148
αὐτὸς αὐτὸν λέγειν μήτε ἄρρεν μήτε θῆλυ, ἐξ αὐτοῦ δὲ εἶναι τὴν τῶν ὅλων Μητέρα, ἣν καὶ Σιγὴν ὀνομάζει καὶ Ἀλήθειαν. ἀπ' αὐτῆς δὲ εἶναι τὴν δευτέραν Μητέρα τὴν ἐν λήθῃ γενομένην, ἣν καὶ Ἀχαμὼθ καὶ αὐτὸς καλεῖ. ἐξ ἧς λοιπὸν τὰ πάντα ἐν ὑστερήματι κατέστη. βούλεται δὲ πλείονα τῶν πρὸ αὐτοῦ καὶ οὗτος λέγειν, ἅτινά ἐστι τάδε· τοὺς τελευτῶντας ἀπ' αὐτῶν καὶ ἐπὶ αὐτὴν τὴν ἔξοδον φθάνοντας, ἀπὸ τοῦ προειρημένου Μάρκου τὰς προφάσεις εἰληφὼς οὐκέτι κατ' ἐκεῖνον λυτροῦται, ἀλλὰ ἄλλως οὗτος μεταχειρίζεται, λυτρούμενος δῆθεν πρὸς τῇ τελευτῇ τοὺς ὑπ' αὐτοῦ ἀπατηθέντας. ποτὲ γάρ τινες ἐξ αὐτῶν ἔλαιον ὕδατι μίξαντες ἐπιβάλλουσι τῇ κεφαλῇ τοῦ ἐξελθόντος, οἱ δὲ μύρον τὸ λεγόμενον ὀποβάλσαμον καὶ ὕδωρ, 2.46 τὴν μέντοι ἐπίκλησιν κοινὴν ἔχοντες, ὡς δὴ καὶ ὁ πρὸ αὐτοῦ Μάρκος ἐποιεῖτο, μετὰ προσθήκης τινῶν ὀνομάτων. ἡ δὲ ἐπίκλησίς ἐστιν αὕτη· Μεσσία οὐφαρέγνα μεμψαὶ μεν χαλ δαίαν μοσομὴ δαέα ἀκφαρ νεψευ ουα Ἰησοῦ Ναζαρία. τοῦτο δὲ ποιοῦσιν, ἵνα δῆθεν οἱ λαμβάνοντες ἐπὶ τῇ ἐξόδῳ ταύτας τὰς ἐπικλήσεις τὰς μετὰ τοῦ ὕδατος καὶ ἐλαίου ἤτοι μύρου ἀναμεμιγμένων ἀκράτητοι γένωνται καὶ ἀόρατοι ταῖς ἄνω ἀρχαῖς καὶ ἐξουσίαις, εἰς τὸ ὑπερβῆναι ἀοράτως τὸν ἔσω αὐτῶν ἄνθρωπον, φασίν, ὡς τῶν σωμάτων τούτων ἐν τῇ κτίσει καταλιμπανομένων, τῆς δὲ ψυχῆς αὐτῶν παρισταμένης τῷ ∆ημιουργῷ ἄνω τῷ ἐν Ὑστερήματι γεγονότι, ὥστε καὶ ἐκεῖσε καταμένειν παρ' αὐτῷ, ὑπεραναβαίνειν δέ, ὡς ἔφην, τὸν ἔσω ἄνθρωπον, τὸν ἐσώτερον ψυχῆς καὶ σώματος· ὃν δὴ θέλουσι λέγειν ἐκ τοῦ ἄνωθεν Πληρώματος κατεληλυθέναι. 3. Ἐγκελεύονται δὲ τοῖς οὕτω παρ' αὐτοῖς ἐμπεπαιγμένοις, ὅτι, φησίν, ἐὰν ἔλθῃς ἐπὶ τὰς ἀρχὰς καὶ ἐξουσίας, ἔχε ἐν μνήμῃ τάδε εἰπεῖν μετὰ τὴν ἐντεῦθεν τελευτήν «ἐγὼ υἱὸς ἀπὸ Πατρός, Πατρὸς προόντος, υἱὸς δὲ ἐν τῷ παρόντι· ἦλθον δὲ πάντα ἰδεῖν τὰ ἴδια καὶ τὰ ἀλλότρια, καὶ οὐκ ἀλλότρια δὲ παντελῶς, ἀλλὰ τῆς Ἀχαμώθ, ἥτις