150
ῥίζης οὐδὲ εἰς τέλος μένουσα, ἐν ἡμῖν δὲ ἐπεισάκτως γινομένη καὶ ἀφ' ἡμῶν πάλιν παυομένη· ὡς καὶ πανταχοῦ κατὰ πασῶν τῶν αἱρέσεων ποιούμενος τὸν λόγον ἀπέδειξα, ὅτι εἷς ἐστιν ὁ θεὸς ὁ τὰ πάντα ποιήσας καὶ δημιουργήσας, ὁ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ εἷς ὁ μονογενὴς αὐτοῦ καὶ παῖς, ὁ κύριος ἡμῶν καὶ σωτὴρ καὶ θεός, καὶ ἓν τὸ ἅγιον αὐτοῦ πνεῦμα, μία τριὰς ἁγία καὶ ὁμοούσιος, ἐξ ἧς τὰ πάντα καλῶς ἐκτισμένα, οὐ πονηρά τινα ἀλλὰ ἀγαθά, κατὰ τὴν οὕτως εὐδοκήσασαν ἀγαθότητα ἐξ οὐκ ὄντων κεκλημένα εἰς τὸ εἶναι. ᾧ θεῷ δόξα καὶ τιμὴ καὶ κράτος 2.50 πατρὶ ἐν υἱῷ, υἱῷ ἐν πατρὶ σὺν ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. Ταύτης δὲ πάλιν ποιησάμενος τὴν ἀνατροπὴν διὰ βραχέων, ἐπὶ τὰς ἑξῆς βαδιοῦμαι, τὸν πρὸς ἑκάστην κατὰ δύναμιν ποιούμενος ἔλεγχον καὶ οὕτως ἐπιτελῶν τὴν ἀνατροπὴν τῆς αὐτῶν λυμαντικῆς μοχθηρίας. σὴψ γὰρ οὗτος ἂν λέγοιτο δικαίως, ὃ οὐκ ὄφις, ἀλλ' ὥς φασι χαλκέα πως ἐστι, τετράπουν ἑρπετόν, ἀσκαλαβώτῃ ἐοικός, οὗ ἡ μὲν τοῦ δήγματος βλάβη εἰς οὐδὲν λογίζεται, τὸ δὲ πτύσμα ἢ ἐν βρώματι ἢ ἐν ποτῷ ἀκοντισθὲν θάνατον εὐθὺς τοῖς μεταλαμβάνουσιν ἐργάζεται· οἵα καὶ ἡ τούτου διδασκαλία. ἀλλὰ καὶ τούτου τὸν ἰὸν φωράσαντες καὶ τῇ τοῦ κυρίου δυνάμει ἀπὸ φαρύγγων ἢ χειλέων τῶν μελλόντων βλάπτεσθαι ἀπομάξαντες τὰς ἑξῆς διέλθωμεν, ὡς προεῖπον, τῆς αὐτῶν βλάβης ποιοῦντες τὸν ἔλεγχον.
