασθαι τοὺς αὐτῷ πεισθέντας· ὧν καὶ οὗτος εἷς ὢν τυγχάνει ὁ ἐνταῦθά μοι σπουδασθεὶς φωραθῆναι διὰ θείου λόγου καὶ βοηθείας τῆς ἄνωθεν καὶ συντριβῆναι δίκην φαλαγγίου τετραγνάθου ἑρπετοῦ καλουμένου ἢ ὡς ἀπὸ ἀμφισβαίνης τῆς δικεφάλου ἐχίδνης τμηθεῖσα κεφαλὴ ἐν συντομίᾳ κατακλασθῆναι. παρελθὼν δὲ τοῦτον πάλιν τὰς ἑξῆς διασκοπήσω καὶ ταύτας διεξιὼν δι' εὐχῆς αἰτήσω τὰ μὲν κατ' αὐτὰς κατὰ ἀλήθειαν ἐξειπεῖν, μηδένα δὲ βλάψαι ἢ αὐτὸς βλαβῆναι.
Κατὰ Ἡρακλεωνιτῶν ˉιˉ, τῆς δὲ ἀκολουθίας ˉλˉ. 1. Ἡρακλέων τις τοῦτον τὸν Κολόρβασον διαδέχεται, ἀφ' οὗπερ οἱ Ἡρακλεωνῖται καλούμενοι, οὐδὲν ἧττον τῆς παρὰ τούτοις κενοφωνίας * ἠσκημένος. καὶ ὅσα μὲν ἐκεῖνοι λέγουσι καὶ οὗτος ὁρίζεται κατὰ πάντα τρόπον, οἷα δὴ ἐξ αὐτῶν ὁρμώμενος καὶ παρ' αὐτῶν τὸν ἰὸν ἀπομαξάμενος· περισσότερον δὲ δῆθεν ὑπὲρ ἐκείνους ἐν ἑαυτῷ ἀνατυπωσάμενός τινα βούλεται ἐκείνους ὑπεραίρειν, ἵνα καὶ ἑαυτῷ συναγωγὴν ποιήσηται τῶν ἠπατημένων. οὗτοι γὰρ πάντες εἰς ἑκατοντακέφαλον ἑαυτοὺς ἀνατυπώσαντες σῶμα ἢ ἑκατοντάχειρον, τόν ποτε μυθευόμενον παρὰ τοῖς τῶν Ἑλλήνων ποιηταῖς ἐμιμήσαντο Κόττον ἢ Βριάρεων ὃν καὶ Αἰγαίωνα καλοῦσιν ἢ Γύην ἢ τὸν καλούμενον Ἄργον τὸν πολυόφθαλμον. οἵους ἐκεῖνοι ἐν ταῖς ἑαυτῶν ῥαψῳδίαις τερατεύονται, ποιητευόμενοι καὶ λέγοντες ἔχειν τὸν μὲν 2.45 ἑκατὸν χεῖρας καὶ ποτὲ μὲν πεντήκοντα κεφαλὰς ποτὲ δὲ ἑκατόν, τὸν δὲ ἑκατὸν ὀφθαλμούς-καὶ τούτου ἕνεκα φασὶ τὸν Ἑρμῆν καλεῖσθαι Ἀργειφόντην, ὡς τὸν Ἄργον τὸν πολυόφθαλμον πεφονευκότα-, οὕτω καὶ τούτων ἕκαστος βουλόμενος ἑαυτῷ ἀρχὴν προστήσασθαι κεφαλὴν ἑαυτὸν ὠνόμασεν, ἕτερα ὑπεισφέρων παρὰ τὴν τῶν διδασκάλων αὐτοῦ ματαιοπονίαν καὶ μανιώδη διδασκαλίαν. ἵνα δὲ μὴ εἰς πολὺ μῆκος ἐλάσω τοῦ προοιμίου τὴν σύνταξιν, ἐλεύσομαι εἰς τὸ προκείμενον. 2. Ἡρακλέων τοίνυν οὗτος καὶ οἱ ἀπ' αὐτοῦ Ἡρακλεωνῖται ὡς προεῖπον ὁμοίως Μάρκῳ καί τισι τῶν πρὸ αὐτοῦ περὶ τῶν Ὀγδοάδων φάσκει, τῆς ἄνω φημὶ καὶ τῆς κάτω· ἔπειτα δὲ καὶ τὰς συζυγίας τῶν τριάκοντα Αἰώνων ἴσως δοξάζει. ἄνθρωπον δὲ καὶ αὐτὸς φάσκει εἶναι τὸν ἄνω τῶν ὅλων Πατέρα, ὃν καὶ Βυθὸν προσηγόρευσεν. βούλεται δὲ καὶ