ἐστὶν θήλεια καὶ ταῦτα ἑαυτῇ ἐποίησεν. κατάγω δὲ τὸ γένος ἐκ τοῦ προόντος καὶ πορεύομαι πάλιν εἰς τὰ ἴδια, ὅθεν ἐλήλυθα». καὶ ταῦτα εἰπόντα διαφεύγειν τὰς ἐξουσίας, ἔρχεσθαι δὲ ἐπὶ τοὺς περὶ τὸν ∆ημιουργὸν ἄνω περὶ τὴν πρώτην ὀγδοάδα· βούλονται γὰρ καὶ αὐτοὶ μετὰ τὸν ∆ημιουργὸν κάτω εἶναι ἑβδομάδα, αὐτὸν δὲ εἶναι ἐν τῷ ἑβδόμῳ οὐρανῷ ὄγδοον, ἐν ὑστερήματι δὲ καὶ ἐν ἀγνωσίᾳ· καὶ λέγειν τὸν ἐκ τοῦ βίου ἐξελθόντα τοῖς περὶ τὸν ∆ημιουργόν «σκεῦός εἰμι ἔντιμον 2.47 μᾶλλον παρὰ τὴν θήλειαν τὴν ποιήσασαν ὑμᾶς. εἰ ἡ Μήτηρ ὑμῶν ἀγνοεῖ τὴν ἑαυτῆς ῥίζαν, ἐγὼ οἶδα ἐμαυτὸν καὶ γινώσκω ὅθεν εἰμὶ καὶ ἐπικαλοῦμαι τὴν ἄφθαρτον Σοφίαν, ἥτις ἐστὶν ἐν τῷ Πατρί, μήτηρ δὲ τῆς Μητρὸς ὑμῶν τῆς μὴ ἐχούσης πατέρα, ἀλλ' οὔτε σύζυγον ἄρρενα· θήλεια δὲ ὑπὸ θηλείας γενομένη ἐποίησεν ὑμᾶς, ἀγνοοῦσα καὶ τὴν μητέρα αὐτῆς καὶ δοκοῦσα ἑαυτὴν εἶναι μόνην. ἐγὼ δὲ ἐπικαλοῦμαι αὐτῆς τὴν μητέρα». ταῦτα δὲ τοὺς περὶ τὸν ∆ημιουργὸν ἀκούσαντας σφόδρα ταραχθῆναι καὶ καταγνῶναι αὐτῶν τῆς ῥίζης καὶ τοῦ γένους τῆς Μητρός, αὐτὸν δὲ πορευθῆναι εἰς τὰ ἴδια ῥίψαντα τὸν δεσμὸν αὐτοῦ καὶ τὸν ἄγγελον τουτέστιν τὴν ψυχήν. οἴονται μὲν γὰρ μετὰ σῶμα καὶ ψυχὴν εἶναί τι καὶ ἕτερον ἐν ἀνθρώπῳ. καὶ περὶ μὲν τῆς ἀπολυτρώσεως ταῦτά ἐστιν ὅσα εἰς ἡμᾶς συνελήλυθεν. 4. Οἱ δὲ συνετοὶ κατακούσαντες τῆς περισσοτέρας αὐτῶν χλεύης καταγελάσαιεν τῆς μιμολογίας, ὡς ἕκαστος αὐτῶν ἕτερα παρὰ τὸν ἕτερον νομοθετεῖ ὡς βούλεται καὶ τῆς τόλμης ἑαυτοῦ οὐκ ἀνακόπτεται, ἀλλὰ ὅσαπερ δύναται ἕκαστος ἐπινοεῖ. καὶ τῶν ἔτι εἰς δεῦρο γεννωμένων παρ' αὐτοῖς καὶ ἐπιφυομένων, οἳ καθ' ἡμέραν εὑρίσκουσίν τι καινὸν εἰπεῖν καὶ φαντάσαι τοὺς ἐπαγομένους, χαλεπόν ἐστι πάντα τὰ τούτων * ζητῆσαι ἢ ἐξειπεῖν. ὅθεν ἀρκεσθήσομαι πάλιν τοῖς καὶ περὶ ταύτης τῆς αἱρέσεως εἰρημένοις, ἅτινα καὶ εἰς ἡμᾶς ἦλθεν ὑποδείξας. ἡ δὲ τοιαύτη διδασκαλία τίνι οὐκ ἂν σαφὴς εἴη ὡς