Κατὰ Ὀφιτῶν ˉιˉζ, τῆς δὲ ἀκολουθίας ˉλˉζ. 1. Ὡς οὖν τῇ τοῦ θεοῦ δυνάμει ἐπαγγειλάμενοι, θεοῦ βοηθοῦντος καὶ τὴν ἑξῆς ταύτῃ ὑφηγησόμεθα ταῖς πρότερον ἀκολουθήσασαν ματαιοφροσύναις αἵρεσιν Ὀφιτῶν, τὰ μὲν κατὰ τὰ αὐτὰ φερομένην τὰ δὲ διηλλαγμένην, λέγω δὲ τοῖς ἤθεσι καὶ σχήμασι τῶν χρωμένων αὐτῇ, ἵνα ἀπὸ τῆς μετεώρου πλάνης τῆς τούτων διαφωνίας παντί τῳ δῆλον ἔσηται ὅτι πλάνῃ ἄγονται καὶ οὐκ ἀληθείᾳ. φωραθήσεται δὲ νῦν τῷ λόγῳ καὶ ἐλεγχθήσεται ἡ κατ' αὐτοὺς ἄνοια. Οἱ Ὀφῖται μὲν γάρ, ὡς προεῖπον, τὰς προφάσεις εἰλήφασιν ἀπὸ τῆς τοῦ Νικολάου καὶ Γνωστικῶν καὶ τῶν πρὸ τούτων αἱρέσεων, Ὀφῖται δὲ καλοῦνται δι' ὃν δοξάζουσιν ὄφιν. ἄτοπα γὰρ καὶ οὗτοι 2.51 ἐρεύγονται, ὡς ἀπὸ τῆς προειρημένης βρώσεως τῆς δυσοδμίας ἐμπεπλησμένοι, καὶ ὡς καινὰ δαιμόνια ἀπατηθέντες οὗτοι τὸν ὄφιν ὡς προεῖπον δοξάζουσι. καὶ ὅρα εἰς ὅσην προέβη κακομηχανίαν ὁ τούτους ἀπατήσας ὄφις. καθάπερ γὰρ ἐξ ὑπαρχῆς τοὺς περὶ Εὔαν καὶ τὸν Ἀδὰμ ἠπάτησεν, οὕτω καὶ νῦν, κρύπτων ἑαυτὸν ἔν τε τῷ παρόντι καὶ ἐν τῷ χρόνῳ τῶν Ἰουδαίων ἄχρι τῆς τοῦ Χριστοῦ παρουσίας. εἶτα καὶ προβαινόντων τῶν χρόνων λίχνους ὄντας τοὺς ἀνθρώπους τῇ δι' αὐτοῦ ἐκ τῆς παρακοῆς ληφθείσῃ βρώσει ἔτι ὑπονοθεύων καὶ ἐρεθίζων εἰς περισσοτέραν ἀπάτην ἀπὸ τοῦ ὄντος θεοῦ ἀφίστησι, πολλὰ μὲν ὑπισχνούμενος ἀεί, ὡς καὶ ἐξ ἀρχῆς· καὶ γὰρ καὶ τότε ἠπάτησεν λέγων «ἔσεσθε ὡς θεοί», εἶτα προϊόντων τῶν χρόνων τὴν πολύμορφον καὶ τερατώδη φαντασίαν αὐτοῖς ἐξειργάσατο. ἀπὸ γὰρ τοῦ ἑνὸς καὶ ἀληθινοῦ θεοῦ ἀποστήσας αὐτοὺς ἐνεκίσσησε πάλαι τὴν τῆς εἰδωλολατρείας καὶ πολυθεΐας βλάσφημον κενοφωνίαν. οὐ γὰρ ἦσαν θεοί, ὥσπερ οὐδέ εἰσιν, ἀλλὰ μόνος ὁ θεός· προεκίσσα δὲ τὴν εἰδωλομανίαν καὶ πολυθεΐαν καὶ ἀπατηλὴν διάνοιαν. οὐκ ἦν δὲ αἴτιος μόνος ὁ φαινόμενος τότε ὄφις, ἀλλὰ ὁ ἐν τῷ ὄφει ὄφις λαλήσας φημὶ δὲ ὁ διάβολος καὶ τὴν ἀκοὴν τοῦ ἀνθρώπου ταράξας διὰ τῆς γυναικός. καὶ οὐδὲ τὸ ξύλον ἦν ἁμαρτία θεὸς γὰρ οὐδὲν πονηρὸν φυτεύει, γνῶσιν δὲ ἐνεποίησε τὸ ξύλον τοῦ εἰδέναι ἀγαθόν τε καὶ φαῦλον. καὶ οὐχὶ διὰ τὸ εἰδέναι ὁ θάνατος, ἀλλὰ διὰ τὴν παρακοήν. καὶ γὰρ ἡ πᾶσα τοῦ ἐχθροῦ τότε συσκευὴ