149
μῦθός ἐστι καὶ χλεύη τὸ πᾶν; πόθεν γάρ, ὦ οὗτος σὺ ἢ οἱ πρὸ σοῦ, τὸ σῶμα εἰλήφατε; τὴν δὲ ψυχὴν πόθεν; τὸν δὲ ἐσώτατόν σου ἄνθρωπον πόθεν; καὶ εἰ μὲν ἄνωθεν ἀπὸ τοῦ ἄνω πνευματικοῦ, 2.48 ὡς λέγεις δραματουργῶν καὶ ἐπαγγελίᾳ ἐλπίδος κεπφώσας τοὺς ὑπὸ σοῦ ἠπατημένους, ἵνα σκοπῷ τινι ἐπαρθέντες ὑποσυρῶσι τῇ σῇ γεγοητευμένοι δραματουργίᾳ, λέγε, τίς ἡ κοινωνία τοῦ ἄνω πνευματικοῦ πρὸς τὸ ὑλικόν; τίς δὲ ἡ τοῦ ὑλικοῦ πρὸς τὸ ψυχικόν; πῶς δὲ ὁ ∆ημιουργὸς τὰ μὴ ἑαυτοῦ ἐδημιούργει; πῶς δὲ ὁ ἄνω πνευματικὸς τὴν παρ' αὐτοῦ δύναμιν πνευματικὴν παρέσχεν τῷ μὴ καλῶς ἐργασαμένῳ ∆ημιουργῷ; πόθεν δὲ ὁ ∆ημιουργὸς ἀναμίξας τὸ ἑαυτοῦ ψυχικὸν μετὰ τοῦ ὑλικοῦ τῇ ὕλῃ μᾶλλον ἠθέλησεν ἐγκαταδῆσαι τὴν ἑαυτοῦ δύναμιν; εἰ δὲ τὴν ἑαυτοῦ δύναμιν βούλεται ἐγκαταμῖξαι, οὐκ ἄρα ἀλλοτρία ἡ ὕλη. εἰ δὲ καὶ ἔστιν ἀλλοτρία, τίς αὐτῷ τῆς ὕλης παρέσχε τὴν ἐξουσίαν; καὶ πρῶτον λέγε μοι, ὦ ἀπατεών, πότερον μισῶν τὴν ψυχὴν κατέδησεν αὐτὴν τῇ ὕλῃ ἢ ἀγνοῶν τὸ ἐσόμενον; ἀλλ' οἶδα ὅτι οὐδέτερον τούτων ἐρεῖς. ὕλην γὰρ οὐ λέγομεν τὸ σῶμα, μὴ γένοιτο, οὐδὲ τὰς τοῦ θεοῦ κτίσεις· ἀλλὰ ὕλην τινὰ οἶδεν ἡ γραφὴ μετὰ ταύτην τὴν φαύλην εἰς δὲ κατασκευὰς ἑκάστῃ τέχνῃ καὶ ἐργασίᾳ προκειμένην, ἄλλην τινά, λέγω δὲ τὴν ἐκ διανοίας φυομένην ῥυπαρὰν ἐνθύμησιν καὶ τοὺς βορβορώδεις λογισμοὺς τῆς ἁμαρτίας. φύονται γὰρ ὡς ἀπὸ πηλοῦ δυσοδμία τε καὶ ἀκάθαρτος ἀποφορὰ λοιμώδεις τε καὶ βορβορώδεις *, ὡς ὁ μακάριος ∆αυὶδ διωκόμενος καὶ διαβαλλόμενος ὡς ὑπὸ πονηρῶν ἀνθρώπων ἔλεγεν «ἐνεπάγην εἰς ὕλην βυθοῦ» καὶ τὰ ἑξῆς. 5. Ἐπειδὴ δέ σοι δοκεῖ, Ἡρακλέων, τοῦτο λέγεσθαι ὕλην, τῶν ἀνθρώπων τὰ σώματα καὶ τὸν ἐνθάδε κόσμον ἅπαντα, ἐπὶ ποίῳ σκοπῷ τὴν ἑαυτοῦ ψυχὴν ὁ ∆ημιουργὸς τῇ ὕλῃ ἐγκατέμιξεν; εἰ μὲν τὸ πονηρὸν ἀγνοῶν, οὐ δύναται δημιουργεῖν ὁ μὴ γινώσκων ὃ βούλεται δημιουργῆσαι. οὔτε γὰρ ἡμεῖς τι πράττομεν καθ' ἑκάστην τέχνην, ἐργαζόμενοι ὅπερ οὐ νοοῦμεν. καὶ προενθυμούμεθα γὰρ ὃ ἐπιτελεῖν βουλόμεθα καὶ οἴδαμεν πρὶν ποιῆσαι ὃ ἐπιτελέσαι προῃρήμεθα. καίτοι γε ἡμεῖς ἀσθενεῖς ὄντες καὶ πολλὰ ἀποδέοντες τῆς τοῦ θεοῦ δυνάμεως, διὰ δὲ τῆς ὑπ' αὐτοῦ κεχαρισμένης συνέσεως τοῖς ἀνθρώποις οἴδαμεν καὶ νοοῦμεν. συμβέβηκεν δέ σοι, ὦ Ἡρακλέων, 2.49 ἡ ἐκ θεοῦ σύνεσις εἰς βλάβην, ὅτι μὴ κατὰ θεὸν αὐτὴν πραγματεύῃ, ἀλλὰ κατὰ πονηρὰν ἐπιτήδευσιν. ἔτι δὲ πάλιν ἐρῶ, πόθεν ἡ τοῦ πνευματικοῦ μῖξις τῷ ψυχικῷ τε καὶ ὑλικῷ, ὃ δὴ λέγεται παρὰ σοὶ ἔσω ἄνθρωπος τῷ δευτέρῳ καὶ τρίτῳ ἔξω ἀνθρώπῳ συνημμένος, φημὶ δὴ ψυχῇ καὶ σώματι; καὶ εἰ μὲν ἐκ βουλήματος τῆς ἄνω δυνάμεως τοῦ τῶν ὅλων Πατρός, φημὶ δὲ τοῦ κατὰ σὲ Βυθοῦ, ἄρα γε οὐκ ἀκοινώνητος τοῖς ἄνω ὡς ἔφην ἡ ἐνταῦθα περὶ ἡμᾶς κτίσις συγκαταμιγνυμένη, διὰ τῆς τοῦ Πατρὸς ἄνω εὐδοκίας καὶ τοῦ ἄνωθεν παρ' αὐτοῦ καταπεμφθέντος σπινθῆρος, ὅ ἐστιν ὁ πνευματικὸς κατὰ σὲ καὶ ἐσώτατος ἄνθρωπος. εἰ δὲ λέγεις τὸν ∆ημιουργὸν τὸν ἐν ἐλαττώματι καὶ ὑστερήματι ἢ τὴν Μητέρα ἣν λέγεις Ἀχαμὼθ εἰληφέναι ἄνωθεν δύναμιν τουτέστιν τὸ πνευματικόν, οὐκέτι ἐν ὑστερήματι καὶ ἀγνοίᾳ ἐστὶν ὁ ∆ημιουργὸς οὔτε ἡ κατὰ σὲ Μήτηρ καλουμένη. πῶς γὰρ ἄν τις ἐν ἀγνοίᾳ εἴη τούτου οὗ ἐπιθυμεῖ; εἰ γὰρ ὅλως τοῦ κρείττονος ὀρέγεται, οἶδεν τὸ καλὸν καὶ τὸ ἀγαθόν· καὶ ὁ τὸ ἀγαθὸν ἐπιστάμενος καὶ μὴ στυγῶν τοῦτο ἀλλὰ ὀρεγόμενος, οὐκ ἔστιν ἀλλότριος τοῦ ἀγαθοῦ. 6. Καὶ ἵνα μὴ κατατρίβωμαι περὶ τὰς μηχανὰς τοῦ ἀγύρτου ἀσχολούμενος, τούτοις ἀρκεσθήσομαι. πᾶσα γὰρ αὐτοῦ ἔπεσεν ἡ ληρῳδία ἀπὸ τοῦ τὸν πάντων δεσπότην πᾶσιν σαφῶς ὁμολογηθῆναι ἀγαθὸν ὄντα καὶ προγινώσκοντα καὶ δυνάμενον τὰ πάντα ποιεῖν, καὶ ὡς ὑπ' αὐτοῦ πᾶσα φύσις ἡ ὑπάρχουσα κτιστὴ καλῶς γεγένηται. οὔτε γὰρ δυνατὸν ἄνευ τοῦ θεοῦ τι εἶναι, ἀλλ' ἢ μόνον ἡ ἁμαρτία οὐκ ἔχουσα ἀρχὴν